Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο
Πατέρα ημών Σίμωνα τον Μυροβλύτη Κτίτορα της Ιεράς και Σεβάσμιας Μονής Σίμωνος
Πέτρας
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης
Εκκλησίας
†Εορτάζεται στις 28 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες
τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν
δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς
εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με
ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη
ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς
γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν
ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου,
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον
Χριστοῦ μαργαρίτην, τῶν μοναζόντων ἔρεισμα καὶ θεῖον ἀσκητήν, πάντες εὐφημήσωμεν,
πρὸς αὐτὸν ἐκβοῶντες· Σίμων μάκαρ φύλαττε, ἐξ ἐχθρῶν ἐπηρείας, ἣν ἐδομήσω Νέαν
Βηθλεέμ, ὁδηγηθείς, δι’ ἀστέρος τρισόλβιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου
λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ
τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν
Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με
ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν
τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ
μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς
μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας
μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ
Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ
Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σὴν Νέαν Βηθλεὲμ σκέπασον, πάτερ Σίμων. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Στενὴν διοδεύσας Σίμων ὁδόν, φωτὸς ἐπληρώθης,
Παραδείσου τοῦ ποθητοῦ, ἐξ οὗ τοῖς σοῖς τέκνοις ἐπιλάμψεις, ταῖς πρὸς Δεσπότην
πρεσβείαις κατάπεμψον.
Ἡλίευσας Σίμων τὸν νοητόν, Χριστὸν μαργαρίτην, ἐν
θαλάσσῃ ἀσκητικῇ, ὃν ἔχων τρυφήν σου καθ’ ἡμέραν, ὑπὲρ Μονῆς σου καὶ τέκνων ἱκέτευε.
Νοῦν Σίμων καθάρας ταῖς προσευχαῖς, καὶ πάθη διώξας,
ὑπακούων τῷ σῷ πατρί, ἡμᾶς τοὺς τιμῶντάς σε ἐν ὕμνοις, ὑπακοῆς ἀθλητὰς δεῖξον Ὅσιε.
Θεοτοκίον.
Ναοὺς ἡμᾶς ποίησον τοῦ Χριστοῦ, ὡς πάλαι Παρθένε,
ναὸν ἔδειξας θαυμαστόν, τὸν Σίμωνα λάτρην τοῦ Υἱοῦ σου, ὅστις αὐτὸν ἐν τῷ Ἄθῳ ἐδόξασεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ τοῦ κόσμου εἰς Ἄθω, τὸν ἱερὸν ἔφθασας, πάντα
τὰ τερπνὰ καταλείψας καὶ τὰ ἐπίκηρα, ὅλον τὸν πόθον σου, πρὸς Ἰησοῦν μόνον ἔχων,
ὃν ὑπὲρ τῆς ποίμνης σου, Σίμων ἱκέτευε.
Ἀποστὰς θαυμασίως τῶν μεριμνῶν Ὅσιε, ἐν τῆς ἡσυχίας
πελάγει, εὐχῇ συνέπλεες, καὶ ὡς ἐμπόρευμα, τῶν ἀρετῶν πλῆθος ἔσχες, ἐξ ὧν τοῖς ὑμνοῦσί
σε, Σίμων χορήγησον.
Νικητὴς ἀνεφάνης πρὸς τὸν ἐχθρὸν Ὅσιε, ὅστις
πειρασμοῖς σε ποικίλοις, νικῆσαι ᾤετο· ὅθεν τὰ τέκνα σου, κατὰ ἐχθροῦ μανιώδους,
Σίμων ἐνδυνάμωσον, χάριτι Πνεύματος.
Θεοτοκίον.
Βηθλεὲμ κτῖσαι Νέαν τῷ ἀσκητῇ εἴρηκας, ἐπὶ ὑψιβάμονα
Πέτραν, ἁγνὴ Πανάχραντε, ἐφ’ ἣν οἰκήσαντες, φαγεῖν τὸν Ἄρτον ζητοῦμεν, ὃν ἀῤῥήτως
ἔψησας, ἐν τῇ κοιλίᾳ σου.
Διάσωσον, τὴν κληρουχίαν σου ὅσιε Σίμων, ἀπὸ πάσης
τοῦ δυσμενοῦς περιστάσεως, ὑψῶν τὰς χεῖρας πρὸς Θεόν, ὡς πατὴρ φιλοικτίρμων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ
τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονὴν ἱερὰν καὶ τέκνα σου διάσωσον, ὦ Σίμων
σεπτέ, ἐκ πάσης περιστάσεως, καὶ δοχεῖα Πνεύματος, ταῖς εὐχαῖς σου ἀνάδειξον, ὅπως
τιμῶμεν εὐλαβῶς, τὴν μνήμην σου μακάριε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀγάπη ἣν ἔδειξας, πρὸς τὸν παιδοτρίβην σου
Σίμων ὅσιε, καὶ ἡμῖν κανὼν ἀσκήσεως, γένοιτο εὐχαῖς ταῖς φιλοτέκνοις σου.
Θανατώσας πᾶν θέλημα, τῇ ὑπακοῇ σου Σίμων τρισόλβιε,
ταύτην δῶρον πανυπέρτιμον, τοῖς οἰκοῦσι Πέτραν σου χορήγησον.
Λῦσον πάθη δεσμεύοντα, τὰς ψυχὰς σῶν τέκνων
Σίμων πανόσιε, καὶ πτερὰ Ἁγίου Πνεύματος, πάρεχε πρὸς γῆθεν μεταρσίωσιν.
Θεοτοκίον.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, ὕψωσον τὰς χεῖράς σου
Παναμώμητε, καὶ τὴν χάριν Θείου Πνεύματος, ἐφ’ ἡμᾶς κατάγαγε πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἕστης ἀσφαλῶς, ἐπὶ πέτραν θείας πίστεως, ὅθεν
Σίμων κατηξίωσαι, τὴν τῆς Πέτρας, σοῦ Μονὴν οἰκοδομήσασθαι.
Μεῖνον μεθ’ ἡμῶν, Σίμων ὅσιε καὶ πρόστηθι, ὅταν
τὰ κύματα ὁρμῶσι πειρασμῶν, καὶ κρημνίσαι ἡμᾶς θέλωσιν εἰς ἔρεβος.
Σοῦ ὑπὲρ ἡμῶν, εὐχομένου πάτερ Ὅσιε, ἐχθροῦ ἡ
πλάνη ἀφανίζεται, καὶ Κυρίου ἐκτελεῖται θεῖον θέλημα.
Θεοτοκίον.
Κόσμησον ἡμῶν, τὰς καρδίας Παναμώμητε, τῷ τοῦ
Δεσπότου θείῳ ἔρωτι, ὥσπερ καρδίαν, κατεκόσμησας τοῦ Σίμωνος.
ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκάθηρας σεαυτὸν πανόσιε, ὡς ναὸν προσκυνητὸν
τοῦ Δεσπότου, καὶ λειτουργῶν, ἐν εὐχαῖς καὶ νηστείαις, λαμπρὸν ἐπώφθης καὶ θεῖον
ἀνάκτορον, διὸ ἐνίσχυσον ἡμᾶς, ἀσκητεύειν ἐν νήψει καί χάριτι.
Πεποίκιλσαι, Σίμων πάτερ ὅσιε, ὑπενδὺς τὴν ἀρετόπλεκτον
χλαῖναν, δι’ ἧς φωστήρ, ἐν τῷ Ὄρει τοῦ Ἄθω, ὑπὸ Χριστοῦ ἀνεδείχθης ὑπέρλαμπρος,
φωτίζων πάντας τοὺς πιστῶς, μελετῶντας λαμπρὰν πολιτείαν σου.
Ἀνάστησον, ἐκ παντοίας πτώσεως, τοὺς ἐκ πόθου αἰτουμένους
σου Σίμων, ὥσπερ ποτέ, ἀβλαβῆ τὸν πεσόντα,ἐν τῇ ἀβύσσῳ διάκονον ἔσωσας, καὶ
στήριξον ἡμῶν σφυρά, ἐξ ἐχθροῦ ἐπηρείας κλονούμενα.
Θεοτοκίον.
Συνέτισον, Θεοτόκε πάναγνε, τοὺς ὑμνοῦντάς σε ἐκ
πόθου καρδίας, ὥστε στεῤῥῶς, τὴν πορείαν βαδίζειν, ἁγιασμοῦ οὗ χωρίς τις
δυνήσεται, ἰδεῖν τὸ Πρόσωπον Χριστοῦ, ὅπερ Σίμων ὁρᾷ ὁ τρισόλβιος.
Διάσωσον, τὴν κληρουχίαν σου ὅσιε Σίμων, ἀπὸ πάσης
τοῦ δυσμενοῦς περιστάσεως, ὑψῶν τὰς χεῖρας πρὸς Θεόν, ὡς πατὴρ φιλοικτίρμων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ
τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἣν ἐδόμησας Μάνδραν ὑψίθωρον, περιφύλαττε Σίμων
πανόσιε, ἐκ τῶν σκανδάλων καὶ τῶν πειρασμῶν, χορηγῶν σοῖς φοιτηταῖς, τὴν εἰρηνόδωρον
Χριστοῦ, ἐξ εὐχῆς θείαν ἄνεσιν. Πάντας δὲ ἀξιώσαις, δείπνου ἐν Παραδείσῳ, ἔνθα ὁ
Ἄρτος τῆς ζωῆς, τοῖς ἀξίοις βρωθήσεται.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχέ μοι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι
παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ
τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε
τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ
καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ
φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Σίμωνος Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σίμων πανσεβάσμιε, φωστὴρ τοῦ Ἄθωνος Ὄρους, ἀσκητὰ
χριστόψυχε, τῆς Μονῆς σου ἕδρασμα ἀκατάπληκτον, τὰς ἁγίας χεῖράς σου, πάντοτε ἀνύψου,
χορηγῶν τοῖς ἀνυμνοῦσί σε, Ἁγίου Πνεύματος τὰ εὐλογημένα χαρίσματα, ὅπως ὁδὸν ἀσκήσεως,
πάντες φιλοχρίστως τελέσωμεν, καὶ ἀξιωθῶμεν, Νεοβηθλεεμίτου Ἰησοῦ, τῆς ποθουμένης
συστάσεως, ἅμα σοι φιλότεκνε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν ἀστέρα, εἶδες ἐπὶ Πέτραν Σίμων κρεμάμενον,
ἵδρυσιν Μονῆς σου, φανεροῦντα Χριστοῦ τῆς Γεννήσεως, ἣν ἐγείρας πόθῳ, νῦν διαφύλαττε
ἁπάσης, πονηροῦ ἐπηρείας ἀλώβητον.
Νικητὴς ἀνεδείχθης, ὅτε ὁ ἀρχαῖος δράκων σε ἔπαισε,
θέλων ἐκδιῶξαι, τοῦ Σπηλαίου ἐν ᾧ καθηγίασαι· ὅθεν πάτερ Σίμων, ὑπομονὴν ἡμῖν
παράσχου, ἐν ἐχθροῦ προσβολαῖς ἀκατάβλητον.
Πορευθεὶς ἐν Κυρίῳ, ἅπαντα τὸν βίον σου Θεῷ κατέλιπες,
ὃστις ἤνεγκέ σοι, μαθητὰς καὶ Μονήν σου ἀνέκτισεν· διὸ θεῖε Σίμων, ἡμῶν τὸν
βίον τῷ Δεσπότῃ, ἀφιέναι πιστότητι δίδαξον.
Θεοτοκίον.
Ἀθωνίτισσα Μῆτερ, Σίμωνα ἀνέδειξας ἄνθος
περίδοξον, τοῦ σοῦ Περιβόλου, ὃν ἐδόξασε πλείστοις ἐν θαύμασι, καὶ νῦν ἱκετεύει,
σὺν τῷ χορῷ Ἁγίων Πάντων, ὑπὲρ ποίμνης καὶ Ὄρους τὸν Κύριον.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Τριάδα ἔσχες, φοιτητῶν συγκτιτόρων, τῆς Τριάδος
τῇ νεύσει θεῖε Σίμων, ἣν καθικετεύοις, ὑπὲρ σῆς θείας Μάνδρας.
Ἐκ Πέτρας μέλι, πνευματικὸν πάτερ Σίμων, τοῖς
σοῖς τέκνοις πηγάζεις διανέμων, πᾶσι φιλοτέκνως, τὰ πρὸς τὴν σωτηρίαν.
Ῥεύματα μύρων, ἐκ τοῦ σεπτοῦ σου λειψάνου,
Μυροβλύτην ὠνόμασάν σε Σίμων, δι’ ὧν πάλιν ποίμνην, ἀξίωσον χαρῆναι.
Θεοτοκίον.
Σὸς κλῆρος ἔφυ, αὕτη τοῦ Σίμωνος Μάνδρα,
Παναγία κτισθεῖσα σῇ προστάξει, ἥν περιφυλάττοις, σῇ ὑπερμάχῳ σκέπῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσας κατ’ ἄμφω, τοὺς ἐπιδραμόντας, ἀγαρηνοὺς
σῇ εὐχῇ Σίμων ὅσιε, μεθ’ ὧν καὶ πάντων τιμώντων, νόσους ἰάτρευσον.
Μονήν σου δεῖξον Σίμων, ἕως τοῦ αἰῶνος, ἁγιασμοῦ
ἐργαστήριον πάντιμον, ἐν ᾗ Χριστῷ συναφθῶσιν, οἱ ἐνασκούμενοι.
Ὡς κόρην βασιλέως, Σίμων δαιμονίου, ἀπηλευθέρωσας
θείαις πρεσβείαις σου, οὕτω ψυχὰς ὑμνητῶν σου, τούτου ἀπάλλαξον.
Νῦν βλέπων τὸν Σωτῆρα, ὃν ἐν τῇ ζωῇ σου, ἐπιποθῶν
πάτερ Σίμων ἐξήσκησας, ὑπὲρ Μονῆς καὶ σῶν τέκνων, Τοῦτον ἱκέτευε.
Θεοτοκίον.
Ἀγάπην τοῦ Υἱοῦ σου, δίδου Θεοτόκε, τοῖς
κατοικοῦσιν ἐν Πέτρᾳ τοῦ Σίμωνος, ὅπως τὸ Ἅγιον Ὄρος, ἔργοις δοξάσωμεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν
Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἑξῆς Μεγαλυνάρια·
Σίμωνα τὸν μέγαν ἐν ἀσκηταῖς, καὶ τῶν ἐν τῷ Ἄθῳ,
μοναζόντων ὑπογραμμόν· τὸν τὰς πανουργίας, ἐχθροῦ καταβαλόντα, τὸν θεῖον Μυροβλύτην,
ὕμνοις τιμήσωμεν.
Φύλαττε Μονήν σου τὴν ἱεράν, Σίμων Μυροβλύτα, ἀπὸ
πείνης τε καὶ σεισμοῦ, πλημμύρας ὑδάτων, καὶ πάσης ἄλλης βλάβης, ὅπως τιμᾷ ἀξίως,
Πάτερ τὴν μνήμην σου.
Τῆς Μονῆς σου σκέπε Σίμων σοφέ, σεπτὸν Προεστῶτα,
καὶ ἐνίσχυε σαῖς εὐχαῖς, ὅπως φιλοθέως, τὴν ἱεράν σου ποίμνην, καθοδηγῇ καὶ τρέφῃ,
θείοις διδάγμασι.
Τέκνα σου ὑπάρχοντες ταπεινά, σὲ ἐκδυσωποῦμεν,
Σίμων πάτερ ἡμῶν κλεινέ, σὺν τῇ Μυροφόρῳ Μαγδαληνῇ Μαρίᾳ, μὴ παύσητε πρεσβεύειν,
πρὸς τὸν Φιλάνθρωπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς
ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι
τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά
σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ
δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς
ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου,
πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων,
σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σίμων Μυροβλῦτα θαυμαστέ, Κτίτωρ Βηθλεέμ σου τῆς
Νέας, ταύτην περίσκεπε· καὶ πτωχὰ τεκνία σου, εὐχαῖς εὐλόγησον, ὅπως λέοντες
φαίνωνται, κατὰ διαβόλου, καὶ πολῖται γένωνται, τῆς οὐρανίου Σιών. Ἔνθα σὺ οἰκῶν
σὺν Ἁγίοις, καὶ Μαγδαληνῇ Μυροφόρῳ, δυσωπεῖν μὴ παύσητε πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ
τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε,
εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς
Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Δέξαι ὡς θυμίαμα εὔγνωμον ὕμνον,
ὃν σοι ἐξύφανα πτωχὸν τέκνον, Σίμων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.