Κυριακή 3 Σεπτεμβρίου 2023

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.ΚΑΘΊΣΜΑΤΑ ΤΟΎ ΟΡΘΡΟΥ.




Εἰς τὰ Καθίσματα τοῦ Ὄρθρου

Εὐχὴ τέρας

Kύριε, σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν· καὶ ἥλιον· σὺ ἐποίησας πάντα τὰ ὡραῖα
τῆς γῆς, καὶ σοῦ δεόμεθα·
Συνανάτειλον τῷ φωτὶ τῆς ἡμέρας τὰ πλούσιά σου ἐλέη
ἐπὶ τὴν ταπείνωσιν ἡμῶν· ἐλευθέρωσον ἡμᾶς ἐκ σκότους
καὶ σκιᾶς θανάτου καὶ πάσης ἐπιβουλῆς καὶ τέχνης τοῦ πονηροῦ.
Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς ὁ Θεός, καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Αμήν.

Εἶτα Τρισάγιον· [τρίτον] Κάθισμα [τοῦ Ψαλτηρίου, καί·]
Ἦχος πλ. β'
Νηστείᾳ καὶ δεήσει ψυχή μου σπουδάσωμεν· στενάξωμεν, πενθήσωμεν ὡς ἔχομεν καιρὸν ἐπὶ τῆς γῆς τὸν κριτὴν
ἱλεώσασθαι· ἵνα τῆς ἀσβέστου ἐκείνης φλογὸς λυτρωθείημεν, καὶ τοῦ σκότους ἐκείνου τοῦ αἰωνίου ῥυσθείημεν·
οὐδαμῶς γὰρ προσδέχεται ταῦτα καὶ μετὰ θάνατον.
Επιθυμίαις σωματικαῖς συμπλεκόμενος, κατέχρανά
μου ἐν ἁμαρτίαις τὴν ψυχὴν καὶ ὑφορῶμαι τὴν ἀνταπόδοσιν Κύριε· ἀλλὰ δός μοι πρὸ μεταστάσεως τὴν συγχώρησιν, καὶ μὴ δείξῃς με ἐπὶ ἀγγέλων κατακρινόμενον, ὡς βασιλεὺς πανάγαθος καὶ Θεὸς φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.