Τρίτη 10 Ιανουαρίου 2023

ΕΥΧΉ ΤΗΝ ΠΡΏΤΗ ΏΡΑ.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.




ΕΥΧΉ ΤΗΝ ΠΡΏΤΗ ΏΡΑ.

Δέσποτα Κύριε Παντοκράτορ, ἡ ὑπεράπειρος καὶ ἀνέκφραστος καὶ ἀΐδιος πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας,
ὁ Πατήρ· ἡ ὑπερδύναμος ὑπερίδρυσις· ὁ πάσαις διανοίας ἀδιανόητος καὶ ὑπ᾽ οὐδενὸς τῶν ἄνω τάξεων γινωσκόμενος· τὸ ὑπερβάλλον καὶ ἀτέκμαρτον μέγεθος· ἡ παναίτιος καὶ πηγαία καὶ ὑπεράφθονος ἀγαθότης· ὁ ὑπερεκβλύζων
ἐπὶ πάντα τὰ ὄντα τὴν ἄφατόν σου ἀγαθότητα· καὶ μεταδιδοὺς παντὸς ἀγαθοῦ τοῖς οἰκείοις ποιήμασι, κατὰ τὴν
ἑκάστου τάξιν καὶ δεκτικὴν δύναμιν· ὁ ἐπὶ μετουσίᾳ τῶν οἰκείων ἀγαθῶν ποιήσας τὸν ἄνθρωπον, καὶ πᾶσι καλλίστοις θεοειδῶς κατακοσμήσας, ἵνα καὶ δι' αὐτοῦ δοξάζηται
τὸ μεγαλοπρεπὲς ὄνομά σου ἐπὶ τῆς γῆς· καὶ καταρραγέντα τοῦτον τῇ ἁμαρτίᾳ πάλιν, ἐπὶ τὸ κρεῖττον ἀναπλάσας
ἐν τῷ Χριστῷ σου, δι' οὗ τὰ πάντα παρήγαγες, καὶ ἀναβιβάσας εἰς οὐρανούς·
Εὐχαριστῶ σοι ὅτι ἐμακροθύμησας μέχρι τοῦ νῦν καὶ οὐκ εἴασας συναπολέσθαι με ταῖς ἁμαρτίαις μου.

Εὐχαριστῶ σοι ὅτι μυριάκις ἐπιστρέψας παρεκάλεσάς καὶ ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασάς με· ἔδωκάς μοι
με ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος.
Εὐχαριστῶ σοι ὅτι ἐγένου μοι ὁδηγὸς καὶ φωτισμὸς καὶ ἀντίληψις· ὅτι καὶ ἐν λόγοις καὶ λογισμοῖς καὶ ὑποδείγμασιν ἀεὶ πρὸς σωτηρίαν ὁδηγεῖς καὶ φωτίζεις με.
Εὐχαριστῶ σοι ὅτι ἀνάξιον ὄντα με εὐεργετεῖς, καὶ λίαν ἡμαρτηκότα φιλανθρωπεύῃ τὸν ἀγνώμονα δοῦλον, τὸν
ὅλην μου τὴν ζωὴν ἐν ἁμαρτίαις καταναλώσαντα.


Νῦν οὖν πολυέλεε φιλάνθρωπε Κύριε· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένων
καὶ προσδεχόμενος· ὁ σῴζων τοὺς ἀπηλπισμένους καὶ ἀνακαινίζων τοὺς πεπαλαιωμένους καὶ ζωῶν τοὺς τεθανατωμένους, ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἀνάξιον δοῦλον σου· καὶ κατερραγμένον ἀνάστησον· καὶ συντετριμμένον θεράπευσον· καὶ τῇ ἀπ' αἰῶνος ἀκαταλήπτῳ σου χρηστότητι τῶν ἐμῶν
ἐπιλάθου ἀνομιῶν, ὧν ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ κατὰ γνῶσιν ἢ ἄγνοιαν ἐπλημμέλησα.
Λῦσον τὴν πώρωσιν τῆς ὀλισθηρᾶς μου καρδίας, καὶ δώρησαί μοι δάκρυα κατανύξεως εἰς κάθαρσιν τοῦ ῥύπου
τῆς διανοίας μου· καὶ μὴ ἀποστραφῇς με τὸν ῥυπαρόν· μὴ καταισχύνῃς με τὸν ἐναγῆ τῇ προαιρέσει, καὶ ἐβδελυγμένον ἐκ τῆς σαπρίας τῶν ἔργων μου.
Εἰσάκουσον Κύριε· ἱλάσθητι Κύριε· καὶ τῶν ἐν ἐμοὶ βασιλευόντων παθῶν, τὴν ἀθλίαν μου ψυχὴν ἐλευθέρωσον·
ἵνα ἐν καθαρῷ συνειδότι προσεύχωμαι τῷ φοβερῷ καὶ ὑπερενδόξῳ ὀνόματί σου.
Καὶ μηκέτι μου κατακρατείτω ἡ ἁμαρτία, μηδὲ καταδυναστευέτω μου ὁ πολέμιος δαίμων· μὴ ἐάσῃς πρὸς τὸ
αὐτοῦ ὑπάγειν με θέλημα, ἀλλὰ τῇ παντοδυνάμῳ νεύσει τῆς εὐσπλαγχνίας σου, τῆς αὐτοῦ με λύτρωσαι δεσποτείας.
Ὅτι σὸν τὸ κράτος καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι·
πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Aμην


Καὶ αὖθις ἡ Εὐχὴ αὐτὴ


Δἔσποτα Θεὲ Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστὲ καὶ ἅγιον Πνεῦμα· μία θεότης, μία δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι χείμασι, σῶσον με τὸν ἀνάξιον δοῦλον σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.