Τρείς Παρακλητικοί Κανόνες εις τον Άγιο και Ιαματικό Παντελεήμων
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
Ποίημα Γ. Ρυσίου
Ποίημα ἐκ χειρογράφου τῆς Ἱερᾶς Μονῆς Ἁγίου Παντελεήμονος Ἁγίου Ὅρους
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζει στις 27 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς στρατιώτην τοῦ Χριστοῦ γενναιότατον, καὶ Ἀναργύρων ἰατρὸν τὸν σοφώτατον, ἀνευφημοῦμεν ἅπαντες ἐκ βάθους ψυχῆς, πόθῳ ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Παντελεήμων ἔνδοξε, καὶ πιστῶς σοι βοῶμεν∙ τὰς νόσους πάντων ἴασαι ἡμῶν, ταῖς πρὸς Χριστὸν τὸν Θεόν, θερμαῖς σου δεήσεσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανῶν·
Ἐν δε τοῖς Θεοτοκίοις· Σεραφείμ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πρὸ τοῦ Μαρτυρίου τοῦ σου , σοφέ, ὡς πέρ, τὸν θανόντα , ἀνεζώωσας ἐν Χριστῷ, οὕτω νεκρωθέντας δήγματι ἁμαρτίας, ἡμᾶς ταῖς σαῖς πρεσβεῖαι πάντας ἀνάστησον.
Ἀφθόνως τὴν χάριν παρὰ Θεοῦ , λαβῶν ἰαμάτων, τὰς ἰάσεις πάσας σοφέ, παρέχεις ἀφθόνους τοῖς ἐν πίστει , Παντελεήμων προσιοῦσι τῇ Εἰκόνι σου.
Νεκρωθεὶς τῷ κόσμῳ καὶ τὸν Χριστὸν , ὦ Παντελεήμων , ἐνδυσάμενος ἐν χαρά, γέγονας δοχεῖον τοῦ Πνεύματος θεόφρον, τοῖς πᾶσιν ἀναργύρως βραβεύων ἴασιν.
Θεοτοκίον.
Σταγόνα κατανύξεως τῷ οἰκτρῷ, ὄμβρησόν μοι , Κόρη, ἀναστέλλουσα βλαβερὸν , καύσωνα καρδίας μου Παρθένε, ἐξαίρουσα πάθῃ τὰ πολεμοῦντά με.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τὰς νόσους θεράπευσον, Παντελεήμων, τοῦ δούλου σοῦ, καὶ τὴν ἐμὴν, εὐχαῖς σου καρδίαν , τῇ δυνάμει σου εὔφρανον.
Ἔνδοξε, σὺ καύχημα, τοῦ προσιόντος σοι πέφυκας, σὺ ἰατρός, ἐμοῦ τηκομένου, ὑπὸ νόσων καὶ θλίψεων.
Λαβῶν , ὦ Ἀνάργυρε, παρὰ Χριστοῦ χάριν ἄφθονον, δοῦναι πιστοῖς, ἰάσεις τῶν νόσων , τούτων σὺ με διάσωσον.
Θεοτοκίον.
Ἔχεις ἐν ἀγκάλαις σου, τὸν Ποιητὴν πάσης Κτίσεως∙ τοῦτον διό, δυσώπει, Παρθένε, ἐκ κινδύνων ῥυσθῆναί με.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπὶ σε νῦν κατέφυγον, ὦ Παντελεήμων θεῖε Ἀνάργυρε, μὴ παρίδῃς με τὸν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.
Ἠρεμίαν μοι δώρησαι, Μάρτυς ἐν τῷ βίῳ καὶ νόσων ἴασιν, ταῖς ἐνθέρμοις σου ἐντεύξεσι, τῷ τῇ σῇ Εἰκόνι προσπελάζοντι.
Μάρτυς ἔνδοξε πρόφθασον , καὶ τῆς ἁμαρτίας με κυματούμενον, δεινῶ σάλῳ ταῖς πρεσβείαις σου, ὅρμον πρὸς ἀκύμαντον ὁδήγησον.
Θεοτοκίον.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἠσαΐας σε κατωνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκε Μῆτερ Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησόν μοι νῦν , ὑετὸν τὸν τοῦ ἐλέους σου, καὶ τῆς ἁμαρτίας μου τὰ ὀμβρήματα, Παντελεήμων, ταῖς εὐχαῖς σου καταξήρανον.
Νὺν αἱ δωρεαί, ὡς πηγαὶ πιστοῖς ἰάσεων , ταῖς λιταῖς σου ἐπιχέονται , Παντελεήμων , ἐκ Θεοῦ τοῖς προσιοῦσί σε.
Ἀπαντὰς ἡμᾶς, πεπτωκότας εἰς τὰ χάσματα, τῆς ἁμαρτίας τὰ βαθύτατα, ταῖς πρὸς Θεὸν σου , πρεσβείαις ἔγειρον Ἅγιε.
Θεοτοκίον.
Ἄχραντε ψυχῆς, τῆς ἐμῆς τὰ ἀῤῥωστήματα, καὶ τοῦ σώματος μου ἴασαι, ταῖς μητρικαῖς σου πρεσβείαις , κόρη Πανάμωμε.
ᾨδὴ στ΄. Ἱλάσθητι μου.
Τὰ νάματα σου, σοφέ, ὡς πέρ πηγῇ Σιλωάμ ποτέ, ἐκβλύζουσι τοῖς πιστοῖς, παντοία ἰάματα, παύων τὰ νοσήματα, τῶν προσπελαζόντων, τῇ σῇ σκέπη, Παναοίδιμε.
Οἱ προσιόντες, Παντελεήμων μακάριε, ἐν τῷ σεπτῷ σου Ναῷ, τὴν ῥῶσιν λαμβάνουσι, καὶ τὴν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καὶ δεινῶν ταῖς ἱκεσίαις σου.
Νόος μου τοῦ ἀσθενοῦς, ὡς θησαυρὸς τῶν ἰάσεων, Παντελεήμων κλεινέ, ἀφθόνως τὴν ἴασιν , δώρησαι τοῦ κάμνοντος, καὶ ὀδυνωμένου, τῇ τοῦ Πνεύματος χάριτι.
Θεοτοκίον.
Φιλάγαθε Μαριάμ, ταῖς σαῖς πρεσβείαις ἀγάθυνον, τὴν ῥυπαρὰν μου ψυχήν, καὶ ῥῦσαι κολάσεως, καὶ πάσης κακώσεως, σὸν θερμὸν οἰκέτην, τὸν ἐκ πόθου ἀνυμνοῦντά σε.
Ἀνάργυρε Παντελεήμων , ταῖς θείαις λιταῖς σου, τὰ τῆς ψυχῆς ἡμῶν πάθη θεράπευσον , καὶ δώρησαι ἴασιν τοῖς νοσοῦσιν.
Ἄχραντε, εὐλογημένη Μαρία, ταῖς ἱκεσίαις, Παντελεήμονος τοῦ κλεινοῦ διαφύλαξον , ἐκ νόσων τε καὶ κινδύνων σοὺς δούλους.
Αἴτησις εἶτα τὸ Κοντάκιον Ἦχὸς β΄.
Θεῖον ἰατρὸν ἐν γῆ πλουτοῦντές σε, Ἀνάργυρε, ἐν θερμοτάτη πίστη καὶ εὐσέβεια σου δεόμεθα∙ πάντα νοσοῦντα καὶ καταπονούμενον, ταῖς λιταῖς σου διάσωσον, τὰς ῥίζας τῶν ἐπωδύνων παθῶν, τῇ τοῦ Σωτῆρος ἰσχύϊ ἐκτέμνων, καὶ ἀναστέλλων τὰς χαλεπὰς τῆς ἀθυμίας ἐπικλύσεις, Παντελεήμων μάρτυς ἀξιάγαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει , καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Πεφυτευμένος ἐν τῷ Οἴκῳ , ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. ς΄. 17-19, θ΄. 1-2, ι΄. 16-21).
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ∙ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δε τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὐτούς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν, ἐμοῦ ἀκούει∙ καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ∙ ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίνων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ἡγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὑτὰ νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε οἱ Ὀρθόδοξοι, πνευματικῶν εὐφρανθῶμεν, δεῦτε τὸν Ἀνάργυρον πάντες καταστέψωμεν θείοις ἄσμασι, πρὸς αὑτὸν λέγοντες∙ ὦ Παντελεήμων, ἰατρὲ νοσούντων ἄριστε, λιμὴν τε εὔδιε, τῶν χειμαζομένων τοῖς πταίσμασι, προφθάσας δὸς τὴν ἴασιν, πᾶσι τοῖς θερμῶς σοι προστρέχουσι, καὶ δεινῶν παντοίων, ἀπάλλαξον ἡμᾶς ταῖς σαῖς εὐχαῖς, καὶ εἰρηναίαν κατάστασιν, τῷ κόσμῳ πρυτάνευσον.
Τὸ Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θείαις , Ἀνάργυρε, εὐχαῖς σου, πρὸς τὸν Κτίστην διάσωσον σὸν δοῦλον∙ συνταράσσει με γάρ, βυθὸς ἁμαρτημάτων, χειμάζει καὶ κλυδώνιον, καὶ φλογμὸς τῶν παθημάτων.
Ἔφθασαν ἅπαντες ἐν πίστει, εἰς λιμένα τοῦ θείου Ἀναργύρου, οἱ ἐν νόσοις δειναῖς, ποντούμενοι βοῶντες∙ εὐχαῖς σου, ὦ Ἀνάργυρε, τὴν ὑγείαν ἡμῖν δίδου.
Ἵνα, Ἀνάργυρε, τιμῶ σε, καὶ δοξάζω τὰ ἔνδοξα σου ἆθλα, ἀσθενείας δεινάς, σὸν δοῦλον τυραννοῦσαν, ἰάτρευσον καὶ δώρησαι, τὴν κατ’ ἄμφω ὑγείαν.
Θεοτοκίον.
Ἔστησας ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον Θεὸν καὶ Βασιλέα, ὡς τεκοῦσα Ἁγνή, ὂν πάντες ἀνυμνοῦμεν, εὐλογημένος λέγοντες, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ προσιοῦσι, τῷ Ναῶ σου Παντελεήμων μάρτυς, ψυχῶν καὶ σωμάτων, λαμβάνουσι τὴν ῥῶσιν.
Ναὸς τοῦ θείου, ἐπὶ γῆς Ἀναργύρου, ἰατρεῖον πρόκειται τοῖς πᾶσι, παύων αὑτῶν νόσους, ψυχῶν τε καὶ σωμάτων.
Σαῖς πρὸς τὸν Κτίστην, Παντελεήμων πρεσβείαις, τοῖς τυφλοῖς παρέχεις ἰατρείαν, καὶ νοσούσης πᾶσι, τὴν ποθητὴν ὑγείαν.
Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς Θεὸν σου, Παρθένε, τῶν τοῦ βίου δυσχερῶν με σὺ σῶσον, καὶ τὸν σάλον παῦσον. ἀσθενειῶν παντοίων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐχαῖς σου τὰς σειρᾷς μου, τῶν πταισμάτων λῦσον, καὶ τὸ χειρόγραφον Μάρτυς, διάῤῥηξον, τῆς ἁμαρτίας τοῦ σοι πιστῶς προσπελάζοντος.
Βοηθείας χεῖρα, προφθάσας ὄρεξόν μοι, καὶ ἀδοκήτων δεινῶν με ἀπάλλαξον, Παντελεήμων , ταῖς θείαις, ὄντως πρεσβείαις σου.
Ὧ Παντελεήμων, στῆσον μου τὸν σάλον, τῶν λογισμῶν καὶ τὴν λύπην κατάπαυσον, τῆς ταλαιπώρου ψυχῆς μου, θεῖε θεῖε Ἀνάργυρε.
Θεοτοκίον.
Μαρία μὴ με δείξῃς, ἐπίχαρμα δαιμόνων, ἐν τῇ τῆς Κρίσεως ὤρα, Πανάμωμε, ἀλλ’ εὐμενῶς τὸν Σωτῆρα, μου εξιλέωσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς μετ’ εὐλαβείας τὴν ἱερὰν, εἰκόνα σου Μάρτυς, προσκυνοῦντας σαῖς ἱεραῖς, πρὸς Θεὸν πρεσβείαις, σῷζε δεινῶν παντοίων, Παντελεήμων θεῖε, ἰατρὲ μέγιστε.
Δόξῃ Ἀθλοφόρε, μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ Παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Παντελεήμων θεῖε, ἰατρὲ ἄμισθε.
Ὡς ἀστὴρ ἀνέτειλας νοητός, ἄθλοις μαρτυρίου, ἀπαστράπτων καὶ τῶν παθῶν, τὴν ἀχλὺν διώκων, Παντελεήμων μάρτυς, τῶν ἐπικαλουμένων σε μετὰ πίστεως.
Τοὺς ἀνευφημοῦντας σε εὐλαβῶς, τοὺς λαμπροὺς ἀγῶνας καὶ τοὺς ἄθλους μάρτυς Χριστοῦ, τὴν τε θείαν μνήμην , τελοῦντας ἐτησίως, Παντελεήμων μάκαρ, σῷζε πρεσβείαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Τροπάριον. Ἠχὸς γ΄.
Ἀθλοφόρε ἅγιε καὶ ἰαματικὲ Παντελεήμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν σὺ παρέχεις τοῖς πιστοῖς, ἀναργύρως μάρτυς παμμάκαρ, Παντελεήμων σοφέ, καὶ τῇ ἱκεσία σου διώκεις πνεύματα, καὶ τυφλοῖς τὴν ἀνάβλεψιν, ἔνδοξε βραβεύεις, ὡς θεράπων γνήσιος, τοῦ Παντεπόπτου Χριστοῦ∙ ὅθεν ἰατρὲ Ὀρθοδόξων, πάντας τοὺς πιστῶς σε ἀνυμνοῦντας, ῥῦσαι ἐκ παντοίας περιστάσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Εγκώμια εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Ποίημα Γ. Ῥυσίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια ·
Ἦχος δ. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφώνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι καὶ θλίψεσι, σπεῦσον συμπαθέστατε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου, νόσων χαλεπὼν, Παντελεῆμον, ἀπάλλαξον ἅπαντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών ·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις Ἅγιε, Παντελεῆμον σοφὲ, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος, μάκαρ· σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν Ἀνάργυρε ἔνδοξε.
Ὅλβιος πέλεις, παῤῥησίαν Ἅγιε, πρὸς τὸν Θεὸν ἐσχηκὼς· τὰς αἰτήσεις, ὅθεν δίδου τοῖς ἱκέταις σου· πίστει καὶ γὰρ προστρέχουσι, τῷ ναῷ σου παμμάκαρ, καὶ τὰς ἰάσεις ἐκδέχονται, πάντες οἱ δεινῶς διακείμενοι.
Δόξης ἐνθέου, ἱερᾶς λαμπρότητος, ἐν οὐρανίοις μοναῖς, ἀξιωθεὶς μάκαρ, διὰ τῆς ἀθλήσεως, τὸ ἔλεός σου πάρεχε, τοῖς αἰτοῦσιν ἐν πίστει, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὦ Παντελεῆμον Ἀνάργυρε.
Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα, εὐλογημένη Ἁγνὴ, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια, ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Παροξύνας ἀμέτρως, τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν ἀτόποις καὶ λόγοις, καὶ ἐνθυμήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, τούτων με ἀπάλλαξον, ὦ συμπαθέστατε.
Ὁ Θεός σε, παμμάκαρ, Νικομηδέων τὸ καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην, πάντων τῶν προστρεχόντων σοι· διὸ ἐκλύτρωσαι, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, θεῖε Ἀνάργυρε.
Ἱκετεύω σε πόθῳ, τοὺς ψυχικοὺς μώλωπας, καὶ τὴν τῆς σαρκός μου δεινὴν, ἀσθένειαν ἴασαι, τῇ πρὸς τὸν Κύριον, Παντελεῆμον θεόφρον, ἐκτενεῖ ἐντεύξει τε καὶ ἱκεσίᾳ σου.
Θεοτοκίον.
Ὡς πανάμωμος Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς Σε ἐκ πάσης θλίψεως.
Διάσωζε, Παντελεῆμον, τοὺς πόθῳ σε ἀνυμνοῦντας, ταῖς πρὸς Θεὸν λιπαραῖς ἱκεσίαις σου πάντοτε, κινδύνων καὶ θλίψεων ἀδοκήτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ πρὸς Θεὸν τὸν Φιλάνθρωπον, παντοίας ἡμᾶς, περιστάσεως λύτρωσαι, καὶ τῆς φοβερᾶς ἐξάρπασον αἰωνίου κολάσεως· σὲ γὰρ προστάτην κεκτήμεθα θερμὸν, Νικομηδέων τὸ ἔνδοξον καύχημα.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Σύ με ἀεὶ Ἅγιε, τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην ἀπάλλαττε ἱκεσίαις σου, σοφὲ Παντελεῆμον, Ὀρθοδόξων τὸ κλέος, τὰς αἰτήσεις παρέχων τῷ δούλῳ σου.
Ὁλοσχερῶς ὑπὸ τὴν σκέπην πάντοτε, Ἀθλοφόρε, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς, καὶ παρακαλῶ, ῥῦσαί με ἀνίας, καὶ πάσης ἄλλης κακώσεως, σοφὲ Παντελεῆμον, ταῖς λιταῖς πρὸς Χριστόν σου· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.
Ἵνα ἡμεῖς, Παντελεῆμον, δοξάζωμεν μετὰ πόθου, Ἅγιε, σὸν ὄνομα, καὶ πᾶς πιστὸς σὲ ἀνευφημῇ, παράσχου παμμάκαρ, ἡμῖν τὸ ἔλεος ἄνωθεν· πλουτεῖς γὰρ παῤῥησίας πρὸς Θεὸν, οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.
Θεοτοκίον.
Νόες Ἁγνὴ, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀΰλων Τάγματα, καὶ ἅπασαι τῶν οὐρανῶν Τάξεις, Ἀγαθὴ, Σὲ ὑμνολογοῦσιν ὡς Βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις προσκυνεῖ Σε Παρθένε· τῷ ἐλέει Σου πάντας οἰκτείρησον.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπὲρ ἥλιον μάκαρ, ἔλαμψας ἐν τῷ κόσμῳ, λαμπηδόσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως, ταῖς ἐλλάμψεσι πάντας, ἐλάμπρυνας· διὸ μετὰ πόθου, Παντελεῆμον, σὲ ὑμνοῦμεν, σαῖς λιταῖς πρὸς Χριστὸν ἡμᾶς φώτισον.
Νῦν σε πίστει καὶ πόθῳ, πάντες εὐφημοῦμεν, Παντελεῆμον μακάριε, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις, πρεσβείαις σου, ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ πάσης ἄλλης κακουχίας, ὡς προστάτης ἡμῶν συμπαθέστατος.
Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν κατεχόντων με κινδύνων, Ἀνάργυρε, Ἀθλητῶν τὸ κλέος, τὸν πιστῶς σε τιμῶντα ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ ἰατρὸς τῶν ἐν ἀνάγκαις, Ἀθλητὰ τοῦ Κυρίου πανεύφημε.
Θεοτοκίον.
Ὦ μητρόθεε Κόρη, Πάναγνε, θεόνυμφε, Θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, Σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα τῶν αἰώνων· τῷ ἐλέει Σου οἴκτειρον ἅπαντας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀνύψωσον, εὐσεβῶν κραταίωμα, τῇ ἀπαύστῳ πρὸς Θεόν σου ἐντεύξει· σὺ γὰρ ἡμῶν ὁ προστάτης ὁ μέγας, καὶ σὲ ὑμνοῦμεν, Ἀνάργυρε πάνσοφε· ἀπάλλαξον πάσης ἡμᾶς, ἀθυμίας ἐν τάχει, ἀοίδιμε.
Νοοῦντες, τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Ἀνάργυρε θεῖε, πάντες πιστοὶ σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν Λυτρωτὴν, τὰς αἰτήσεις ἡμῶν χαριζόμενος.
Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Παντελεῆμον, ἰσχύσωμεν ἅπαντες, τελοῦντές σου τὴν ἱερὰν, καὶ σεβάσμιον Μάρτυς πανήγυριν.
Θεοτοκίον.
Ἡ πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ Πανύμνητος Θεόπαις Μαρία, τῇ πρὸς Θεὸν ἑαυτῆς παῤῥησίᾳ, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν Σου πανευλαβῶς, τὸν πανάγιον τόκον, Θεόνυμφε.
Διάσωζε, Παντελεῆμον, τοὺς πόθῳ σε ἀνυμνοῦντας, ταῖς πρὸς Θεὸν λιπαραῖς ἱκεσίαις σου πάντοτε, κινδύνων καὶ θλίψεων ἀδοκήτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς προστάτης ἀεὶ τῶν πιστῶς δεομένων σου, καὶ μεσίτης θερμὸς, πρὸς τὸν μόνον Πανάγαθον, μὴ παρίδῃς ἡμᾶς καταφυγόντας ἐπὶ σὲ, ἀλλὰ πρόφθασον ἐν πειρασμοῖς, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· τὰχυνον Ἀθλοφόρε, καὶ λύτρωσαι ἐκ κινδύνων, τοὺς προσιόντας σοι θερμῶς, καὶ ὑμνοῦντάς σε, πανεύφημε.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Δίκαιος ὡς φοίνιξ άνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων ἐν βάρει, τυγχάνειν τὸν ἄθλιον, ἀλλ’ ὀξέως ἔγειρον, τὸν ἱκέτην σου, ἀνιστῶν Ἅγιε, ἐκ τῆς ἀπωλείας τῆς ψυχῆς τε καὶ τοῦ σώματος, καὶ διασώζων με, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Παντελεῆμον πάνσοφε, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέγαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος, ἀξιοῦντα ἅπαντας.
Σῶσον ὸ Θεός τὸν Λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον ἐκ θλίψεως παντοίας, τοὺς τιμῶντάς σε, σοφὲ Παντελεῆμον· παῤῥησίας γὰρ σὺ, πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντας, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνω μετὰ τῶν Ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει σε τιμώντων, Παντελεῆμον πρέσβευε, λυτρωθῆναι τῶν κινδύνων.
Ἔφθασαν ἅπαντες ἐν πίστει, εἰς ναὸν τὸν σὸν, Ἀνάργυρε τρισμάκαρ, οἱ ἐν νόσοις δεινοῖς, ποντούμενοι βοῶντες· Παντελήμον Ἅγιε, τὴν ὑγείαν ἡμῖν δίδου.
Θεοτοκίον.
Ἔχεις, ὡς Μήτηρ παῤῥησία, πρὸς τὸν Σὸν Υἱὸν, καὶ Κύριον τοῦ κόσμου· ἐκδυσώπησον οὖν, Παρθένε Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι ἡμᾶς πάντας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱκετεύει ὁ θεῖος Ἀθλοφόρος, Σὲ τὸν μόνον τῆς δόξης Βασιλέα, ἀποσοβῆσαι πᾶσαν νῦν ἀσθένειαν, τῶν ὑμνολογούντων, καὶ παρακαλούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.
Σὲ ὑμνοῦσιν οὐράνιαι χορεῖαι, τὸν Παντάνακτα καὶ Κύριον τῆς δόξης, ἐκδυσωποῦσαι σὺν τῷ ἀθλοφόρῳ Σου, σώζειν τε καὶ σκέπειν, τοὺς εὐσεβοφρόνως, αἰνοῦντάς Σου τὸ κράτος.
Ὦ θεότης, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς τοῦ θεράποντός Σου ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, τοὺς δοξολογοῦντας, καὶ ὑπερυψοῦντάς, Σε πίστει εἰς αἰῶνας.
Θεοτοκίον.
Ἡ Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Δεσπότην ὡς Μήτηρ ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, καὶ παντὸς κινδύνου, τοὺς ὑμνολογοῦντας, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ Ποιητὴν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν, ὑπὲρ τῶν τιμώντων πανευσεβῶς, τὸ ἱερόν σου ὄνομα, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν καὶ χάριν, τὴν σὴν Χριστοῦ ὁπλίτα, Παντελεῆμον ἀξιάγαστε.
Ἐπίβλεψον ἐξ ὕψους Παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει Σου Κύριε, ὡς ἀγαθὸς, λύων τὴν κατήφειαν τῶν πιστῶς, ἐξαιτουμένων ἴασιν, πάσης νόσου, βλάβης καὶ συμφορᾶς, λιταῖς τοῦ Ἀθλοφόρου, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν αὐτοῖς λύτρωσιν.
Θεότης ἑνιαία καὶ φωταυγὴς, Τρισυπόστατε, ἄναρχε Κύριε, μόνε Θεὲ, ὕψιστε Παντάρχα, Παμβασιλεῦ, Σὲ λιτανεύει ἅπασα, καὶ ὑμνεῖ ἡ κτίσις ὡς Πλαστουργὸν, Ἀνάργυρος ὁ θεῖος, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ Ἀσωμάτων τοῖς στρατεύμασιν.
Θεοτοκίον.
Πανάχραντε Μαρία, Μῆτερ Θεοῦ, ἀνωτέρα ἁπάσης τῆς κτίσεως, Σὲ δυσωπεῖ, ὁ Μεγαλομάρτυς καὶ εὐκλεὴ,ς Παντελεήμων ῥύεσθαι, καὶ διαφυλάττειν τοὺς τῷ Ναῷ, αὐτοῦ προσλιπαροῦντας, καὶ ψάλλοντας ἐν πίστει, καὶ κατανύξει τὴν παράκλησιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τοὺς μετ’ εὐλαβείας τῷ ἱερῷ, καὶ θείῳ ναῷ σου, προσιόντας ταῖς πρὸς Θεὸν, θερμαῖς σου πρεσβείαις, ῥυόμενος μὴ παύσῃ, κινδύνων ἀδοκήτων, θεῖε Ἀνάργυρε.
Φρούρει τοὺς τιμῶντάς σε Ἀθλητὰ, καὶ εὐσεβοφρόνως, προσφοιτῶντας τῷ σῷ ναῷ, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, σοφὲ Παντελεῆμον, ταῖς ἱκεσίαις σου.
Δέξαι, ὦ Ἀνάργυρε ἀθλητὰ, λιταῖς τῶν σῶν δούλων, ὡς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες ἁμαρτημάτων λύσιν, ταῖς ἱκεσίαις σου.
Ἔχει μὲν τὸ πνεῦμά σου οὐρανὸς, ἡμεῖς δὲ πλουτοῦμεν, τὸν πανάγιόν σου Ναὸν, ὅν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶμεν καὶ δοξάζομεν, ὦ Ἀνάργυρε.
Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστὼς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ Αὐτοῦ, ἄφεσιν δοθῆναι, σοφὲ Παντελεῆμον, καὶ τῶν ἐπερχομένων, δεινῶν τὴν λύτρωσιν.
Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε, ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς Σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις, τῆς κυησάσης Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, Παντελεῆμον σοφὲ, Ἅγιε Ἀνάργυρε, τοῖς σοὶ προστρέχουσι· φυγαδεύεις δαιμόνων γὰρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δὲ, τῇ προστασίᾳ σου· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.
Πάντας ἐλεεῖς Μάρτυς Χριστοῦ, τοὺς σοὶ προσδραμόντας ἐν πίστει, ἐν τῷ σεπτῷ σου Ναῷ, Ἅγιε Ἀνάργυρε, ἀξιοθαύμαστε· διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ἐκλύτρωσαι τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, καὶ τῆς ἐν γεέννῃ κατακρίσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Εγκώμια εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων
Πηγή
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον και Ιαματικό Παντελεήμων
Ποίημα ἐκ χειρογράφου τῆς Ἱερᾶς Μονῆς Ἁγίου Παντελεήμονος Ἁγίου Ὅρους
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, ἐκδυσωποῦντες ἐκτενῶς ὡς ἡμέτερον, θερμὸν προστάτην ἄγρυπνον φρουρὸν καὶ ἰατρόν, Ἅγιε Ἀνάργυρε, πρὸς αὐτὸν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, ἀναγκῶν καὶ κινδύνων, Παντελεῆμον πάνσοφε ἡμᾶς, τοὺς μετὰ πόθου, ψυχῆς προσιόντας σοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, σὲ παρακαλοῦμεν, ἐκζητοῦντες ἀπαλλαγήν, Χριστοῦ Ἀθλητὰ Παντελεῆμον, τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.
Παθῶν ἡμᾶς θλίβουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαι ἡμῶν ψυχάς, ἐκδίωξον ταύτην Ἀθλοφόρε, ὁ ταχινὸς ἀντιλήπτωρ τῆς ποίμνης σου.
Σωτῆρά σε ἔχοντες καὶ φρουρόν, δυσωποῦμεν μάκαρ, λυτρωθῆναι τῶν δυσχερῶν, νοσημάτων πάντων Ἀθλοφόρε, Παντελεῆμον σοφὲ συμπαθέστατε.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατρόν σε καὶ ῥύστην παθῶν ἡμῶν ἔχομεν, ὦ Παντελεῆμον παμμάκαρ, τούτων ἐκλύτρωσε, πάντα ἰώμενος, τῶν νοσημάτων τὰ ἄλγη, τῆς ψυχῆς καὶ σώματος, θεῖε Ἀνάργυρε.
Ἱκετεύομεν μάκαρ τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσασθαι, σὲ γὰρ πανάγιε, γαληνιαῖον λιμένα, ἔχοντες προσφεύγομεν, οἱ χειμαζόμενοι.
Εὐεργέτην καὶ σώστην σὲ ἐπιγραφώμεθα, ὡς εὐεργεσίας ποιοῦντα πᾶσι τῆς χρήζουσι, πάντας γὰρ Ἅγιε, Παντελεῆμον τοὺς πίστει, ἐλεεῖς καλοῦντάς σου, τὸ θεῖον ὄνομα.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε Σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρὸν πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων τὴν ποίμνην σου Ἀθλοφόρε, ὅτι πάντες ἐν συμφοραῖς εἰς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, παμμάκαρ ἀεὶ ἐν πάσαις περιστάσεσιν, Ἀθλητὰ σὲ ἔχομεν, τὴν σὴν ποίμνην τάχος ἐκλύτρωσαι, παντοίων θλίψεων καὶ ἀναγκῶν, τὸν σὲ καὶ μόνον, προστάτην ἔχουσαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων Ἀνάργυρε, πλησθέντων ἡμῶν νῦν τάχος ἐξάλειψον, διπλῆν ἴασιν δωρούμενος, τῆς ψυχῆς παμμάκαρ καὶ τοῦ σώματος.
Εὐσπλαγχνίᾳ ἐπίβλεψον, ὦ Παντελεήμων Μάρτυς τῇ ποίμνῃ σου, ταύτην πάντων ἐκλυτρούμενος, τῶν δεινῶν παντοίων τε κακώσεων.
Ἐπὶ κλίνης ὀδύνης τε, καὶ τῆς ἀῤῥωστίας κατακείμενοις νῦν, ὡς φιλέλεος βοήθησον, τοῖς σοῖς δούλοις Μάρτυς ἀξιάγαστε.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον σοφέ, εὐφροσύνης τὴν ζωὴν ἡμῶν, τὸ σὸν νῦν ἔλεος ἀφθόνως διδούς, Παντελεῆμον ἡμῖν ἅπασι τοῖς δούλοις σου.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Ἀθλοφόρε Χριστοῦ, καὶ αἰωνίας τυχεῖν λυτρώσεως, καὶ Βασιλείας τῷ Χριστῷ πρέσβευε.
Ἴασαι ἡμῶν, τὴν κατ’ ἄμφω νῦν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιούμενος, καὶ τὴν ὑγείαν, σαῖς πρεσβείαις ἡμῖν δώρησαι.
Θεοτοκίον.
Λύσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην σε, ἀληθῶς γινώσκομεν, καὶ φρουρὸν Παντελεῆμον παμμάκαρ, τῶν πειρασμῶν, διαλύοντα ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνοντα, δεόμεθά σου οὖνἀεί, ἐκ πασῶν ἀναγκῶν ἡμᾶς λύτρωσαι.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ πασῶν σε ἰατρὸν άλγηδόνων, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι μάκαρ, τῇ προστασίᾳ τῇ σῇ ἀγαλλόμενοι, ὦ Ἅγιε καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Ἐπίκουρον, σὲ ἐν θλίψεσι πάσαις, καὶ τῶν νόσων ἰατρὸν Ἀθλοφόρε, Παντελεῆμον παμμάκαρ σπουδαῖον, καὶ ποταμὸν δωρεῶν σὲ γινώσκομεν, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὸν καὶ ὀξὺν ἀντιλήπτορα.
Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεός, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων τὴν ποίμνην σου Ἀθλοφόρε, ὅτι πάντες ἐν συμφοραῖς εἰς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μιμητὴς ὢν παμμάκαρ τοῦ ἐλεήμονος, καὶ τὴν χάριν λαβὼν παρ’ Αὐτοῦ τῶν ἰάσεων, μὴ παρίδῃς τοὺς ἐν πολλαῖς κακώσεσιν ἡμᾶς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· φεῖσαι Παντελεῆμον, καὶ σπεῦσον εἰς θεραπείαν, ὁ προστατεύων σὺ ἀεί, Ἀθλοφόρε τῶν τιμώντων σε.
Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτεύμενος ἐν τῷ οἴκῳ Κύριου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. ς΄. 17-19, θ΄. 1-2, ι΄. 16-21).
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ∙ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δε τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὐτούς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν, ἐμοῦ ἀκούει∙ καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ∙ ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίνων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ἡγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὑτὰ νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρουπρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σῶν δούλων, Ἀθλοφόρε ἔνδοξε, ἀλλὰ δέξαι τάχιστα καὶ βοήθησον, θλίψει ὀδύνη τε, πλείστῃ παλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην σε ἔχουσιν, ἡμῖν καὶ σοὶ πίστει προσφεύγουσι· λύτρωσον οὖν τὴν ποίμνην σου, πάσης καὶ παντοίας κακώσεως, ἴασιν ἀφθόνως, ψυχῶν τε καὶ σωμάτων δωρεάν, ταχὺ παρέχων Ἀνάργυρε, πᾶσι τοῖς οἰκέταις σου.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θελητὴν τοῦ ἐλέους· δι’ ὃν ἤθλησας μάκαρ στεῤῥῶς δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας θεῖε Ἀνάργυρε, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ὁ ἰαμάτων λαβών, παρὰ Χριστοῦ τὴν χάριν.
Θησαυρόν σε χαρίτων καὶ πηγὴν ἰαμάτων Ἅγιε ἔχομεν, πολεμίων τε πᾶσιν, ἐχθροῖς τοῖς ἀοράτοις, ὁρατοῖς τε μὴ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονομίσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, ἣν προστάτην ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς ὦ Μάρτυς ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὰς ἀσθενείας, τὰς τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς Ἀθλοφόρε τὰ ἄλγη, τῶν ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς καλοῦσί Σε θεοφόρον, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς προσβολᾶς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς ἡμῶν καρδίας, πλήρωσον ὦ Μάρτυς, τῶν νοσημάτων τὰ ἄλγη ἰώμενος, Παντελεῆμον προστάτα ἡμῶν θερμότατε.
Πρεσβείαις σου παμμάκαρ, Κύριον δυσώπει, ἐν τῇ ἡμέρᾳ τῆς δίκης εὐΐλατον, ἡμῖν γενέσθαι τοῖς πίστει σοι προστρέχουσι.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντας παμμάκαρ θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μεταποιούμενοι.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Θεῖον σε προστάτην ἐν τοῖς δεινοῖς, οἱ συνειλεγμένοι θείῳ ζήλῳ τῶν μοναστῶν, παρὰ τῷ λαῷ σου Παντελεῆμον Μάρτυς, κεκτήμεθα βοῶντες, φρούρει τοὺς δούλους σου.
Τὰ θεῖα σου λείψανα Ἀθλητᾶ, τοὺς πίστει τιμώντας ἐκ κινδύνων τῶν δυσχερῶν, καὶ πάσης ἀνάγκης διάσωζε λιταῖς σου, σοφέ Παντελεῆμον, ἀξιοθαύμαστε.
Μαρτύρων ἀγλάισμα εὐκλεές, ὦ Παντελεῆμον, προσκυνοῦμεν σε οἱ πιστοὶ, ῥῦσαι πάσης νόσου, καὶ γεένης σοὺς δούλους, λιταῖς σου πρὸς τὸν Κτίστην, ἀξιοθαύμαστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἀγλάϊσμα Παντελεῆμον σοφέ, ἐδείχθης μακάριε ἰατρὸς ἄμισθος, τοῖς πίστει προστρέχουσιν, πόθῳ ἐν τῷ πανσέπτῳ, καὶ ἁγίῳ ναῷ σου, ἴασιν νοσημάτων, καὶ παντοίων κινδύνων, παρέχων ἀενάως Ἀθλητὰ ταῖς ἱκεσίαις σου.
Ἔκτενῆς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, ἐλεεῖς ὡς ἀληθῶς, τοὺς προσκαλουμένους σε πίστει, ἐν ταῖς ἀνάγκαις αὐτῶν, ἕτοιμος γενόμενος, προστάτης καὶ λυτρωτής, ἐν κινδύνοις καὶ θλίψεσι, τὴν ἐπωνυμίαν, ἔχων ἀληθεύουσαν, Παντελεῆμον σοφέ, θεῖε, τοῦ Χριστοῦ Ἀθλοφόρε· ὅθεν καὶ ἡμᾶς δεομένους, πίστει πάσης θλίψεως ἐκλύτρωσαι.
Πάντες σοι προσπίπτομεν πιστῶς, Μάρτυς τοῦ Χριστοῦ γενναιόφρων, Παντελεῆμον σοφέ, ῥῦσαι πάσης θλίψεως δεινῆς πορώσεως, τοὺς οἰκέτας σου τάχιστα, γεένης καὶ ζόφου, πάσης τε κολάσεως καὶ περιστάσεως, ταῖς πρὸς τὸν Χριστὸν σαῖς πρεσβεῖαις, ὡς τῶν Ὁρθοδόξων προστάτης καὶ ἀβοηθήτων ἡ ἀντίληψις.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.