ΚΑΘΊΣΜΑΤΑ ΤΟΎ ΟΡΘΡΟΥ.
Τροπάρια καὶ Εὐχαὶ
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κραταιὰ βοήθεια τῶν θλιβομένων Παρθένε, καὶ θερμὴ
ἀντίληψις ἁμαρτωλῶν Θεοτόκε, ῥῦσαι με τῆς τῶν δαιμόνων μηχανουργίας, πρόφθασον καὶ βοηθείας ὄρεξονα χεῖρα,
δόλῳ γάρ με κατωθοῦσιν ἀναισθητοῦντα πρὸς τὴν ἀπώλειαν.
Εὐχὴ τοῦ Μεγάλου Βασιλείου
Εὐχαριστοῦμεν σοι Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν,
διαπαντὸς πρὸς σὲ ἀποβλέπωμεν τὸν Σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ, καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν
κοιτῶν ἡμῶν, καὶ ἔστησας ἡμᾶς εἰς προσκύνησιν τοῦ ἁγίου σου ὀνόματος.
Διὸ δεόμεθά σου Κύριε, δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα
καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι
ἀδιαλείπτως, ἐν φόβῳ καὶ τρόμῳ τὴν ἑαυτῶν σωτηρίαν
κατεργαζόμενοι.
Ἐπάκουσον Δέσποτα, καὶ ἐλέησον ἡμᾶς· καὶ σύντριψον
ὑπὸ τοὺς πόδας ἡμῶν τοὺς ἀοράτους ἐχθροὺς καὶ πολεμίους ἡμῶν· ὅτι σὺ εἶ μόνος βοηθὸς καὶ ὑπερασπιστὴς τῆς
ζωῆς ἡμῶν, καὶ σὲ εὐλογοῦμεν εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.