Δευτέρα 8 Ιουλίου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον Τοῦ Μηναίου.Τῇ Θʹ (9ῃ) τοῦ μηνὸς Ἰουλίου.


Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον Τοῦ Μηναίου.
Τῇ Θʹ (9ῃ) τοῦ μηνὸς Ἰουλίου, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας τῆς Σικελίας, ἐξ Ἀντιοχείας Συρίας, μαθητὴς Ἀπ. Πέτρου καὶ Παύλου (1ος αἰ.)
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Εὐαγρίου, Βονιφατίου, Τατιανοῦ, Νεοφύτου, Ἐλπιδίου, Ἐπαφροδίτου, Λυκαονίδου, Νίκωνος, Σωσάννας, Βενεδίκτης, Σεργίας, Φοίνικος, Ἑλένης, καὶ Παυλίνης, τῶν πιστευσάντων ὑπὸ τοῦ Ἁγίου Παγκρατίου καὶ σὺν αὐτῷ μαρτυρησάντων (1ος αἰ.)
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων δύω μαρτύρων, Ἀνδρέου καὶ Πρόβου, παρθένων καὶ αὐταδέλφων, πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Ὁσιοµάρτυρες Πατερµούθιος, Κόπρις καὶ Ἀλέξανδρος ὁ στρατιώτης ἐν Αἰγύπτῳ ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου (361-363)
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι ἀββᾶς Πατερµούθιος καὶ ἀββᾶς Κόπρις ἐν Αἰγύπτῳ (5ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐγκανίων τοῦ σεβασμίου Ναοῦ τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ὄντος ἐν τῇ Πηγῇ (559).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φωτίου τοῦ Θεσσαλοῦ, τοῦ κτήτορος τῆς μονῆς Ἀκαπνίου ἐν Θεσσαλονίκῃ (1025).
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐθύμιος ὁ Φωτιστὴς τῆς Καρελίας (1435)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου τοῦ Τσέρεφκωφ, Vologda (17ο αι.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων πατέρων Διονυσίου τοῦ ῥήτορος (1606) καὶ Μητροφάνους (1610), τῶν ἐν τῇ μικρᾷ Σκήτῃ τῆς Ἁγίας Ἄννης ἀσκητικῶς διαλαμψάντων. ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω .
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Μιχαὴλ τοῦ Πακνανᾶ, τοῦ κηπουροῦ Ἀθηναίου, μαρτυρήσαντος καὶ ξίφει τελειωθέντος ἐν ἔτει 1771ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεθοδίου τοῦ νέου Ἱερομάρτυρος, ἐπίσκοπου Λάμπης καὶ Σφακίων, μαρτυρήσαντος ἐν ἔτει 1793.
Τῇ αὐτῇ ἡμέρᾳ, ἐν Κύπρῳ κατὰ τὸ ἔτος ͵αωκα´ (1821) ἀπαγχονίζεται ὑπὸ τῶν Ὀθωμανῶν ὁ ἀρχιεπίσκοπος Κυπριανὸς καὶ ὁ ἀρχιδιάκονός του Μελέτιος, καρατομοῦνται δὲ οἱ μητροπολῖται Πάφου Χρύσανθος, Κιτίου Μελέτιος, Κυρηνείας Λαυρέντιος, ὁ καθηγούμενος τῆς μονῆς Κύκκου Ἰωσὴφ καὶ ὁ οἰκονόμος τοῦ Ὁμόδους Δοσίθεος. Ἕτεροι κληρικοὶ καὶ πρόκριτοι ἀποκεφαλίζονται, τὸν ἀριθμὸν υπϚ´ (486), ἐξ ὅλης τῆς Κύπρου συλληφθέντες καὶ ἀχθέντες· οἱ μὲν κληρικοὶ ἐν Λευκωσίᾳ, οἱ δὲ λοιποὶ εἰς τὴν περιοχὴν Ἀχερᾶ.
Κοίμησις τοῦ Ὁσίου Πατερμούθιου τοῦ δικαίου τοῦ Βαλαάμ (1825)
Κοίμησις τοῦ Ὁσίου στάρετς Μελχισεδὲκ τοῦ ἐρημίτου τῶν δασῶν Ῥοσλὰβλ ἐν Ῥωσίᾳ. (1840)
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι νεο-ἱερομάρτυρες, ὁσιομάρτυρες καὶ ὁμολογητές: Ἰβάν Μπρόννικοφ, Βάσα (Ὀμπρυαντίνα), Δημήτριος (Ὀμπρυαντίν), Βασίλειος Ῥοζντεστβένσκι, Γεώργιος Στεπανιούκ, Βασίλειος Σουχάνοφ , Θεόδωρος Γιούλιμοφ ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέντες ἐν Ῥωσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τοῦ γενομένου θαύματος προστασίας καὶ διασώσεως τοῦ Ἁγίου Νικολάου τῶν μοναχῶν ἀπὸ ἐπιδρομῆς λῃστῶν, ἐν τῷ Παντοκρατορινῷ κελίῳ τοῦ Ἁγίου Νικολάου παρὰ τὰς Καρυὰς τοῦ Ἄθω. (1903).
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν εὐλαβῆ καὶ εὐγνώμονα ἄγομεν τῶν ἐν ἔτει ͵αϠνϚ´ (1956) γενομένων φοβερῶν σεισμῶν ἐν τῇ νήσῳ Θήρᾳ, ἰσχύος 7,5 βαθμῶν τῆς κλίμακος ρίχτερ, συγκλονισάντων σὺν αὐτῇ καὶ τὰς πέριξ νήσους, αἵτινες ἅπασαι ἐσώθησαν θαυμαστῶς ἐκ τῆς τελείας καταστροφῆς τῇ ἀπείρῳ τὸν Κυρίου φιλανθρωπίᾳ, διὰ πρεσβειῶν τῶν ἁγίων Αὐτοῦ. Ἐξαιρέτως δὲ ἡ Νῆσος Σίκινος εὐηργετήθη καὶ εὐγνωμονεῖ τὴν Παντάνασσαν Κυρίαν Θεοτόκον, Πολιοῦχον αὐτῆς .

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.