Ευχὴ της κλάσεως. Ο ών, ο ήν, ο ελθὼν, καὶ πάλιν ερχόμενος· ο εν δεξιά του
Πατρὸς καθήμενος· ο άρτος, ο καταβὰς εκ του ουρανού, καὶ ζωὴν διδοὺς τω κόσμῳ· ο μέγας αρχιερεὺς, ο αρχηγὸς της σωτηρίας ημών· τὸ φώς αληθινὸν τὸ πρὸ πάντων αιώνων. Ος ών απαύγασμα της δόξης, καὶ χαρακτὴρ της υποστάσεως αυτού του ιδίου σου Πατρός· ο ευδοκήσας καὶ καταξιώσας κατελθείν εκ τών υψωμάτων του ουρανού, εκ κόλπων του απροσίτου φωτὸς, καὶ αληθινού καὶ αοράτου μόνου Πατρός. Σαρκωθεὶς δὲ εκ Πνεύματος αγίου, καὶ εκ της πανενδόξου, αχράντου, αγίας δεσποίνης υμών Θεοτόκου, καὶ αειπαρθένου Μαρίας, καὶ τελέως ενανθρωπήσας· καὶ κατὰ μετά στασιν, τὴν ανθρωπότητα αναλλοιώσας· ενώσας εαυτώ καθ' υπόστασιν, αφράστως καὶ απερινοήτως, ατρέπτως δὲ καὶ ασυγχύτως, ψυχὴν έχουσαν λογικήν τε καὶ νοερὰν, ούτως προήλθες εξ αυτής θεανθρωπωθείς· ομοούσιος Πατρὶ κατὰ την θεότητα, καὶ ομοούσιος ημίν κατὰ τὴν ανθρωπότητα. Ου δύο πρόσωπα ούν, ουδὲ δύο μορφὰς ήγουν, ούδὲ έν δυσὶ φύσεσι γνωριζόμενος, αλλ' εις Θεὸς, εις Κύριος, μία ούσία, μία βασιλεία, μία δεσποτεία, μία ενέργεια, μία υπόστασις, μία θέλησις, μία φύσις του Θεού Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη. Σταυρωθεὶς δὲ υπὸ Ποντίου Πιλάτου, καὶ ομολογήσας τὴν καλὴν ομολογίαν· παθὼν καὶ ταφεὶς καὶ αναστὰς τη τρίτῃ μέρᾳ, καὶ ανελθὼν εις ουρανοὺς, καὶ καθίσας εν τή δεξιά της μεγαλωσύνης του Πατρὸς, πατήσας τὸν θάνατον, καὶ τὸν άδην σκυλεύσας, συντρίψας πύλας χαλκάς, καὶ μοχλοὺς σιδηρούς συνθλάσας, καὶ τὸν αιχμάλωτον Αδὰμ ανακαλεσάμενος εκ φθοράς, καὶ ημάς ελευθερώσας εκ της του διαβόλου δουλείας. Δι' ό δεόμεθα καὶ παρακαλούμέν σε, φιλάνθρωπε, αγαθὲ, καταξίωσον ημάς εν καθαρά καρδίᾳ τολμάν αφόβως επιβοάσθαι τὸν πάντων δεσπότην επουράνιον Θεὸν, Πατέρα άγιον, καὶ λέγειν, κ. τ. λ.
Ευχὴ άλλη της κλάσεως.
Σὺ γὰρ ει ο Λόγος του Πατρὸς, ο προαιώνιος Θεὸς, ο μέγας Αρχιερεὺς, ο επὶ σωτηρίας του γένους των ανθρώπων σαρκωθεὶς καὶ ενανθρωπήσας, καὶ προσκαλεσάμενος εαυτώ εκ πάντων των εθνών γένος εκλεκτὸν, βασίλειον ιεράτευμα, έθνος άγιον, λαὸν εις περιποίησιν. Δι' ό δεόμεθα, καὶ παρακαλούμέν σε, φιλάνθρωπε, αγαθὲ Κύριε, μὴ εις έλεγχον καὶ όνειδος, μὴ εις κρίμα, μηδὲ εις κατάκριμα των ημετέρων αμαρτιών γενηθήτω η θυσία αυτή· υπὲρ γὰρ των ασθενειών ημών προσηνέγκαμεν· αλλα ώσπερ τὰ πανάγιά σου τίμια δώρα ταύτα πάσης αγιωσύνης εμπλήσαι κατηξίωσας, διὰ της επιφοιτήσεως του παναγίου σου Πνεύματος επ' αυτών, ούτως καὶ ημών των αμαρτωλών, δούλων σου, αγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα, τὰ πνεύματα, τὰς συνειδήσεις, όπως πεφωτισμένῃ ψυχή, ανεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρά, συνειδήσει ανυποκρίτῳ, ηγιασμένοις χείλεσιν, αγάπη τελεία, ελπίδι ασφαλεί, τολμώμεν μετὰ παρρησίας, άνευ φόβου, λέγειν τὴν αγίαν προσευχὴν, ήν μετέδωκας τοις ιδίοις τοις αγίοις σου μαθηταίς καὶ ιεροίς αποστόλοις. Οταν προσεύχησθε, ούτως προσεύχεσθε
υμείς. Πάτερ ημών, κ. τ. λ.
Ο λαὸς λέγει. Αγιασθήτω.
Ευχὴ άλλη της κλάσεως. Ευλογητὸς ει, Χριστὲ ο Θεὸς, ο παντοκράτωρ, ο
λυτρωτὴς της εαυτού Εκκλησίας· ω Λόγε, όν προνοούσιν αυτὸν, καὶ άνθρωπε, όν προθεωρούσιν αυτόν. Ο διὰ της ακαταλήπτου αυτού σαρκώσεως, ετοιμάσας ημίν άρτον επουράνιον, τούτο τὸ σώμά σου, όν έθου εν μυστήριον καὶ πανάγιον εν τοις άπασιν. Εκέρασας ημίν ποτήριον εξ αμπέλου αληθείας, εκ θείας καὶ αχράντου σου πλευράς. Ο καὶ μετὰ δεδωκέναι τὸ πνεύμα εκχέων εξ αυτής αίμα καὶ ύδωρ, οις αγιασμὸς τω κόσμῳ παντί. Κτήσαι ημάς, αγαθὲ Κύριε, τοὺς αναξίους δούλους σου· ποίησον ημάς λαὸν περιούσιον, βασίλειον ιεράτευμα, έθνος άγιον. Αγίασον καὶ ημάς, ο Θεὸς, ώσπερ ηγίασας τὰ προκείμενα καὶ άγια δώρα ταύτα, καὶ εποίησας αυτὰ άόρατα εκ των ορατών, μυστήρια ων προνοούσιν, αυτά σοι, Κύριε ο Θεὸς, ο Σωτὴρ ημών Ιησούς Χριστός. Σὺ ούν, Κύριε, διὰ τής πολλής σου ευσπλαγχνίας
κατηξίωσας ημάς διὰ του βαπτίσματος γενέσθαι εις υιοὺς καὶ κληρονόμους.
Εδίδαξας ημάς τὸν τύπον της προσευχής ός έστιν εμμυστήριος, του προσεύχεσθαι έν αυτή τὸν άχραντόν σου Πατέρα. Σὺ ούν καὶ νύν, δέσποτα Κύριε, καταξίωσον ημάς εν αγιασμένῃ συνειδήσει, καὶ λογισμώ αγαθώ όν πρέπει ..... πόθῳ καὶ παρρησία αγαθή τολμάν επικαλείσθαι τὸν εν τοις ουρανοίς άγιον Θεὸν, Πατέρα σου, καὶ λέγειν.
Ο λαὸς λέγει. Πάτερ ημών.
Καὶ μετὰ τὸ Πάτερ ημών ο ιερεὺς λέγει. Ναὶ, Κύριε, Κύριε, ο δεδωκὼς ημίν
τὴν εξουσίαν του πατείν επάνω όφεων καὶ σκορπίων, καὶ επὶ πάσαν δύναμιν του εχθρού, σύντριψον καὶ καθυπόταξον τὰς κεφαλὰς των εχθρών ημών υπὸ τοὺς πόδας έν τάχει, καὶ πάσαν τὴν κακότεχνον αυτών επίνοιαν τὴν καθ' ημών διασκέδασον, ότι σὺ εί βασιλεὺς ημετέρων πάντων, Χριστὲ ο Θεός· καὶ σοὶ τὴν δόξαν καὶ την ευχαριστείαν καὶ τὴν προσκύνησιν αναπέμπομεν, καθ' εκάστην ημέραν, σὺν τω ανάρχῳ σου Πατρὶ, καὶ τω αγίῳ Πνεύματι, νυν, κ. τ. λ.
Ο διάκονος λέγει. Τὰς κεφαλὰς υμών.
Ευχὴ της κεφαλοκλισίας. Ο κλίνας ουρανοὺς καὶ κατελθὼν επὶ της γής, εις
σωτηρίαν του γένους των ανθρώπων, ο της σης χάριτος πάσαν εξαπλώσας την ευθηνίαν· ο ποιών πάντα υπὲρ εκ περισσού, ων αιτούμεθα, ή νοούμεν· φιλάνθρωπε, αγαθὲ, έκτεινόν σου τὴν χείρα τὴν αόρατον, τὴν ευλογημένην, τὴν μεστὴν ελέους καὶ οικτιρμών, καὶ ευλογών ευλόγησον τοὺς δούλους σου, καὶ καθάρισον αυτοὺς απὸ παντὸς μολυσμού σαρκὸς καὶ πνεύματος· καὶ ποίησον ημάς μετόχους καὶ συσσώμους γενέσθαι τη ση χάριτι, όπως εν αγιότητι καὶ δικαιοσύνῃ σοι τὴν ικεσίαν προσάγοντες, καὶ σοὶ πρέπει πάσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ εξουσία, άμα τω αχράντῳ σου Πατρὶ, καὶ τω αγίῳ Πνεύματι, νύν, κ. τ. λ.
Ευχὴ άλλη όμοίως.
Πρόσχες, Κύριε Ιησού Χριστὲ ο Θεὸς ημών, έξ αγίου του κατοικητηρίου σου, καὶ απὸ θρόνου της βασιλείας σου, καὶ ελθὲ είς τὸ αγιάσαι ημάς τοὺς επικλίναντάς σου. Ο άνω τω πατρὶ συγκαθήμενος, καὶ ώδε ημίν αοράτως συνών· καὶ καταξίωσον τη κραταιά σου χειρὶ, μεταδούναι ημίν του αχράντου σώματός σου, καὶ δι' ημών παντὶ τω λαώ. Σὺ γὰρ εί ο κλών καὶ κλώμενος, καὶ άκλαστος· καὶ σοὶ τὴν δόξαν αναπέμπομεν, σὺν τω Πατρὶ, καὶ τω αγίῳ Πνεύματι, νύν, κ. τ. λ.
Ο διάκονος λέγει. Πρόσχωμεν Θεώ μετὰ φόβου.
Ευχὴ της ελευθερίας Είρήνη πάσιν. Ο αμνὸς του Θεού, ο αίρων τὴν αμαρτίαν
του κόσμου· τὸ πανάσπιλον αυτού αίμα διαχύσας επὶ τὴν του κόσμου ζωὴν, καὶ είς λύτρον καὶ αντάλλαγμα πάντων, εαυτὸν παρέδωκας, εκ θανάτου λυτρωσάμενος, εν ώ κατειχόμεθα, πεπραμένοι υπὸ τὴν αμαρτίαν. Ο των φοβουμένων αυτὸν ποιών τὸ θέλημα, καὶ της δεήσεως αυτών εισακούων, καὶ σώζων αυτούς. Ο τού δικαίου Ιὼβ εισακούσας ανιστάμενος τὸ πρωῒ καὶ υπὲρ παιδίων φίλτρων θυσίας προσαγαγὼν ειπὼν, μήπως ενενόησαν υιοί μου πονηρὰ εν τη καρδίᾳ αυτών έναντι Θεού. Καὶ εμού του ελεεινού καὶ αμαρτωλού, καὶ αχρείου σου δούλου, ικετεύω υπὲρ τών σών οικετών, πατέρων μου καὶ αδελφών, καὶ υπὲρ της εμής αθλιότητος. Ευμενεί προσώπῳ καὶ γαληνώ όμματι, έπιδε εφ' ημάς εν ταύτῃ τη ώρᾳ· καὶ πάρες ουν ημίν πασαν αθετηρίαν, καὶ πάσαν παράβασιν, καὶ παρακοὴν νόμου καὶ των σων εντολών· έτι δὲ καὶ πάσαν συνείδησιν, καὶ πάσαν ένθύμησιν, καὶ πάσαις πράξεσι, καὶ πάσαις κινήσεσι γεγωνυίαις εν εαυτοίς, ημερικώς τε καὶ νυκτερικώς επιδήσαι καὶ κατακρατήσαι κατὰ της ψυχής. Καὶ αθώοσον αυτοὺς απὸ πάσης συνειδήσεως πονηρών, καὶ πάσης ακάρπου πράξεως, καὶ παντὸς λογισμού πεπυρωμένου .....*
έστὶν βέβηλα παρὰ τὴν της ψυχής καθαρότητα. Χάρισαι αυτών τὴν των αμαρτιών επίγνωσιν, καὶ τελείως απέχεσθαι απ' αυτών. Δώρησαι αυτοίς μετανοίας αγνότητος, καὶ τὴν εις σὲ επιστροφήν· σὺ γὰρ, Δέσποτα Κύριε, επτώχευσας εκουσίως εν τώ σε σαρκωθήναι, διὰ τὴν του γένους ημών σωτηρίαν· καὶ διέρρηξας τὸ καθ' ημών χειρόγραφον, διὰ τὴν επὶ του σταυρού των θείων σου παλάμων εφάπλωσιν. Φείσαι πάντων, Δέσποτα φιλόψυχε, ότι τὰ σύμπαντα δούλασὰ, καὶ παρὰ σου ημέτερα αφετήρια, καὶ ουδὲν των επιτηδευμάτων των χειρών ημών· δι' ό τὴν
σὴν βασιλείαν δοξάζομεν καὶ ανυμνούμέν σε, Χριστὲ ο Θεὸς ημών, άτινα ν... λου...ων... θορων. Πάσαις ημέραις εως αιρετικών καὶ εθνικών. Εμπλησον ημάς του σου φόβου, καὶ κατεύθυνον εις τὸ αγαθόν σου θέλημα· σὺ γὰρ ει ο Θεὸς ημών, καὶ πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις.
Ο ιερεὺς λέγει. Σώμα καὶ αίμα.
Ο διάκονος λέγει. Μετὰ φόβου Θεού πρόσχωμεν.
Ο ιερεὺς υψοί Δεσποτικὸν καὶ εκφωνήσει· Τὰ άγια τοις αγίοις.
Ο λαὸς λέγει. Κύριε ελέησον. Είς Πατὴρ άγιος, εις Υιὸς άγιος, έν Πνεύμα
άγιον. Αμήν.
Ο ιερεὺς λέγει. Ο Κύριος μετὰ πάντων υμών.
Ο λαὸς λέγει. Καὶ μετὰ του πνεύματός σου. Ο ιερεὺς λέγει. Ευλογητὸς Κύριος
εις τοὺς αιώνας. Αμήν.
Ο λαὸς λέγει. Αμήν.
Ο ιερεὺς λέγει. Είρήνη πάσιν. Ο λαὸς λέγει. Καὶ τω πνεύματί σου.
Ο ιερεὺς λέγει. Σώμα άγιον καὶ αίμα τίμιον, αληθινὸν, Ιησού Χριστού Υιού του Θεού. Αμήν.
Ο λαὸς λέγει. Αμήν.
Ο ιερεὺς λέγει. Σώμα άγιον καὶ αίμα τίμιον, αληθινὸν, Ιησού Χριστού Υιού του Θεού. Αμήν.
Ο λαὸς λέγει. Αμήν.
Ο ιερεὺς λέγει. Σώμα καὶ αίμα Εμμανουὴλ του Θεού ημών, τούτό εστίν αληθώς. Αμήν.
Ο λαὸς λέγει. Αμήν.
Πιστεύω, πιστεύω, πιστεύω καὶ ομολογώ εως εσχάτης αναπνοής, ότι αύτη
εστὶν η σὰρξ η ζωοποιὸς, ήν έλαβες, Χριστὲ ο Θεὸς ημών, εκ της αγίας δεσποίνης ημών Θεοτόκου, καὶ αειπαρθένου Μαρίας· καὶ εποίησας αυτὴν μίαν σὺν τη θεότητι σου, μὴ εν μίξει, μηδὲ εν φυρμώ, μηδὲ εν αλλοιώσει· καὶ εμαρτύρησας επὶ Ποντίου Πιλάτου τὴν καλὴν ομολογίαν, καὶ παρέδωκεν αυτὴν υπὲρ ημών πάντων επὶ του ξύλου του σταυρού του αγίου, εν τω θελήματί σου. Αληθώς πιστεύω, ότι θεότης σου ουδ' ου μηδέποτε χωρισθείσα εξ ανθρωπότητός σου, εν ατόμῳ, ουδὲ εν ριπή οφθαλμού. Μετέδωκας αυτὴν εις λύτρωσιν, καὶ εις αφεσιν αμαρτιών, καὶ εις ζωὴν τὴν αιώνιον, τοις εξ αυτής μεταλαμβάνουσι. Πιστεύω οτι αυτη έστιν αληθώς.
Αμήν.
Ο λαὸς λέγει. Αμήν.
Ο διάκονος λέγει. Εν είρήνη καὶ αγάπη. Ο Ιερεὺς εκφωνήσει. Ακατάληπτε
Θεὲ, Λόγε αχώρητε, αίδιε, δέχου παρ' ημών των αμαρτωλών, εξ αναξίων χειλέων, ύμνον, μετὰ των άνω δυνάμεων· σοὶ γὰρ πρέπει πάσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τω ανάρχῳ σου Πατρὶ, καὶ τω ζωοποιώ σου Πνεύματι εις πάντας τοὺς αιώνας των αιώνων. Αμήν.
Ο λαὸς λέγει ψαλμὸν ρνʹ.
Ο διάκονος λέγει. Συνάχθητε καὶ εισέλθετε, οι διάκονοι, μετ' ευλαβείας.
Ευχὴ ευχαριστίας μετὰ τὴν μετάληψιν των αγίων μυστηρίων.
Ο διάκονος λέγει. Επὶ προσευχής στάθητε. Ο ιερεὺς λέγει. Ειρήνη πάσιν.
Ο λαὸς λέγει. Καὶ τω πνεύματί σου.
Ο διάκονος λέγει. Προσεύξασθε υπὲρ της αξίας μεταλήψεως.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει τὴν ευχὴν ταύτην. Ευχαριστούμέν σοι, Λόγε Θεού αληθινὲ, ο
εκ της ουσίας του ανάρχου Πατρὸς, ότι ουτως ηγάπησας ημάς καὶ έδωκας σεαυτὸν υπὲρ ημών, εσφαγιάσθης. Κεχάρισας ημίν, διὰ του αχράντου σου σώματος, καὶ του τιμίου σου αίματος, τὴν απολύτρωσιν, ως κατηξίωσας ημάς νύν, φιλάνθρωπε, ινα λάβωμεν εξ αυτών ευχαριστία. Διὸ εξομολογούμέν σοι νυν, φιλάνθρωπε, αγαθὲ, καὶ σοὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν προσκύνησιν διηνεκώς αναπέμπομεν, σὺν τω ανάρχῳ σου Πατρὶ καὶ τω αγίῳ σου Πνεύματι, νυν, κ. τ. λ.
Ο διάκονος λέγει. Τὰς κεφαλὰς υμών τω Κυρίῳ κλίνατε.
Ευχὴ της κεφαλοκλισίας. Ο ών, ο ήν, ο ελθὼν εις τὸν κόσμον του φωτίσαι
αυτόν· ο σαρκωθεὶς, ενανθρωπήσας, καὶ σταυρωθεὶς δι' ημάς, καὶ παθὼν εκουσίως σαρκὶ, καὶ μείνας απαθὴς, ως Θεός· καὶ ταφεὶς, καὶ αναστὰς τη τρίτῃ μέρᾳ, καὶ ανελθὼν εις ουρανοὺς, καὶ καθίσας εν δεξιά της μεγαλοσύνης της δόξης του Πατρὸς, τό τε θείον, καὶ άγιον, καὶ ομοούσιον, καὶ ομοδύναμον, καὶ ομόδοξον, καὶ συναΐδιον Πνεύμα καταπέμψας επὶ τοὺς αγίους σου μαθητὰς, καὶ αποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αυτοὺς, δι' αυτών δὲ πάσαν τὴν οικουμένην, Χριστὲ, ο αληθινὸς Θεὸς ημών. .... καὶ Γαβριὴλ καὶ Ραφαήλ. Καὶ των αγγέλων τετραμόρφων ζώων ασωμάτων· καὶ των αγγέλων, είκοσι τεσσάρων πρεσβυτέρων. Του αγίου ενδόξου,
προφήτου, προδρόμου, βαπτιστού, καὶ μάρτυρος Ιωάννου. Του αγίου Στεφάνου του πρωτοδιακόνου καὶ πρωτομάρτυρος. Των θείων, ιερών, ενδόξων αποστόλων, αθλοφόρων προφητών, καὶ καλλινίκων μαρτύρων. Καὶ του αγίου καὶ μακαρίου Πατρὸς ημών Μάρκου του αποστόλου καὶ ευαγγελιστού, καὶ πάντων των αγίων σου.
Καὶ σώσον, καὶ ελέησον, καὶ ευλόγησον πάντα Χριστιανόν. Καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν, καὶ προσκύνησιν σὺν τω ανάρχῳ σου Πατρὶ καὶ τω αγίῳ Πνεύματι νυν καὶ αεί.
Εν ειρήνῃ του Θεού ετελειώθη η Θεία Λειτουργία, η ωρισμένη τω εν αγίοις
Πατρὶ ημών Θεολόγῳ Γρηγορίῳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.