Τρίτη 14 Απριλίου 2026

Παρακλητικὸς Κανὼν εἰς τὸν ῞Οσιον ̉Ακάκιον τόν Καυσοκαλυβίτην τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.




 ῾Ο ῞Οσιος ̉Ακάκιος ὁ Καυσοκαλυβίτης

(12 ̉Απριλίου)

 

 ῾Ο ὅσιος Ἀκάκιος γεννήθηκε στὰ 1630 στὸ χωριὸ Γόλιτζα (σημερινὸ Ἅγιος Ἀκάκιος) τῆς Καρδίτσας ἀπὸ εὐσεβεῖς γονεῖς. Τὸ κοσμικὸ ὄνομα τοῦ ἁγίου ἦταν Ἀναστάσιος. Στὰ 23 του χρόνια ποθῶντας τὴ μοναχικὴ ζωῆ ἔρχεται στὴν Ἱερὰ Μονὴ ἁγίας Τριά­δος Σουρβιᾶς ὅπου καί μόνασε. 

   Ἀργότερα, ἀναζητῶντας περισσότερο τὴν ἡσυχα­στικὴ ζωή, ἀναχωρεῖ γιὰ τὸ Ἅγιον Ὄρος. Κατόπιν περιπλανήσεων σὲ ἡσυχαστήρια τῆς Καψάλας καὶ τῶν Ἱερῶν Μονῶν Γρηγορίου καὶ Διονυσίου, κατέλη­ξε στὰ Καυσοκαλύβια, ἀρχικὰ στὴν περιοχὴ τῆς Μεταμορφώσεως στὰ 1660 καὶ ἀργότερα στὰ 1680 στὴν περιοχὴ τῆς σημερινῆς Σκήτης.

   Κάτω ἀπὸ ἀντίξοες καιρικὲς συνθῆκες, μὲ μεγάλες δυσκολίες διαβιώσεως καὶ μὲ ὑπερβολικὴ ἄσκηση, εἵλκυσε τὴ Χάρη τοῦ Θεοῦ, ποὺ τὸν ἀντάμειψε μὲ πολλὲς ἀρετὲς καὶ χαρίσματα, ὅπως ἡ διορατικότη­τα.

   Μὲ τὸν καιρό, ἀρκετοὶ ἀσκητὲς μοναχοί τόν ἔκανα γεροντά τους. Ἕνα θαῦμα ποὺ ἔκανε ὁ ὅσιος (ἔβγαλε ἁγίασμα στὴν ἄνυδρη γῆ τῶν Καυσοκαλυβίων), ἔδω­σε νέα ὤθηση στὴν ἀκμὴ τῆς Σκήτης, ποὺ ἀφιερώθη­κε στὴν Ἁγία Τριάδα.

Ὁ ὅσιος Ἀκάκιος, πλήρης ἡμερῶν παρέδωσε τὴν ἁγί­α του ψυχὴ στὸν Κύριο, ποὺ τόσο πολὺ πόθησε ἀπὸ μικρὸ παιδί, σὲ ἡλικία 100 ἐτῶν, τὴν Κυριακὴ τῶν Μυροφόρων στὶς 12 Ἀπριλίου 1730. Τήν ἡμερομηνία αὐτή τιμᾶται ἡ μνήμη του

 

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον ̉Ακάκιον τόν Καυσοκαλυβίτην

τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) Κύριε εἰσάκουσον… καὶ ἐν συνεχείᾳ ὁ Χορὸς σὲ  Ἦχον δʹ λέγει τὸ: Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (τετράκις).

 

Εἴτα τὰ ἑξῆς Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν...

Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες, τῶν μοναζόντων οἱ χοροὶ καὶ προσπέσωμεν, ἐν κατανύ­ξει κράζοντες ἐκ μέσης ψυχῆς, ῥῦσαι τοὺς ἱκέτας σου,  ̉Ακάκιε τρισμάκαρ, πάσης πε­ρι­στάσεως καὶ ἐκ νό­σων ποικίλων, καὶ τὸν Χρι­στὸν εὐμένισον ταχύ, σὲ γὰρ προστάτην ἀκοί­μητον ἔ­χομεν.

 

Δόξα Πατρὶ...  ̉Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου πολίτης...

Καυσοκαλυβίων τὸ κλέος καὶ τοῦ ῎Αθωνος στέφανος,* τῶν ῾Οσίων Πατέρων μιμητὴν καὶ ὁμότροπον,*  ̉Ακάκιον τιμήσωμεν πιστοὶ,* τὸν μέ­γα τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς,* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς  σου τὰ κρείττονα.

 

Καὶ νῦν…  Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα, τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κινδύ­νων; Τς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους; Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙ σοὺς  γὰρ δούλους  σώ­ζεις ἀεὶ, ἐκ  πα­ντοίων δει­νῶν.

 

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

 

ᾨδὴ α´. ῾Υγράν διοδεύσας...

Προσπίπτομεν πάντες δεητικῶς, πρὸς σε, Θεο­φόρε, καὶ αἰτοῦμεν σὴν ἀρωγήν, ἣν τάχος,  ̉Ακάκιε, παράσχου, ἡμῖν τοῖς ἀναξίοις ἱκέταις σου.

 

Χαρὰν τὴν οὐράνιον, Θαυμαστέ, παράσχου ἱ­κέταις, σοῦ δεόμεθα ταπεινῶς, καὶ διὰ λιτῶν σου πρὸς τὸν Πλάστην, εἰρήνην παράσχου, ἡ­μῖν,  ̉Ακάκιε ἔνδοξε.

 

Σωμάτων,  ̉Ακάκιε, ἰατρόν, ἀνέδειξε Κτίστης καὶ τῶν πάντων Δημιουργός, διὸ σοι προ­στρέχουσι τὰ πλήθη, καὶ ἐξαιτοῦσι ὑγείαν, ῾Οσί­αθλε.

 

Θεοτοκίον.

Παρθένε προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἣν τάχος πα­ράσχου σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς, Θεοδό­ξαστε.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος…

̉Ορθοδόξων ἐδείχθης, φρουρὸς ὁ ἀκοίμητος, καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρό­τυπον, τῶν δὲ νοσοῦντων ἀεὶ, σὺ ἰατρὸς ἀνεδεί­χθης, καὶ χη­ρῶν ὑ­πέρμαχος, μάκαρ  ̉Α­κάκιε.

 

 ̉Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Αγιε, ὁ τῶν οὐ­ρανῶν Κυβερνήτης, διὸ σοι ἅπαντες, γο­νυκλι­νῶς, θαυμαστέ, τὰς χείρας αἴρομεν πόθῳ, καὶ αἰτούμεθα πίστει, τὴν μεσιτείαν σου. 

 

̉Εκ τροχαίου, Θεόφρων, σὺ διαφύλαξον, πά­ντας τοὺς προστρέχοντας πόθῳ, πρὸ τῆς εἰ­κό­νος Σου, καὶ  ἐξαιτοῦντας θερμῶς,  τὴν  σὴν  βοήθει­αν  πί­στει, καὶ Χριστὸν

δοξάζοντας, μά­καρ  ̉Ακάκιε. 

 

Θεοτοκίον.

῎Ω Πανάχραντε κόρη, χριστιανῶν καύχημα, καὶ τῶν ὀρθοδόξων τὸ κλέος, σὺ μὲ προστά­τευσον, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, καὶ ἐκ δολίων ἀνθρώπων, καὶ παθῶν, Πανάμωμε, ψυχῆς ἁ­πάλλαξον.

 

Διάσωσον, ἐκ πάσης βλάβης ἱκέτας σου, ἀθλο­φό­ρε, ὅτι πάντες πρὸς σὲ ἀεὶ, πιστῶς κατά­φεύγο­μεν, τὸν μέ­γαν ὁπλίτην καὶ στεφηφό­ρον.

 

̉Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κάθισμα  Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Πρεσβείαν τὴν σὴν, αἰτοῦμεν οἱ ἀνάξιοι˙ διὸ τῶν πιστῶν, τὰ πλήθη σοι προσφεύγουσι, κα θερ­μῶς βοῶσι σε,  ̉Ακάκιε, σκέπασον ἅπα­ντας, κα ἐκ τροχαίων φύλαττε ἡμᾶς, τοὺς σοι θερμῶς ἀε κατα­φεύγοντας.

 

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...

῾Αποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ πάτερ  ̉Α­κάκιε, τῆς σαρκὸς μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

 

Τοὺς ἰοὺς ἐξαφάνισον, καὶ τοὺς ̉ Ορθοδόξους ταχὺ προστάτευσον,  ̉Ακάκιε,  σοῦ δεόμεθα, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.

 

Τέκνα τάχος σὺ δώρησον, τοῖς ποθοῦσι, θαυ­μα­τουργὲ  ̉Ακάκιε, καὶ παράσχου ῥώσιν ἅ­πασι, τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον, τὸν ἱκέτην, Δέ­σποι­να Θεονύμφευτε, καὶ τοὺς εἰς Σὲ κατά­φεύγο­ντας, ὑ­γιείαν δίδου, Παναμώμητε. 

 

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Δίδου τοῖς πιστοῖς* ὑγιείαν, ἀκατάβλητε,* καὶ τῶν νοσοῦντων γενοῦ θεραπευτής,* ὁσίων κλέος* καὶ τῶν πιστῶν καταφύγιον. 

 

Νεύσεις ἱερᾶς* σὺ παράσχου μοι, πανένδοξε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δοξά­ζω* Χριστὸν τὸν ποιητὴν τοῦ σύμπαντος.

 

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θαυματόβρυτε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐ­ξαι­τοῦμεν παρασχεῖν ὑγείαν, ἔνδοξε.

 

Θεοτοκίον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίω­σον* ἐν ταῖς Γραφαῖς, Θεοτόκε Μαριάμ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.  

 

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκ πασῶν τῶν συμφορῶν, θεοφόρε·* σὺ καταφυγὴ ἡμῶν τῶν ἀλγούντων* ὡς καὶ λιμὴν ἀνεδείχθης ἀκύ­μαντος*, σοῦ δέομαι, θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

 

̒Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,* Ὀρθοδό­ξων οἱ χοροὶ θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμμάκαρ,* σὲ ὀνομάζομεν Ὅσιε πάντιμε,* δεόμεθά  σου  ἀγαθέ,*  ἐκ παθῶν   καὶ  κινδύνων διάσωσον.

 

̉Απαύστως σὲ ἀνυμνῶ, πανένδοξε,* καὶ δοξά­ζω μετὰ πόθου ὁ τάλας* καὶ σοι προσπίπτω δεό­με­νος, πίστει* ἐκ τῆς καρδίας μου τάχος ἐξάγα­γε* τὴν οἴη­σιν τὴν μισεράν* ἥν, θεόφρον, ὁ Πλά­στης βδελύσσε­ται. 

 

Θεοτοκίον.

Παρθένε πρὸς σὲ προσφεύγομεν πάντες* καὶ θερ­μῶς Σὲ ἱκετεύομεν πίστει* τὸν σὸν Υἱὸν* ἐξευμένι­σον, κόρη,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλί­ψεων* ὡς καὶ ἐκ τῶν διαπλοκῶν* ἃς ὁ ὄφις ἐκφαίνει, Πανύμνη­τε.

 

Διάσωσον* ἐκ πάσης βλάβης ἱκέτας σου, ἀθλο­φό­ρε,* ὅτι πάντες πρὸς σὲ ἀεὶ* πιστῶς κατά­φεύγο­μεν,* τὸν μέ­γαν ὁπλίτην καὶ στεφηφό­ρον.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Προστασία.

 ̉Αντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμη­τος* μὴ παρίδης Χριστιανῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σὺ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡμῶν* τῶν θερμῶς ἐκβοῶντων σοι,* τάχυ­νον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* ὡς ἀντιλήπτωρ τῶν πιστῶν,*  ̉Ακάκιε θαυματόβρυ­τε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον Ἦχος δʹ.

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (δίς)

 

Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πά­ντων ὧν ἀνταπέδωκεν ἡμῖν;

 

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελί­ου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆ­θος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱε­ρουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι  Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅ­τι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅ­τι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑ­μᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε˙ ἰδοῦ γὰρ ὁ μι­σθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

῾Ο Χορός: Δόξα Σοι Κύριε, δόξα Σοι.

 

Δόξα Πατρί καί…

Ταῖς τοῦ σοῦ Ὁσίου* πρεσβείαις, Ἐλεῆμον,* ἑ­ξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καί νῦν καί…

Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξά­λειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά…


Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με,* σὺ τοῦ Χριστοῦ στρα­τιώ­τα,*  ̉Ακάκιε Ὅσιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξεύματα,* σκέπην οὐκέκτημαι,* οὐδὲ καταφύγιον ῞Αγιε, πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος τῶν  ̉Αγγέλων* καὶ δόξα  ̉Ορθοδό­ξων, θαυμαστέ,* μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Εκ δεινῶν καὶ κινδύνων* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον* ἡμᾶς, πνευματοφόρε,*  τοὺς πίστει ἐξαιτοῦντας* καὶ ἐν πόθῳ κραυγά­ζοντας˙* ῾Ο τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογη­τὸς εἶ.

 

̉Επηρείας παντοίας* καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι,  ̉Ακάκιε,* τοὺς πόθῳ τε καὶ πίστει,* προστρέχοντάς σοι, Πάτερ,* καὶ θερμῶς ἀνα­κράζοντας˙* ῾Ο τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλο­γη­τὸς εἶ.

 

̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑ­γείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ με­γαλεία Χριστοῦ,* ̉Ακάκιε φωσφόρε. 

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤ­ῥος ὁμολογίας* ὡς καὶ πί­στιν ἀκλόνητον,* ἵ­να δοξά­ζωμεν Σέ* τὸ εὔχος τῶν ̉Αγγέλων.

 

ᾨδὴ η´. Τὸν Βασιλέα...

Τὰς ἐπιθέσεις* τοῦ ἀοράτου βελίαρ,* φυγαδεύ­εις πρεσβείαις σου, μάκαρ,* καὶ τοὺς ἐν ἀνά­γκαις, κουφίζεις θεοφόρε.

 

 ̉Αδυναμίας τῶν μαθητῶν ταῖς λιταῖς σου* θε­ραπεύει ὁ Πλάστης ταχέως* καὶ εἰς τοὺς γο­νέας* χαράν,  ̉Ακάκιε, παρέχει.

 

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλά­νης* δια­φύλαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς  τὰς αὐλὰς τοῦ Κτίστου.

 

Θεοτοκίον.

̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* φυγαδεύεις, Παρθένε Μαρία,* καὶ πιστῶν καρδίας* πληρεῖς μετ̉  εὐφροσύνης.

 

ᾨδὴ θ´. Κυρίως Θεοτόκον...

Νοσούντων καὶ πλεόντων* καὶ τῶν ἐν κινδύ­νοις* φρουρὸς ἐδείχθης ἀκοίμητος, ῞Ο­σιε,* καὶ τῶν στενόντων ἐκ πόνων* τὸ παραμύ­θιον.

 

῾Ημᾶς ὁδοιποροῦντας* μὴ ἐγκαταλείπεις* ἀλ­λά παράσχου,  ̉Ακάκιε,* σὴν ἀρωγὴν* καὶ ἐκ χειρῶν τοῦ Βελίαρ* τάχος διάσωσον.

 

Θεοτοκίον.

Ψυχὰς κεκοιμημένων* μὴ ἐγκαταλείπεις* ἀλ­λά Υἱὸν Σου, εὐμένησον,* Μῆτερ Θεοῦ,* καὶ ἐκ πυρός τοῦ ἀσβέστου* ταῦτας διάσωσον. 

 

Καὶ εὐθύς τὰ παρόντα Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξο τέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

 

Ψάλλουσι πανδήμως σεμνοπρεπῶς,* μοναζό­ντων τάξεις,*  ̉Ορθοδόξων τε οἱ χοροί,* θε­σπεσίους ὕμνους,*  ̉Ακάκιε θεόφρον,* καὶ δοξο­λογοῦσι Χριστόν, τὸν σε δοξάσαντα.

 

Καυσοκαλυβίων τὸν οἰκιστὴν* καὶ τῶν ἐν τῷ ῎Αθω* μοναζόντων ὑπογραμμὸν,* χηρῶν τὸν προστάτην* καὶ ὀρφανῶν τροφέα,* Ακάκιον ἀ­παύστως* πιστοὶ ὑμνήσωμεν.

 

Δεῦτε εὐφημήσωμεν οἱ πιστοὶ* τῶν ῾Οσίων κλέ­ος* καὶ νοσοῦντων τὸν ἰατρόν,* πλεόντων προ­στάτην* καὶ πάντων ὁδοδείκτην,*  ̉Ακάκιον τὸν θεῖον,* καὶ Θεοδόξαστον.

 

Νέος στρατιώτης τοῦ  ̉Ιησοῦ,*  ̉Ακάκιε, ἐδεί­χθης* ἐν τῷ ῎Αθωνι τῷ σεπτῷ* ἔνθα ἡγιά­σθῃς* διὰ  πολλῶν  ἀγώνων* καὶ  ἔλαβες  στεφάνους,* παρὰ τοῦ Κτίσαντος.

 

Τὴν ῾Ελλάδα φύλαττε ταπεινῶς,*  ̉Ακάκιε μά­καρ,* σοῦ δεόμεθα οἱ πιστοὶ* καὶ ἐκ τῶν κυ­κλοῦντων* αὐτὴν ἐχθρῶν, θεόφρον,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.

 

Δεῦτε ἀσπασόμεθα εὐλαβῶς* θήκην τῶν λει­ψάνων,*  ̉Ακακίου τοῦ θαυμαστοῦ,* ἃ τοῖς αἰ­τοῦσι* μετάνοιαν καὶ πίστιν* ὑγείαν καὶ εἰρή­νην* ταχὺ παρέχουσι.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ̉Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πά­ντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς). Παναγία Τρι­άς,… Κύριε, ἐ­λέησον (τρίς). καὶ… Πάτερ ἡμῶν… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉Α­μήν. 

 

Εἶτα τὸ  ̉Απολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου…

Καυσοκαλυβίων τὸ κλέος καὶ τοῦ ῎Αθωνος στέφανος* τῶν ῾Οσίων Πατέρων μιμητὴν καὶ ὁμότροπον,*  ̉Ακάκιον, τιμήσωμεν πιστοὶ* τὸν μέ­γα τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς σου τὰ κρείττονα.

῾Ο ῾Ιερεύς: Δέησις καὶ ποιεῖ μικρὰν ἀπόλυσιν.῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

 

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις μοναστῶν,* δέχου τῶν πι­στῶν ἱκεσίας,*  ̉Ακάκιε θαυμαστέ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* δίδου  ̉Ορθοδό­ξοις ὑγιείαν* καὶ τοὺς σοι προσφεύγοντας πί­στει* ῥῦσαι ἐκ ποικί­λων ὄ­γκων, Θεοδόξαστε.  

 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης καὶ θλίψεως.

 

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.      ̉Αμήν.

 

 

 

 

εικόνα αγ.αρσενίουΑγιος  ̉Αρσένιος ̉Επίσκοπος  ̉Ελασςνος

(1626)

(῾Η μνήμη τοῦ ἑορτά­ζεται τὴν 13ῃ  ̉Απριλίου)

 

῾Ογιος ρσένιος γεννήθηκε στ χωρι Καλογρι­αν Καρδίτσης τ 1550. Πατέρας του ταν ε­ρες Θεό­δωρος, μητέρα του Χρυσάφη, ποία, μετ τν θάνατο το συζύγου της, γινε μοναχή.

   Τ πρτα γράμματα μα­θε π τν δελφό του ωάσαφ καί ἀργότερα μαθήτευσε στ Τρίκαλα, στόν . Ν. Πανα­γίας πισκέψεως. Τήν περίο­δο αὐτὴ κάρη μοναχός καὶ μόνασε στ μον Δουσίκου, που κα χειροτονή­θηκε ερεύς. Τό 1584 χειρο­τονήθηκε ἐ­πίσκο­πος λας­σνος. ῾Ο Πατριάρχης Κων/πόλεως τόν ἔ­στειλε στή Ρωσία ὅπου παρέμεινε μέχρι τὴν κοίμησίν του, τν πρίλι­ο το 1626. 

   Ρωσικ κκλησία τ 1982 τὸν κα­τέταξε στ χορεία τν γίων καὶ ἡ μνήμη του ἑορτάζεται στὶς 13  ̉Απριλίου.

   Τὸ 2006 ἦλθαν στὴν ̉Ελασσώνα τμή­ματα κ τν ερν λειψάνων του τὰ ὁποία  τοποθετή­θηκαν στν ῾Ιερὸ Ναό, πο εναι φιερωμένος στν  ἅ­γιο.  ̉Απότμημα ἀπὸ τὰ λείψανά του φυλάσσεται στὸν ῾Ιερὸ Ναὸ Παναγίας  ̉Επισκέ­ψεως Τρι­κάλων.

 

 

 

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον  ̉Αρσένιον ̉Επίσκοπον  ̉Ελασςῶνος

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ  ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτω­λοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Οσιε, βοήθη­σον καὶ διά­σωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ με­σίτην,*  ̉Αρσένιε ἔχομεν.

 

Δόξα Πατρὶ... ̉ Απολυτίκιον ῏Ηχος αʹ. Τς ρήμου.

Τῆς Ρωσίας τὸ κλέος* καὶ  ̉Ελασσῶνος τὸν πρόμα­χον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογρια­νῶν γόνον, ἔνδοξον,*  ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν  ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσί σοι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσα­ντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς* σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.

 

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Νʹ. Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[2].

 

ᾨδὴ αʹ.  Ἦχος πλ. δʹ.  Ὑγρὰν διοδεύσας…

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ̉Αρχιθύτα τῶν Τρικκαίων τὴν καλλονήν,* καὶ τὴν σὴν βοή­θειαν αἰτοῦμαι* ἣν δώρησόν μοι τάχος, ̉Αρσένιε.

 

Τὸν Κτίστην ἠγάπησας ἐκ παιδός,* διὸ σὲ κατέ­στησεν,  ̉Αρσένιε, πρεσβευτήν* ἡμῶν τῶν ἀχρεί­ων, ὁ Δεσπότης,* ὃν εὐμένησον σοῦ πάντες δεόμεθα. 

 

Εἰρήνην παρέχει, θαυματουργέ,* λιταῖς σου ὁ Κτί­στης,* ὃν ἱκέτευε ἐκτενῶς,* ὅπως ἡμῖν παράσχῃ ὑ­γιεί­αν* καί ἐλπίδαν,  ̉Αρχιθύτα  ̉Αρσένιε.

 

Θεοτοκίον.

Παρθένε, ἡ Μήτηρ τοῦ Λυτρωτοῦ* δεόμεθα πά­ντες* σὺ εὐμένησον Σόν Υἱόν,* ὅπως ἡμῖν τά­χος χορη­γήσῃ* τὴν τοῦ ἀσώτου μετάνοιαν, ῎Αχραντε.

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Ι῾κετεύομεν πάντες* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γὰρ,  ̉Αρσέ­νιε,* τὸν Λυτρωτήν  καὶ Σωτήραν,* ἐκ  παιδός ἠγάπη­σας* καὶ ἠκολούθησας.

 

῾Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος,* σοφέ ̉Αρσένιε.

 

̉Απὸ πάσης ἀνάγκης,* καὶ τῶν δεινῶν λύτρωσαι*, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει,* μάκαρ  ̉Αρσέ­νιε˙* παράσχου πᾶσι σοφὲ,* ἁμαρτημάτων τὴν γνῶ­σιν,* καὶ ἐκ πλάνης δαιμόνων,* σῶσον ἱκέτας σου.

 

Θεοτοκίον.

Ρ῾αθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον τα­χὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Α­χραντε, Σὺ ἐξευμένισον.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

 

Ε̉πιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…

Σὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀπροσμάχητον,* ἐ­λέους πηγὴ* καὶ κόσμου καταφύγιον,* ἐκτενῶς βο­ῶμέν σοι,*  ̉Αρχιθύτα  ̉Αρσένιε, πρόφθασον,* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ πίστει κατα­φεύγοντας.

 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Τὴν ψυχήν μου θεράπευσον* ἐκ τῶν παθῶν, σὺ  ̉Αρ­σένιε ἔνδοξε,* καὶ τὸ σῶμά μου προστάτευσον,* ἐκ ποικίλων νόσων, Θεοδόξαστε.

 

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις, ̉Αρσένιε.

 

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αρσένιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Θεοτοκίον.

Παρθένε θεόνυμφε,* τὸν υἱόν σου σκέπε καὶ δια­φύλαττε* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξά­ζειν Σε, Θεοκοινώνητε.

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Σὲ παρακαλῶ,*  ̉Αρχιθύτα  ̉Αρσένιε,* τοὺς Ὀρθοδό­ξους ἐκ πλάνης, θαυμαστέ,* καὶ ἐκ κινδύνων* ταῖς λιταῖς σου διαφύλαττε.

 

Κύριον θερμῶς* καθικέτευε, ̉Αρσένιε,* ὅπως παρά­σχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴ­κοις ἡ­μῶν, πανόλβιε.  

 

Υ῾πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

 

Θεοτοκίον.

Α῎χραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν  βε­λῶν τοῦ ἀρχαίου πτερνηστοῦ,* τοὺς ἱκέτας σου* ἀ­παύστως Μαριάμ, προστάτευσον.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Ε ̉κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Αρσένιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γο­νυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι. 

 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκε­τεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ  ̉Αρσένιε, τά­χος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέο­μαι.

 

Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν,* καὶ δεό­μεθα θερμῶς,  ̉Αρχιθύτα,* ἐκ τοῦ καρκίνου διά­σωσον πάντας,* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευ­σον,* καὶ φύλαξον ἐκ  συμφορῶν,* τοὺς  ἱ­κέτας  σου πάντες δεόμεθα.

 

Θεοτοκίον.

Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλο­δόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς*

ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

 

Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς σοι προσφεύγο­ντας θερ­μῶς,*  ̉Αρχιθύτα  ̉Αρσένιε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐ­τοῦ. (δίς)

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προ­σέσχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰ­σέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσε­ται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύκον ἐρ­χόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέ­λει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ κα­λός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώ­σκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πα­τέρα˙ καὶ τὴν ψυχήν μου τί­θημι ὑ­πὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔ­στιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖνα δεῖ με ἀ­γαγεῖν καὶ τῆς φωνῆς μου ἀ­κού­σουσιν καὶ γενή­σονται μία ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας,* ῞Οσιε ̉Αρσένιε,* ἀλλὰ διαφύλαττε τὸν ἱ­κέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ γο­νυκλινῶς ἱκε­τεύω σε˙* φύλακα γὰρ πάντων,* προ­στάτην καὶ ἀκοί­μητον φρουρὸν* καὶ βακτηρίαν ἀ­κλόνητον,* Σέ, Χρι­στὸς, ἀνέδειξε.   

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός:  ̉Αμήν.

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεο­δόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δε­όμεθα ἀ­παύστως* διὸ σοι καταφεύγομεν,* ̉Αρσένιε θαυμα­στέ,* πιστῶν ἡ βακτηρία. 

 

Ρ῾αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκε­σίαις σου,*  ̉Αρσένιε παμμάκαρ,* προστρέχο­ντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντα˙* Χαῖρε, πιστῶν χαρμονὴ* καὶ κλέος τῶν ̉Αγγέλων.

 

Λειτουργοὺς τοῦ ῾Υψίστου,* μυροβόλε ̉Αρσένιε, πά­ντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν καὶ ῥώσιν,* ἵνα πᾶντες κραυγάζομεν·* Χαῖρε, ῾Ρωσίας χα­ρὰ* καὶ τῆς ῾Ελλάδος δόξα.

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤ­ῥος ὁμο­λο­γίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξά­ζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα* καθικέτευε, τρισμάκαρ,* πάντες θερ­μῶς βοῶμεν ἀπαύστως,* ὅπως καταπέμψῃ ἡ­μῖν τὴν Θείαν Χάριν.

 

Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ  εἰς  τοὺς  γονέας* χαρὰν,  ̉Αρσένιε, παρέχει.

 

Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Πάτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.

 

Θεοτοκίον.

Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοή­θει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυ­ρς τοῦ αἰωνίου.  

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Α̉ ρσένιε θεόφρων,* σκέπασον τὴν Τρίκκην* κα ἐκ τοῦ σεισμοῦ διάσωσον δέομαι* καὶ τοὺς ἐν αὐτῇ οἰκοῦντας* πίστιν παράσχου σύ.

 

Τὰ ἄλγη θεραπεύεις,* ̉Αρσένιε μάκαρ,* διὸ τὴν σοι ἐ­ξαιτοῦμεν βοήθειαν,* ἣν σύ παράσχου ἀ­παύ­στως* ἡμῖν, Θεόπνευστε.

 

Τοὺς ὄγκους θεραπεύεις,* νόσους ἐκδιώκεις* καὶ πι­στοῖς παρέχεις τάχος τὰ κρείττονα,*  ̉Αρχι­θύτα Χριστοῦ,*  ̉Αρσένιε μάκαρ.

 

Θεοτοκίον.

Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χει­ρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύ­στως* Σέ, Θεονύμφευτε. 

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α­῎ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ  ἐν­δο­ξο­τέ­ραν* ἀ­συγ­κρί­τως  τῶν  Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Χαίροις, τῆς ῾Ρωσίας μυσταγωγὸς* καὶ τῆς  ̉Ελασσῶ­νος, ̉Αρχιθύτης θεοφιλής.* Χαίροις, ὁ ἐν Τρίκκῃ τὰς γνώσεις κατακτήσας* καὶ Καλογριανῶν ὁ γό­νος, μά­καρ  ̉Αρσένιε.

 

Χαίροις, ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῶν Τρικ­καίων,* ἀγλάϊσμα κα κλέος* κα τῶν πιστῶν ἡ δό­ξα,* μάκαρ ̉Αρσένιε.

 

Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου,*  ̉Αρσένιε θεόφρον,* πι­στῶν τὸ καύχημα.

 

Σκέπαζε,  ̉Αρσένιε θαυμαστέ,* πάντας τοὺς συζύ­γους* καὶ τὰ τέκνα αὐτῶν σοφέ.* Φύλαττε ἐκ νό­σων,* σατανικῶν παγίδων* καὶ ὀλιγοπιστίας* τοὺς σὲ γεραίροντας.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε  πρεσβείαν* εἰς  τὸ  σωθῆ­ναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς: Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Α­θάνα­τος ἐ­λέη­σον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύ­ματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώ­νας τῶν αἰώνων. ̉Αμήν.

Παναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰ­λά­σθη­τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπο­τα, συγχώρι­σον τὰς ἀνομί­ας ἡμῖν. ῞Αγιε, ἐπι­σκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡ­μῶν, ἕ­νεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (τρίς)

 

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώ­νων.  ̉Αμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια­σθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασι­λεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀ­φίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσε­νέγκης ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …

Ὁ Χορός:  ̉Α­μήν.  

 

Εἶ­τα τ ̉̉̉Απολυτίκιον. Ηχος αʹ. Τς ρήμου…

Τῆς Ρωσίας τὸ κλέος* καὶ  ̉Ελασσῶνος τὸν πρόμα­χον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογρια­νῶν γόνον, ἔνδοξον,*  ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν  ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσι σοί˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσα­ντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.

 

Δέησις, ̉ Απόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς:

Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ̉Αρσένιε ἔνδοξε,* δίδου σὺ μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνω­σιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγὸν ἀσφαλῆ.* Μάκαρ, τῶν Τρικκαίων τὸ κλέ­ος,* καὶ τῆς  ̉Ελασσῶνος ποιμένας* ὀρφανῶν καὶ χη­ρῶν σὺ εἶ καταφύγιον.

 

Ηχος πλ. δ’.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

Ηχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. 

 

῾Ο Χορός:  ̉Α­μήν.

 

 

 



[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…. 

[2] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.