Σάββατο 18 Μαΐου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον Τοῦ Πεντηκοσταρίου.


Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον Τοῦ Πεντηκοσταρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν· ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος· πρὸς δὲ καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου.
Τῇ αὐτῇ Κυριακῇ:
Σύναξις πάντων τῶν ἐν Θεσσαλονίκῃ διαλαμψάντων ἁγίων·
Σύναξις πάντων τῶν ἐν Χίῳ διαλαμψάντων Ἁγίων·
Σύναξις πάντων τῶν ἐν Μεσσηνίᾳ διαλαμψάντων Ἁγίων·
Σύναξις πάντων τῶν ἐν Λαγκαδᾳ διαλαμψάντων Ἁγίων·
Σύναξιν ἐπιτελοῦμεν τῆς Ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπιλεγομένης Ἀτταλειωτίσσης Κυκκωτίσσης, τῆς παρ᾿ ἡμῶν καλουμένης Τσικοπαναγίας καὶ παρὰ πάντων Ἐλεούσης, ἧς ἡ θαυματουργὸς Εἰκὼν φυλάσσεται εἰς τὸν ἐν Ταύρῳ τῆς Ἀττικῆς Ἱερὸν Ναὸν, κλέος δὲ πάντων τῶν Μικρασιατῶν ὑπάρχουσα.
Τῇ αὐτῇ ἡμέρᾳ ἀνάμνησις τοῦ διὰ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Κυκκωτίσσης γενομένου θαύματος ἐν τῷ Ναῷ τοῦ Ἁγίου Ἱεράρχου Νικολάου τῆς Ἀτταλείας.
ἐν Μανδαμάδῳ Μηθύμνης δέ, Πανήγυρις τοῦ Παμμεγίστου Ταξιάρχου Μιχαήλ, ἐπὶ τοῖς ἐγκαινίοις τοῦ ἱεροῦ προσκυνήματος. (Κυριακὴ τῶν Μυροφόρων 8 Μαΐου τοῦ 1888).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.