Σάββατο 2 Νοεμβρίου 2019

ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΑΒΡΙΗΛ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗ . ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ ΜΑΚΡΥΓΙΑΝΝΗ




Ἀπολυτίκιον αγίου Γαβριήλ του Σαμτάβρο,της Γεωργίας.

Ἦχος πλ. α΄.Τὸν συνάναρχον Λόγον. Πολιτείᾳ ἐνθέῳ καλλωπιζόμενον,Ἀρχιμανδρίτην θεόπνουν πανευλαβῶς Γαβριὴλ εὐφημήσωμεν ὡς φάρον διοράσεως καὶ ἀσθενούντων ἰατρόν, οὗ ὁ τάφος δαψιλῶς ἰσχύος ἐκχέει ῥεῖθρα, βοῶντες· Πάτερ, εὐλόγει θεόθεν πάντας τοὺς τιμῶντάς σε.

Μεγαλυνάριον. Χαίροις, χαριτόβρυτε Γαβριήλ, πρότυπον ἀγάπης, διοράσεως λαμπηδών, ἰαμάτων ῥεῖθρον καὶ θαυμασίων κέρας, Ἀρχιμανδρῖτα θεῖε, πίστεως σέμνωμα.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν. Χαίροις, εἰκὼν λαμπρά, Γαβριήλ,καὶ διαυγὴς τῆς τοῦ Χριστοῦ ἀγαπήσεως,ὁ λύχνος ὁ φωτοφόρος ἀσκητικῆς ἀγωγῆς,ὁ στρουθὸς μονάζον ἐπὶ δώματος,ὁ πόθον ἀκόρεστον ἔχων τῆς ἐφαπλώσεως τῆς Βασιλείαςτοῦ Χριστοῦ ἐν πατρίδι σου,ἥνπερ ἄθεοι κατεπίεζον τύραννοι·χαίροις, Ὁσίων πρόβολε,πτωχείας θησαύρισμα τοῦ Ἰησοῦ καὶ σοφίαςτῆς κεκρυμμένης ἀπαύγασμα Αὐτοῦ, ὁ ἐν χρόνοις τοῖς ἐσχάτοις εὐσεβείας ἐγείρας τρόπαιον

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.