Κυριακή 31 Ιουλίου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΤΡΊΤΗ ΏΡΑ ΎΜΝΟΙ

 




Εἶτα λέγε·
Τριάδι, τῇ μιᾷ θεότητι· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
εὐδοκία (γ´).
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (β΄).
Εἶτα τὸ Προοίμιον·
Μνησθήσομαι τῶν ἔργων του Κύριε· μνησθήσομαι ἀπὸ σου.
Μελετήσω καὶ δοξάσω τὸ ὄνομά σου, προσθήσω ἐπὶ
πᾶσαν τὴν αἴνεσίν σου.
Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Ἐκ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ἀπαγγελῶ τὰ θαυμάσιά σου· τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
καὶ τὴν μεγαλοπρέπειάν σου ὁ Θεός, ἕως τῶν ὑψίστων.


Ὕμνος εἰς τὴν τρίτην Ωραν


Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου, παμβασιλευ παντοδυναμε Κύριε,ο μόνος φύσει κυρίως και ὄντως ὢν ἐν Τριάδι Θεός· ὁ ἄναρχος καὶ ἀκατάληπτος καὶ
ἀπεριόριστος· ὁ ἀόρατος καὶ ἀνέκφραστος καὶ ἀπερινόητος· ὁ παντοκράτωρ καὶ παντοδύναμος καὶ ὑπεράγαθος· ὁ ὑπὲρ
πᾶσαν οὐσίαν τε καὶ ζωὴν οὐδενὸς μὲν φωτὸς τὴν ὁμοιότητά σου
χαρακτηρίζοντος, παντὸς δὲ λόγου καὶ νοῦ, τοῦ λέγειν τὶ κατ᾽ ἀξίαν καὶ νοεῖν, διὰ παντὸς ἀπολειπομένων.

Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ πληρῶν τῆς μεγαλοπρεποῦς σου δόξης τὰ σύμπαντα καὶ μηδαμῶς
ἔχων τόπον τῆς σῆς καταπαύσεως· ὁ ὑπὲρ πᾶσαν ἕδραν· καὶ στάσιν, καὶ τῆς ἁπάντων ἕδρας καὶ στάσεως αἴτιος· ἐν γὰρ
τῇ τοῦ παντοδυνάμου σου προστάγματος στάσει τὰ σύμπαντα πεπηγότα, μονίμως μένει ἀσάλευτα· ὁ ἐν τοῖς ὑψίστοις φοβερὸς καὶ ἐν ταῖς ἀβύσσοις θαυμαστός, καὶ ἐν πᾶσι τοῖς δημιουργήμασί σου δεδοξασμένος καὶ ὑπερύμνητος.
Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ τὴν θαυμασίαν ταύτην καὶ παναρμόνιον· κτίσιν λόγῳ παραγαγών,
ἀεὶ παραρρέουσανᾶ καὶ μηδαμοῦ παυομένην ὡς τῇ φθορᾷ
ὑποκειμένην τῷ φοβερῷ σου προστάγματι· ὁ ποιήσας τὸν
ἥλιον εἰς φαῦσιν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς φαῦσιν τῆς νυκτός· ὁ ἐκ τοῦ μὴ ὄντος ἀγαθοπρεπεῖ
βουλήσει μεγαλοπρεπῶς τὰ σύμπαντα οὐσιώσας καὶ συστησάμενος.

Διαδοχὴ - ἀποστροφὴ

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ· ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ·
Σαλπίσατε ἐν εὐφροσύνῃ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
Σαλευθήτω ἡ θάλασσα καὶ πᾶν τὸ πλήρωμα αὐτῆς· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ·
Σφόδρα ἐμεγάλυνας ἐπὶ πάντα τὰ ἔργα σου τὸ ὄνομά σου τὸ ἅγιον, δεδοξασμένε μεγαλουργὲ Κύριε


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.