Τετάρτη 2 Οκτωβρίου 2024

Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης!

 




Χαιρετισμοί εις τους Αγίους Κυπριανόν και Ιουστίνης

 

Ἦχος πλ. δ΄. Τὴ ὐπερμάχω.

Τὸν ἐκ τὴς πλάνης ὡς ἀστέρα ἀναλάμψαντα, Κυπριανὸν τὸν θεοφάντορα τιμήσωμεν, σῦν αὐτῶ καὶ Ἰουστίναν τὴν μακαρίαν· ὁ μεν ὤφθη Ἱεράρχης ἐνθεώτατος, ἡ δὲ νύμφη τοῦ Σωτήρος ἐχρηματισε· Τοῦτοις λέγοντες· Ἀθληταὶ Χριστοῦ χαίρετε!

Ἄγγελος ἐν τῷ βίῳ, προσελθὼν τῷ Κυρίῳ, σοφὲ Κυπριανὲ ἀνεδείχθης (ἐκ γ’)· καὶ ἀριστεύσας ἀθλητικῶς, ἐπουρανίων ἐπάθλων ἠξίωσαι, διό σου τὴν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς αὐγάζει·

Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς στενάζει.

Χαῖρε, τῶν πεσόντων τῇ πλάνη ἀνόρθωσις·

Χαῖρε, τῶν δογμάτων τοῦ σκότους ἀπώθησις.

Χαῖρε, ὕψος ἐπιγνώσεως τῆς κενώσεως Χρίστου·

Χαῖρε, βάθος πάσης χάριτος βίου Εὐαγγελικοῦ.

Χαῖρε, ὅτι έπέγνιυς τοῦ ἐχθροῦ τὴν ἀπάτην·

Χαῖρε, ὅτι διέγνως τοῦ Θεοῦ τὴν ἀγάπην.

Χαῖρε ἀστήρ τῆς θείας χρηστότητος·

Χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη·

Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς κατεπλάγη.

Χαίροις Κυπριανὲ μακάριε!

Βλέμμα τὸ τῆς ψυχῆς σου, ἤνοιξας ὡς ἀγχίνους, καὶ εἶδες καὶ  ἐπέγνως θεόφρον, τὸ θαυμαστὸν ὡς ἀληθῶς φῶς, τοῦ πρὸς γνῶσιν σε ἀληθῆ καλέσαντος, Χριστοῦ τοῦ Παντοκράτορος, Κυπριανὲ ὧ ἀνεβόας·

Ἀλληλούια.

Γνώσει τῆς ἀληθείας, αύγασθεῖσα θεόφρον, ἀπεῖπας τῶν ματαίων τὴν ὕλην, καὶ παρθένος ὤφθης ἐκλεκτή, Ἰουστίνα τὸν Χριστὸν ἀγαπήσασα· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα·

Χαῖρε, τὸ ἄνθος τῆς παρθενίας·

Χαῖρε, τὸ κρίνον τῆς εὐσεβείας.

Χαῖρε, μυροθήκη ἠθῶν καθαρότητος·

Χαῖρε, συστοιχία ἀπάσης σεμνότητος.

Χαῖρε, σκεῦος πολυτίμητον ἐπιπνοίας θεϊκῆς·

Χαῖρε, ἄρωμα οὐράνιον εὐωδίας μυστικῆς.

Χαῖρε, ὅτι τοῦ κόσμου ὀλοτρόπως ἀπέστης·

Χαῖρε, ὅτι τῷ Λόγῳ νοητώς ἐνυμφεύθης.

Χαῖρε, Χριστοῦ ἀγάπης θησαύρισμα·

Χαῖρε, φωτὸς ἀύλου ἐναύλισμα.

Χαῖρε, φθαρτῶν ὑπερόπτις ἁπάντων·

Χαῖρε, καλῶν κοινωνία ἀφθάρτων.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Δύναμιν οὐρανόθεν, δεδεγμένη θεόφρον, ἀπώσω τοῦ ἐχθροῦ τὴν μανίαν, καὶ τὴν κατὰ σοῦ ὁρμὴν αὐτοῦ, ὡς παίδων διαλέλυκας ἀθύρματα , Ἰουστίνα πανεύφημε, τῷ σὲ δυναμοῦντι βοῶσα·

Ἀλληλούια.

Ἔκαυσας παῤῥησία, ὡς ὕλην ἀπωλείας, τὰς δέλτους τῆς κακίστης μαγείας, καὶ ἐδέξω ἔνδον ἐν ψυχὴ , τοῦ Παρακλήτου Κυπριανὲ τὴν ἔλλαμψιν, δι’ ἧς ὡς φῶς ἐξέλαμψας, καταφωτίζων τοὺς βοῶντας·

χαῖρε, τῆς πλάνης ὁ καθαιρέτης·

χαῖρε, τοῦ ψεύδους ὁ ἀναιρέτης.

χαῖρε, ὁ γνωρίσας ἐχθροῦ τὴν ἀσθένειαν·

χαῖρε, ὁ πλουτήσας Χριστοῦ τὴν εὐμένειαν.

χαῖρε, ἔργον περιλάλητον ἀλλοιώσεως σεπτῆς·

χαῖρε, πλοῦτος πολυποίκιλος γνώσεως τῆς θεϊκῆς.

χαῖρε, ὅτι ἐπλήσθης φωτισμοῦ οὐρανίου·

χαῖρε, ὅτι ἐπήρθης μετοχῆς ἐπιγείου.

χαῖρε, παθῶν νεκρώσας τὸ ὅρμημα·

χαῖρε, ψυχῆς ζωώσας τὸ φρόνημα.

χαῖρε, Χριστοῦ ἐρασθείς τῆς πτωχείας·

χαῖρε, κενῆς μακρυνθείς εὐδοξίας.

Χαίροις Κυπριανὲ μακάριε!

Ζῆλον τὸν πρὸς τὰ χείρω, μεταθέμενος Πάτερ, πρὸς ἔφεσιν καὶ πόθον τῶν θείων Ἀποστόλων, ὤφθης ζηλωτής, ὡς ἐν σοφία πολὺς καὶ περίδοξος, σοφῶς γὰρ ὑποτέταξαι, Κυπριανὲ ὧ καὶ ἐβόας·

Ἀλληλούια.

Ἤρθης πρὸς θεῖον ὕψος, ἐν Χριστῷ συνδεθεῖσα, Κυπριανῶ τῷ παμμακαρίστῳ· καὶ πολιτείαν ἤσκεις σεμνήν, τῇ Ἐκκλησία διακονοῦσα πάνσεμνε  διὸ Ἰουστίνα σε, τιμῶντες ἐκβοῶμεν οὔτω·

Χαῖρε, παρθένος ἡ μακαρία·

Χαῖρε, τῆς χάριτος γεωργία.

Χαῖρε, τὸν Χριστὸν ἐκ καρδίας ποθήσασα·

Χαῖρε, τοῦ ἐχθροῦ τὴν ἀπάτην μισήσασα.

Χαῖρε, βίου καθαρότητος ἀκηλίδωτος εἰκών·

Χαῖρε, ἔμψυχον ὑπόδειγμα τῶν παρθένων τῶν σεμνῶν.

Χαῖρε, ὅτι ἐκλύεις τὴν ὁρμήν τοῦ δολίου·

Χαῖρε, ὅτι ἐκφαίνεις τὴν ἰσχύν τοῦ Κυρίου.

Χαῖρε, ἀμνὸς Χριστοῦ καλλιπάρθενος·

Χαῖρε, καλὴ ἐν πᾶσι καὶ ἄμεμπτος.

Χαῖρε, δι’ ἧς ἡ κακία τροποῦται·

Χαῖρε, δι’ ἧς ὁ βελιαρ νεκροῦται.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Θεολήπτῳ καρδία, καὶ ἀγάπη τελεία, Χριστῷ ἐφεπομένη Ἁγία, σὺν Κυπριανῶ τῷ ίερῶ, ἀθλητικὸν διηνύσατε στάδιον· καὶ νῦν ταῖς ἄνω τάξεσι, συνόντες Χριστῷ ἐκβοᾶτε·

Ἀλληλούια.

Ἱεράρχης θεόφρον, καὶ πιστὸς οἰκονόμος, τῶν θείων μυστηρίων παμμάκαρ, ἐδείχθης νεῦσει θεαρχικῆ, Κυπριανὲ καὶ τῷ Θεῷ ὡδήγησας , λόγοις ὁμοῦ καὶ πράξεσι, τοὺς ἐκβοῶντας σοι τοιαῦτα·

Χαῖρε, ποιμὴν Χριστοῦ τῶν προβάτων·

Χαῖρε, πηγὴ ἀύλων ναμάτων.

Χαῖρε, ὁ διδάξας Χριστοῦ τὴν χρηστότητα·

Χαῖρε, ὁ ἐκλάμψας ζωῆς καθαρότητα.

Χαῖρε, ἱεράρχης Ὅσιος καὶ ἐν δόγμασι σοφός·

Χαῖρε, θεηγόρος ἔνθεος καὶ ποιμὴν ἀληθινὸς.

Χαῖρε, ὅτι ποιμαίνεις ίερέυς τὴν σὴν ποίμνην·

Χαῖρε, ὅτι ἐκτρέπεις τῆς ἀπάτης τὴν λύμην.

Χαῖρε, σπορεῦ δογμάτων τῆς πίστεως·

Χαῖρε, τομεῦ σπερμάτων τοῦ χείρονος.

Χαῖρε, ψυχῶν καλλονῆς εἰσηγήτωρ·

Χαῖρε, καλῶν προκοπῆς ὑφηγήτωρ.

Χαίροις Κυπριανὲ μακάριε!

Κῆρυξ τῆς ἀληθείας καὶ φωστὴρ Ἐκκλησίας καὶ σάλπιγξ εὐσπλαγχνίας τῆς θείας, τοῖς εἴδεσι πάσης ἀρετῆς κεκοσμημένος Κυπριανὲ πέφηνας· τὴν θύραθεν σοφίαν γάρ, ὑπέταξας Θεῶ κραυγάζων·

Ἀλληλούια.

Λάμπουσα πολιτεία, Ἰουστίνα ἁγία, προσήγαγες ὡς προῖκα Κυρίῳ, ἀθλήσασα ἀνδρεία ψυχῆς, τῶν σῶν αἱμάτων τὴν χύσιν πανεύφημε· ἐντεῦθεν σου τὴν ἄθλησιν, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε, λαμπᾶς τῆς θείας ἀγάπης·

Χαῖρε, βολὲς κατὰ τῆς ἀπάτης.

Χαῖρε, μαρτυρίου τοὺς πόνους ἐνέγκασα·

Χαῖρε, τῶν τυράννων τὸ θράσος ἐλέγξασα.

Χαῖρε, ἀσθενείᾳ φύσεως καθελοῦσα τὸν ἐχθρόν·

Χαῖρε, εὐσεβείας σκάμμασι μεγαλύνασα Χριστόν.

Χαῖρε, ὅτι βασάνων τὰς ὀδύνας ὑπέστης·

Χαῖρε, ὅτι ἐν δόξῃ πρὸς τὰ ἄνω μετέστης.

Χαῖρε, Χριστοῦ ὁρῶσα τὴν ἔλλαμψιν·

Χαῖρε, ψυχῶν ζωοῦσα τὴν νέκρωσιν.

Χαῖρε, ζωῆς ἀθανάτου πυξίον·

Χαῖρε, χαρὰς ἀϊδίου δοχεῖον.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Μαρτυρίου τὸν δρόμον, Ἰουστίνα θεόφρον, τελέσασα ψυχὴ ἀνενδότο, σῦν τῷ ἁγίῳ Κυπριανῶ, ὑπερκοσμίου εὐκλείας ἐτύχετε, δαιμόνων τὴν ἐπήρειαν, ἐκτρέποντες ἐκ τῶν βοῶντων·

Ἀλληλούια.

Νεκρωθεὶς τοῖς ἐν κόσμῳ, Ἱεράρχα θεόφρον, μιμούμενος Χριστὸν τὸν Σωτῆρα , τούτου τὸ πάθος Κυπριανέ, ἐζήλωσας ἀθλήσας ὥσπερ ἄσαρκος, δαιμόνων ἅπαν τέχνασμα, ἀποτρέπων ἐκ τῶν βοώντων·

Χαῖρε, ὁ κῆρυξ τῆς εὐσεβείας·

Χαῖρε, ἡ πτῶσις τῆς ἀνομίας.

Χαῖρε, Ἱεράρχα καὶ Μάρτυς ἀήττητε·

Χαῖρε, μυστηπόλε τῶν ἄνω περίδοξε.

Χαῖρε, ξίφος τὸ ἀμφίστομον μαγικῶν ἐνεργειῶν·

Χαῖρε, μάστιγξ ὀλετήριος χαλεπῶν μαγγανειῶν.

Χαῖρε, ὅτι ἐλέγχεις τῶν εἰδώλων τὸν δόλον·

Χαῖρε, ὅτι ἰθύνεις πρὸς οὐράνιον δρόμον.

Χαῖρε, Χριστοῦ κηρύττων τὴν κένωσιν·

Χαῖρε, ἐχθροῦ ἀπείργων τὴν δύναμιν.

Χαῖρε, ῥοαῖς φοινιχθείς τῶν αἱμάτων·

Χαῖρε, αὐγὴν ἀπαστράπτων θαυμάτων.

Χαίροις Κυπριανὲ μακάριε !

Ξενοτρόπως ἐποίφθης, καὶ ἐδήλωσας Πάτερ, τὴν σὴν ὡς ἀληθῶς

εὐδοκίαν ὅθεν ἀγαλλομένη ψυχὴ , τὸν σὸν ἅγιον οἶκον οἰκοδομῆσαν, Κυπριανέ μακάριε, ἒν ὢ βοῶμεν τῇ Τριάδι·

Ἀλληλούια.

Ὅλῳ νοῖ Κυρίῳ τῶν ψυχῶν τῷ νυμφίῳ, προσέχουσα σεμνὴ Ἰουστίνα, βίον διήνυες ἱερὸν καὶ μαρτυρίου ὑπῆλθες τὸ στάδιον, διὸ τὴν καρτερίαν σου ἀγάμενοι πιστῶς βοῶμεν·

Χαῖρε, Κυρίῳ ἡ νυμφευθεῖσα·

Χαῖρε, τοῦ κόσμου ἡ χωρισθεῖσα.

Χαῖρε, παρθενίας τὸ θεῖον ὀσφράδιον·

Χαῖρε, σωφροσύνης τὸ ἔμπνουν ἀλάβαστρον.

Χαῖρε, θείας ἐπιλάμψεως ὄργανον τὸ μυστικόν·

Χαῖρε, χάριτος τοΰ Πνεύματος σκήνωμα τὸ ἱερόν.

Χαῖρε, ὅτι ἐπήρθης τῇ ἀγάπῃ τοῦ Κτίστου·

Χαῖρε, ὅτι ἐλύθης τοῦ ῥοώδους σαρκίου.

Χαῖρε, σεμνῶν παρθένων ἀγλάισμα·

Χαῖρε, στεῤῥῶν Μαρτύρων ὡράισμα.

Χαῖρε, πιστῶν ἡ πτεροῦσα τὸν πόθον·

Χαῖρε, Χριστοῦ γεωργοῦσα τὸν λόγον.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Πλήρης οὖσα Ἁγία, τῆς ἀγάπης τῆς θείας, μακρῦνασα τὸν νοῦν τῶν γηίνων , οὐκ ᾐσθάνου πόνων ἀλγεινῶν, προσαγομένων τῷ θείῳ σου σώματι, ἀλλ’ ἀνέπαφος μένουσα Ἰουστίνα ἐβόας·

Ἀλληλούια.

Ῥείθροις τῶν σῶν αἱμάτων, τὴν στολήν σου φοινίξας, σοφὲ Ἱερομάρτυς Κυρίου, ἀνῆλθες πρὸς τὴν ἄνω σκηνήν, Κυπριανὲ τὰ ὑπὲρ νοῦν θεώμενος, καὶ Χριστὸν ἰλεοῦμενος, τοῖς πίστει σοι ἀεὶ βοῶσι·

Χαῖρε, τὸ κλέος τῶν Ἐπισκόπων·

Χαῖρε, ἡ δόξα τῶν Ἀθλοφόρων.

Χαῖρε, ἱερέων ὡραῖος διάκοσμος·

Χαῖρε, εὐσεβούντων ὁ θεῖος διδάσκαλος.

Χαῖρε, ζηλωτὴς θερμότατος Ἀποστόλων τοῦ Χριστοῦ·

Χαῖρε, Ἀθλητὴς στεῤῥότατος τοῦ τῶν ὅλων Ποιητοῦ·

Χαῖρε, ὅτι τὴν Κάραν ἀπετμήθης προθύμως·

Χαῖρε, ὅτι θεόθεν ἐδοξάσθης ἀξίως.

Χαῖρε, Χριστοῦ πιών τὸ ποτήριον·

Χαῖρε, ἡμῶν τὸ θεῖον προσφύγιον.

Χαῖρε, οἴκου τοῦ σεπτοῦ σου προστάτης·

Χαῖρε, δεινῶν μαγειῶν καταλῦτης.

Χαίροις Κυπριανὲ μακάριε!

Σῶμα σου Ἱεράρχα, μετὰ τέλος τὸ θεῖον, ὁμοῦ καὶ τῆς σεμνῆς Ἰουστίνης, χαριτωθέντα παρὰ Θεοῦ, τῇ παλαιὰ Ῥώμη πιστῶς μετήνεγκαν, ἰάματα βλυστάνοντα, τοῖς προσιοῦσι καὶ βοῶσιν·

Ἀλληλούια.

Τοῦ νυμφῶνος τοῦ θείου, ἔνδον χοροβατοῦσα, ὡς νύμφη τοῦ Χριστοῦ Ἰουστίνα, τοῦτον σου τὸν ἅγιον οἶκον, σὺν τῷ κλεινῷ Κυπριανῶ φυλάττετε , ἐκ πάσης περιστάσεως , ἀεὶ βοῶντα σοι θεόφρον·

Χαῖρε, Χριστοῦ ὁρῶσα τὸ κάλλος·

Χαῖρε, ἐχθροῦ πατοῦσα τὸ κράτος.

Χαῖρε, τῶν ἀύλων Ἀγγέλων συνόμιλε·

Χαῖρε, τῶν Ἁγίων Μαρτύρων ὁμόσκηνε.

Χαῖρε, σκέπη καὶ κραταίωμα τοῦ παρόντος σου οἴκου·

Χαῖρε, πτῶσις καὶ κατάργησις τῆς δαιμονικῆς ὁρμῆς.

Χαῖρε, ὅτι παρέχεις ἀθυμίας τὴν λύσιν·

Χαῖρε, ὅτι έκφαίνεις τὴν θεόσδοτον κτῆσιν.

Χαῖρε, παθὼν καθαίρουσα βόρβορον·

Χαῖρε, πιστῶν εὐφραίνουσα ὅμιλον.

Χαῖρε, δι’ ἧς κατῃσχύνθη ἡ πλάνη·

Χαῖρε, δι’ ἧς ἡ άλήθεια λάμπει.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Ὑψωσον τὰς σὰς χεῖρας , πρὸς Χριστὸν Ἰουστίνα, ὑπὲρ τῆς λογικῆς ταύτης ποίμνης, σὺν τῷ ἱερῷ Κυπριανῶ, ὡς ἂν πάσης ἀνάγκης καὶ κακώσεως, ἀπαύστως ἐκρυώμεθα, οἱ τῇ Τριάδι ἐκβοῶντες·

Ἀλληλούια.

Φῶς τὸ ἄυλον βλέπων, τῆς Ἁγίας Τριάδος, σοφὲ Κυπριανὲ σὺν Ἀγγέλοις, τὸν οἶκον σου τοῦτον τὸν σεπτόν, τῆς τῶν παθῶν σκοτομήνης ἀπάλλαξον, πρὸς σὲ γὰρ σπεύδει πάντοτε, καὶ εὐλαβῶς σοι ἀνακράζει·

Χαῖρε, οἴκου σου ὁ ἀντιλήπτωρ·

Χαῖρε, πενθούντων ὁ παρακλήτωρ.

Χαῖρε, τῆς μαγείας ἐκλύων τὴν δύναμιν·

Χαῖρε, τῶν δαιμόνων ἐκτρέπων τὴν σύναρσιν.

Χαῖρε, ὅτι ἐθεράπευσας τὴν γυναῖκα τῶν δεινῶν·

Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρὸν.

Χαῖρε, ὁ ἰατρεύσας νεανίαν τοῦ πάθους·

Χαῖρε, ὁ ἀπαλλάττων τοὺς πιστοὺς πάντοτε ἄλγους.

Χαῖρε, ἐχθροῦ ἀπείργων τὰ φάσματα·

Χαῖρε, πιστοῖς παρέχων ἰάματα.

Χαῖρε, παθῶν διαλύων τὸν ζόφον·

Χαῖρε, ψυχῶν θεραπεύων τὸν πόνον.

Χαίροις Κυπριανὲ μακάριε!

Χαίρει Ἱερομάρτυς , ὁ ἅγιος σου οἶκος, φρουρόν σε καὶ ἔφορον πλούτων, Κυπριανὲ θαυματουργὲ καὶ τῇ σῇ προστασίᾳ ἀεὶ σπεύδων κηρύττει σου τά θαύματα, τῷ σὲ δοξάσαντι βοῶν·

Ἀλληλούια.

Ψαλμοσῦνθετον αἶνον, σοὶ προσάγομεν πάντες ὑμνοῦντες σου τῶν ἄθλων τὸ γέρας, ὧ Ἰουστίνα μάρτυς Χριστοῦ· ἀλλ’ ἀεὶ τὸν σὸν νυμφίον ἱκέτευε, χάριν ἡμῖν καὶ ἔλεος, δοῦναι τοῖς πόθο σοὶ βοῶσι·

Χαῖρε, Χριστοῦ ἀκήρατος νύμφη·

Χαῖρε, πιστῶν ἀήττητος νίκη.

Χαῖρε, εὐσεβείας τὸ κράτος ἐκφήνασα·

Χαῖρε, δυσσεβείας τὴν πλάνην αἰσχύνασα.

Χαῖρε, φῶς τῷ τρισαυγέστατον δεχομένη δαψιλώς·

Χαῖρε, πάντων προστατεύουσα τῶν τιμώντων σε πιστώς.

Χαῖρε, Παρθενομάρτυς θαυμαστὴ Ἰουστίνα·

Χαῖρε, τῆς Ἐκκλησίας μυστικὴ δαδουχία.

Χαῖρε, δι’ ἧς παθῶν ἰαθήσομαι·

Χαῖρε, δι’ ἧς φωτὸς έμπλησθήσομαι.

Χαῖρε, οἴκου τοῦ σεπτοῦ λαμπρότης·

Χαῖρε, κἀμοῦ ἐν Χριστῷ φωτοδότις.

Χαίροις Ἰουστίνα ἔνδοξε!

Ὦ δυὰς πανόλβια, Κυπριανὲ παμμάκαρ, ὁμοῦ καὶ Ἰουστίνα θεόφρον (ἐκ γ’)· τῇ Ἁγία Τριάδι ἀεὶ ὑπὲρ ἡμῶν μη παύσησθε πρεσβεύοντες, ὡς ἂν ζωῆς τῆς κρείττονος, ἀξιωθῶμεν ἐκβοῶντες·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν ἐκ τῆς πλάνης ὡς ἀστέρα ἀναλάμψαντα, Κυπριανὸν τὸν θεοφάντορα τιμήσωμεν, σῦν αὐτῷ καὶ Ἰουστῖνην τὴν μακαρίαν· ὁ μὲν ὤφθης Ἱεράρχης ἐνθεώτατος, ἡ δὲ νύμφη τοῦ Σωτῆρος ἐχρημάτισε· Τούτοις λέγοντες· Ἀθληταὶ Χριστοῦ χαίρετε!

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.