,
Τῇ ΣΤ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀπολυτίκιον , Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Κοντάκιον , Ἦχος δ'
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Ὁ Οἶκος
Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα• μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Τό θαύμα τοῦ Ἁγίου Σάββα τοῦ Χιλανδαρινοῦ
[..]Τήν παραμονή τῶν Θεοφανείων ὁ βασιλιάς Ἀσάνης καί ὁ Πατριάρχης Ἰωακείμ τόν παρακάλεσαν νά λειτουργήσει καί νά κάνει τόν Ἁγιασμό. Ὁ Ἅγιος τό ἔκανε μέ πολύ χαρά. Ὅταν διάβαζε τίς εὐχές τοῦ Ἁγιασμοῦ καί εὐλογοῦσε τό νερό σταυρωτά, τό νερό χωριζόταν στήν κολυμβήθρα καί πάλι ἑνωνόταν. Αὐτό τό εἶδαν ὁ βασιλιάς καί οἱ ἄλλοι καί δόξαζαν τόν Θεό, ἐνῶ ὁ Ἅγιος ράντιζε ὅλους μέ Ἁγιασμό.
πηγή : «Ἁγίου Σάββα τοῦ Χιλανδαρινοῦ. Βίος καί Πολιτεία» Ἐκδόσεις «Ἑρμηνεία - Ἅγιον Ὄρος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.