ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΑΡΑΣΚΕΥΗΝ ΤΗΝ ΑΘΛΗΦΟΡΟΝ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμός 142
κ ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σου εἰμι.
Ἦχος δ.΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐαρεστήσασα Θεῶ, Ἀθληφόρε, καὶ πειρασθεῖσα ὡς χρυσὸς ἐν καμίνῳ, Παρασκευῇ πανένδοξε, βασάνων πειρασμοῖς, θαύματα πηγάζεις νῦν, καὶ νοσήματα παύεις, καὶ τὸν ὑπεράγαθον τοῦ Θεοῦ, Θεὸν Λόγον, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπείς, ὅπως Αὐτοῦ τῶν δωρεῶν ἐπιτύχωμεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνωνϗ Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρουςϗ Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
Ρύσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄
Ὑγρὰν διοδεύσας.
Ὑμνών σου τὴν μνήμην παρακαλῶ,ἔνδοξε Παρθένε, τῶν πταισμάτων μου τάς σειράς, διάρρηξον τάχος ταῖς πρὸς Κτίστην, τὸν Πανοικτίρμονα πρεσβείαις σου.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγίστη ἡ δύναμις, ἢν Σεμνὴ ἔλαβες ἀξίως, ἐκ Θεοῦ τοῦ θαυματουργείν, ταύτην οὖν χρωμένη ἤδη παῦσον, τὰ πολυχρόνια πάθη μου δέομαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νομίμως ἀθλήσασα ἐπὶ γῆς, Παρασκευὴ Μάρτυς και τὸ στέφος ἐν Οὐρανῷ, σῆς ἀπολαβοῦσα καρτερίας, ὑπὲρ ἡμῶν τὸν Σωτηρὰ ἱκέτευε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὄμματι, Πανάσπιλε, ἐπ’ ἐμοί,ἱλέῳ σου βλέψον, καὶ ἰάτρευσον τὰ δεινά, τοῦ σώματος πάθη καὶ τάς νόσους, ἀποσκοράκισον θείαις πρεσβείαις σου.
ᾨδὴ γ΄. Σῦ εἰ τὸ στερέωμα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχύι τοῦ πνεύματος τοῦ Παναγίου ἡμὰς ἐλέησον, Παρασκευὴ καὶ νόσων παντοίων, σαῖς λιταῖς ἐλευθέρωσον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σῶσον ταῖς πρεσβείαις σου, Παρασκευὴ πανακήρατε πάντας ἡμάς, τοὺς σὲ ἀνυμνούντας, καὶ εὐφήμως γεραίροντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Γενοῦ μοι, Πολύαθλε, τῷ τεθλιμμένω προστάτις σύντονος, καὶ ἐκ παθών, καὶ κινδύνων ρύσαι, ταῖς εὐχαῖς σου καὶ θλίψεων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐξελοῦ, Πανάχραντε, νόσων δεινῶν με καὶ θλίψεων, τῶν ἀφειδῶς, καταπιεζόντων, τὸν σὸν δοῦλον ἑκάστοτε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ρώμην δίδου μοι, Πάνσεμνε, κατά τε δαιμόνων καὶ ὀλεθρίων παθῶν, καὶ τὸν σάλον τῶν πταισμάτων μου, ἱεραῖς λιταῖς σου καταπράϋνον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγαπήσασα Κύριον, καὶ στεφάνους δόξῃς κομίσασα, ὑπὲρ πάντων καθικέτευε, τῶν πιστῶς τιμώντων σέ, Πανεύφημε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἱκεσίαις μου πρόσδεξαι, ὦ Παρασκευὴ Παρθένε πολύαθλε, καὶ παθών μου τὴν σκοτόμαιναν, σοῦ θερμαῖς πρεσβείαις ἀποδίωξον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ρύσαι κόρη πανάμωμε, ἡ Θεὸν ἀσπόρως κυήσασα, τὸν σὸν δοῦλον κινδυνεύοντα, καταποντισθῆναι με τοῖς πταίσμασιν
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ σῦ σεμνή, εἰς νυμφῶνα τὸν οὐράνιον,αὐγάζη ταῖς ἐνθέοις μαρμαρυγαῖς, οὕτω σούς δούλους, δόξῃς θείας καταξίωσον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοῦ ἐν τῷ ναῷ, προσελθόντας τοὺς ἱκέτας σου, ὦ Παρασκευὴ ἐλευθέρωσον, ἐκ νοσημάτων,ταῖς εὐχαῖς σου καὶ κακώσεων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἔρωτι Θεοῦ, τὴν ψυχὴν πλῆξον δέομαι, Παρασκευή, θείαις πρεσβείαις σου, καὶ τῶν παθῶν μου, τὴν ἀχλὺν νῦν ἐξαφάνισον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάναγνε ἡμεῖς, κεκτημένοι σὲ βοήθειαν, σκέπην καὶ βεβαίαν ἀντίληψιν, παντὸς κινδύνου,διὰ σοῦ ρυσθείημεν.
ᾨδὴ στ ΄.Ἰλάσθητί μοι Σωτὴρ
Αἱμάτων σου τοῖς κρουνοῖς, Παρασκευὴ ὡς κατέσβεσας, τῆς ἀπιστίας τὸ πῦρ, οὕτω νῦν κατάσβεσον τὴν φλόγαν τῶν νόσων μου, ταῖς σαῖς ἱκεσίαις, καὶ κινδύνων μὲ ἐξάρπασον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ρεόντων τὸ χαμερπές, Παρασκευὴ πανακήρατε, τὸ ἄστατον καὶ φθαρτόν, παριδεῖν ἀξίωσον σὸν δοῦλον πρεσβείαις σου, καὶ ἀξιωθῆναι, θείας δόξῃς καὶ λαμπρότητος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁπάσας τάς κεφαλάς, τῶν ἀνομούντων συντρίβεσθαι, ὑπὸ τοὺς πόδας ἡμῶν, Θεὸν καθικέτευε,Μάρτυς, τῶν τιμώντων σου, πόθῳ τὴν σὴν κάραν, ἢν ἀπέτεμεν ὁ ἄνομος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σῦ οὖσα τὸ καθαρὸν καὶ Ἁγιώτατον τέμενος, Μαρία τοῦ Παντουργού, παρασχού μοι δάκρυα, ψυχὴν καθαρίζοντα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεώς σου δέομαι. Ἐπίβλεψον μετ’ εὐμενείας Παρασκευὴ Ἀθληφόρε, ἐπὶ τὰ ἐμᾶ δεινὰ πάθη τοῦ σώματος καὶ ἴασιν δώρησαί μοι εὐχαῖς σου.
Ἐπίβλεψον, μετ’ εὐμενείας Παρασκευὴ ἀθληφόρε, πέλουσα τοῖς τῇ σεπτῇ εἰκόνι σου θερμῶς προσπελάζουσιν, ἱκέτευε Χριστὸν τὸν νυμφίον σου, δωρηθῆναι λύσιν τῶν δεινῶν νόσων καὶ θλίψεων καὶ ἁμαρτιῶν πασῶν τὴν συγχώρησιν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
(Μνημονεύομεν ἐκείνους δι΄οὕς ἡ Παράκλησις τελεῖται)
Κοντάκιον. Ἦχος β΄.
Προστάτρια πιστῶν , Παρασκευὴ ἀθληφόρε, πέλουσα τοῖς τῇ σεπτὴ εἰκόνι σου θερμῶς προσπελάζουσιν, ἱκέτευε Χριστὸν τὸν Νυμφίον σου, δωρηθῆναι λύσιν τῶν δεινῶν νόσων καὶ θλίψεων καὶ ἁμαρτιῶν πασῶν τὴν συγχώρησιν.
Προκείμενον. Ἦχος δ.΄
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον.(ε΄.24-35)
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου Αὐτοῦ. Ἔλεγε γάρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων Αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε. Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ Αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε καὶ προσέπεσεν Αὐτῷ, καὶ εἶπεν Αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ. Θύγατερ ἡ πίστις σου σέσωκέ σε. Ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τῆς ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Μεταβολή των θλιβομένων.
Μεταβολὴ παντὸς κινδύνου, ἀπαλλαγή νόσου παντοίας ὑπάρχουσα Παρασκευὴ παρθένε, ρύσαι πάντας τῶν δεινῶν, τῆς τῶν ἐναντίων κακουχίας καὶ τῆς τῶν δαιμόνων ἐπηρείας, ταῖς θείαις σου πρὸς Θεὸν δεήσεσι.
Ὁ Ἱερεὺς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου,Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν˙ τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου˙ τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Ὠδὴ ζ΄ Παῖδες Ἑβραίων.
Κάραν πάνσεπτον πάντες, τῆς παρθενομάρτυρος δεῦτε Παρασκευῆς, πιστοὶ ἐν ἐτησίοις, τιμήσωμεν τοῖς ὕμνοις, ὡς πηγὴν ἀνεξάντλητον τῶν ἰαμάτων ἀεὶ καὶ θείων δωρημάτων.
Ἑορτὴν παναισίαν, οἱ πιστοὶ ὀρθοδόξως ἐπιτελέσωμεν, φαιδρῶς Παρασκευῆς νῦν τὴν κάραν προσκυνοῦντες καὶ βοῶντες ἐκ πίστεως, πρόφτασον ρύσαι ἡμᾶς, λυταῖς σου πάσης νόσου.
Ὑπὲρ πᾶσαν οὐσίαν καὶ ὑπὲρ χρυσίον ἡ κάρα σου διαλάμπουσα, παρέχει σωτηρίαν, τοῖς πίστει ἀθληφόρε, πρὸς αὐτὴν καταφεύγουσι καὶ ἰατρεύει ψυχῶν θανατηφόρους νόσους.
Θεοτοκίον.
Ἡ Θεὸν σαρκοφόρον, Παναγία Παρθένε ἀποκυήσασα ἐκ πάντων ἀδοκήτων κινδύνων τὸν λαόν σου καὶ ἐκ νόσων περίσωζε καὶ ἁμαρτίας δεσμόν, τάχυ λιταῖς σου λῦσον.
Ὠδὴ η.΄Τόν βασιλέα.
Στόματι πάντες καὶ καρδία ὑμνοῦμεν, τὴν πανένδοξον μάρτυρα Κυρίου, ὅτι ἀρρωστίας ἐτύχομεν τὴν λύσιν.
Ἐν οὐρανίοις Παρασκευὴ ἀθληφόρε, τοῖς σκηνώμασι χορεύουσα τῶν πίστει, σὲ ὑμνολογούντων μνημόνευε παμμάκαρ.
Ρωσθεῖσα μάρτυς, τῇ ἰσχύι Κυρίου τῶν τυράννων κατήσχυνας τὰ θράση, θραῦσον καὶ νῦν πάντων, δεσμοὺς τυραννουμένων.
Θεοτοκίον.
Ἄχραντε μόνη εὐλογημένη Μαρία, τὰ δυσίατα ἰάτρευσον πάθη, τοῦ οἰκτροῦ σου δούλου, ἵνα σὲ μακαρίζω.
Ὠδὴ θ΄ . Κυρίως Θεοτόκον.
Φλέξον παρανόμων Παρασκευὴ μάρτυς, περὶ τῷ Θείῳ τεχνάσματι ἄθεα. Πιστοὺς δὲ πάντας Θείῳ αὐγάσματι λάμπρυνον.
Ἐμπλέως ἐνθέου λάμψεως γενέσθαι, τὸν σὸν οἰκέτιν νυνὶ καταξίωσον, ταῖς πρὸς τῶν ὅλων Δεσπότην, λιταῖς σου πάνσεμνε.
Ἵνα σὲ δοξάζω Παρασκευὴ πόθῳ, τάς ἀνιάτους μου νόσους θεράπευσον καὶ ταῖς εὐχαῖς σου τελείαν ρώσιν παράσχου μοι.
Ὠδὴ θ΄
Μόνη Θεοτόκε, ὡς Ἁγνὴ καὶ μήτηρ, τῆς ἀκαθάρτου ἰλῦος με κάθαρον, τῶν ἀκαθάρτων μωλώπων καὶ σῶσον Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ψυχῶν σωτηρίαν καὶ κινδύνων ἀπαλλαγήν, θεία ἀθληφόρε Παρασκευή, εὐχαῖς σου,τοῖς πίστει εὐφημοῦσι σε καὶ γεραίρουσι.
Πορφυρᾶν ἐξ αἵματος τὴν στολήν, σῦ περικειμένη καὶ τὸ στέμμα ἐν κορυφῇ ἔχουσα ὧ μάρτυς καὶ τὴν τῆς παρθενίας κατέχουσα λαμπάδα ἡμῶν μνημόνευε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμὰς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον. Ήχος α΄.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι Παρασκευὴ ἀθληφόρε. Ὅθεν προχέεις ἰάματα καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Θῦμα τῷ Δεσπότῃ καὶ Θεῷ, ἤχθης καλλιπάρθενε θεῖον καὶ παναμώμητον. Πάσας ὅθεν ηὔφρανας τάς οὐρανίους ἀρχὰς καὶ μακάρων ἀοίδιμε, ψυχὰς διὸ πάντας, πίστει σου δεόμεθα καὶ πόθῳ ζέοντι, ρυσαι ταῖς λιταῖς σου ἐκ νόσων καὶ παντοδαπῶν ἐναντίων, ἡμᾶς τοὺς τιμῶντας σε πανεύφημε.
Ἦχος πλ. δ΄
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.