(1ῃ Μαρτίου)
Η ῾Αγία Εὐδοκία
γεννήθηκε στήν ῾Ηλιούπολη τῆς Φοινίκης, ἐπί
Τραϊανοῦ (98 - 117 μ.Χ.). Πέρασε τά πρῶτα χρόνια τῆς ζωῆς της στήν ἁμαρτία
παρασύροντας μέ τήν ὀμορφιᾶ της πολλούς ἄνδρες στήν ἁμαρτωλή ζωή, ἐνῶ
συγχρόνως συγκέντρωσε πολλά χρήματα. ῾Η χάρη ὅμως τοῦ Θεοῦ εὐδόκησε, ὥστε νά
μετανοήσει. Μετά ἀπό μία σοβαρή ἀσθένεια, ἐγκατέλειψε τήν πόλη καί τήν ἁμαρτία,
γιά νά ἐπιστρέψει ἐκεῖ ἕνα χρόνο ἀργότερα ὅπου ἐγκαταστάθηκε στήν ἄκρη τῆς
πόλης. ̉Εκεῖ γνώρισε κάποιον μοναχό ὀνόματι
Γερμανό καί μέ τίς νουθεσίες του μετανοησε. Στήν συνέχεια, προσῆλθε στόν ̉Επίσκοπο Θεόδοτο καί βαπτίσθηκε. Μετά ἀπό
αὐτό ἄλλαξε τή ζωή της. Χάρισε τήν
περιουσία της στό φιλανθρωπικό ἔργο τῆς ἐκκλησίας καί πῆγε σέ κάποιο μοναστήρι,
ὅπου ζοῦσε βίο ἀσκητικό ὡς τή στιγμή πού τήν ἄρπαξαν οἱ πρώην ἐραστές της καί
τήν ὁδήγησαν στόν Αὐριλιανό γιά νά δικαστεῖ. ῾Η ῾Αγία ὅμως μέ τήν προσευχή της ἀνέστησε
τό νεκρό παιδί τοῦ βασιλιᾶ καί προσέλκυσε καί τόν ἴδιο στό Χριστιανισμό. ̉Αργότερα óδηγήθηκε μπροστά στόν ἡγεμόνα
Διογένη, ὁ ὁποῖος τήν ἄφησε ἐλεύθερη, ἀφοῦ ἡ ῾Αγία καί πάλι θαυματούργησε.
Τελικά ἀποκεφαλίσθηκε ἀπό τόν Βικέντιο κι ἔλαβε τό στεφάνι το μαρτυρίου.
Παρακλητικὸς Κανὼν
Εἰς τὴν ῾Οσιομάρτυρα Εὐδοκία
τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται
ὁ Ψαλμὸς ρμβ´ (142ος) Κύριε εἰσάκουσον… καὶ εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,…
(τετράκις).
Εἴτα τὰ ἑξῆς Ἦχος
δ΄. Ὁ ὑψωθεὶς ἐν...
Τὴν Θεοδόξαστον, ὑμνήσωμεν πάντες, τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν, ἐν κατάνύξει
κράζοντες ἐκ μέσης ψυχῆς, ῥῦσαι τοὺς προστρέχοντας, Εὐδοκία θεόφρων, πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων, ταῖς πρὸς
Χριστὸν λιταῖς σου, θαυμαστή, σὲ γὰρ προστάτιδαν ἅπαντες ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ… Ἀπολυτίκιον. Ἦχος
γ’. Θείας πίστεως...
Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες,
τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες, οὐ τὸν ζυγὸν τὴ σαρκί σου
βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι' αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι μῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν καὶ ἀεὶ … Θεοτόκιον.
Οὐ σιωπήσωμεν
ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ
ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τὶς ἡμᾶς ἐῤῥύσατο
ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,
Δέσποινα ἐκ σοῦ˙ σοὺς γὰρ δούλους σώζεις ἀεὶ,
ἐκ παντοίων
δεινῶν.
῾Ο Ν΄ (50ος)
Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδή α´. ῾Υγρὰν διοδεύσας.[1]
Αξίωσον μέλψε ἡμῶν ᾠδάς, ἐν φόβῳ
Κυρίου, Εὐδοκία θαυματουργέ, καὶ ταύτας προσάγαγε τῷ Κτίστῃ, παρ̉ οὗ ἐξαίτει πληρώσαι αἰτήματα.
Βίον ἀκηλίδωτον καὶ σεμνὸν, παράσχου ἱκέταις,
σοῦ δεόμεθα ταπεινῶς, πᾶσι τοῖς σοι προσφεύγουσι πίστει, πρὸ τῆς ἁγίας εἰκόνος
σου, ἔνδοξε.
Θεοτοκίον
Προστάτης ἀκοίμητος καὶ φρουρὸς, ἡμῶν ἀνεδείχθῃς,
Θεοδόξαστε Μαριάμ, διὸ σοι προσφεύγωμεν ἱκέται, καὶ ἐξαιτοῦμεν τὴν χάριν Σου, ῎Αχραντε.
ᾨδή γ´. Οὐρανίας ἁψῖδος...
Λυτρωτὴν τῶν ἀνθρώπων, καὶ Πλαστουργὸν ἅπαντες, σὲ
καθικετεύομεν πίστει, καὶ σοῦ δεόμεθα, Τοῦτον εὐμένησόν συ, ὦ Εὐδοκία θεόφρον,
τῶν πιστῶν τὸ στήριγμα, καὶ καταφύγιον.
Ορθοδόξων ἐδείχθης φρουρὸς
ὁ
ἀκοίμητος, καὶ
τῶν μοναζόντων τὸ
κλέος ὡς
καὶ τὸ πρότυπον, τῶν
δὲ ἀλγοῦντων ἀεὶ, σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.
Ταῖς λιταῖς σου, Θεόφρων, ὁ Ποιητὴς
τάχυον, εἰρηνεύει τὰ ἔθνη, Εὐδοκία πανάριστε, καὶ τὴν εἰρήνην ἀεὶ, καὶ τὴν ὁμόνοιαν,
Μάρτυς, τοῖς ἀνθρώποις δίδωσι, ὁ Πολυέσπλαχνος.
Θεοτοκίον.
Ω Πανάχραντε
κόρη, Χριστιανῶν καύχημα, καὶ τῶν
̉Ορθοδόξων τὸ κλέος, σὺ μὲ προστάτευσον ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, καὶ ἐκ
δολίων ἀνθρώπων, καὶ παθῶν, Πανάμωμε, ψυχῆς ἁπάλλαξον.
Διάσωσον, ἀπὸ κινδύνων, ἱκέτας
σου, ̉Αθλοφόρε, ὅτι πάντες δεητικῶς πρὸς
σὲ καταφεύγομεν, τῶν ̉Ορθοδόξων ἡ δόξα
καὶ κλέος.
Ε̉ πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε
Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι* τῆς ψυχῆς μου τὸ
ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ
Χορός τὸ Κύριε, ἐλέησον (δωδεκάκις) καὶ εἶτα τὸ
Κάθισμα. Ἦχος βʹ.
Πρεσβεία θερμὴ...
Σὺ πρέσβυς θερμὸς, καὶ τεῖχος ἀπροσμάχητον,
ἐδείχθης, σεμνή, καὶ κόσμου
καταφύγιον, ἐκτενῶς βοῶμεν
σοί, Εὐδοκία ἔνδοξε, πρόφθασον
καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς, τοὺς σοι
πόθῳ καὶ πίστει
προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
Τέκνα
τάχος σὺ δώρησον, τοῖς ποθοῦσι, Εὐδοκία πανένδοξε, καὶ παράσχου ῥώσιν ἅπασι,
τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Τοὺς
πολέμους κατάπαυσον, Εὐδοκία ἔνθεε, πιστῶν τὸ στήριγμα, καὶ εἰρήνην ταῖς ἱκέταις
σου, παράσχου, μάρτυς πανευωδέστατε.
Θεοτόκιον.
Τέκνα τάχος σὺ δώρησον, τοῖς ποθοῦσι,
Θεοτόκε Πανάχραντε, καὶ παράσχου ῥώσιν ἅπασι,
τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
ᾨδή ε´. Φώτισον ἡμᾶς.
Υπνον ἐλαφρὸν, καὶ ἀνάπαυσιν τοῦ
σώματος, παράσχου πάντες δεόμεθα θερμῶς, καὶ ταῖς λιταῖς Σου, τῆς ψυχῆς τὰ πάθη
κοίμησον.
Εμπλησον ἡμῶν,
τὰς καρδίας θείας χάριτος, Εὐδοκία,
̉Ορθοδόξων ἡ χαρά, καί τοῖς νοσοῦσι, ὑγιείαν παράσχου, ἔνδοξε.
Πάντας τοὺς πιστοὺς, ἐντρυφήσαι
καταξίωσον, ἐν ταῖς Γραφαῖς, Εὐδοκία θαυμαστή, καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις
καὶ προστάγμασι.
Θεοτοκίον.
Δίδου σύ χαράν, εὐεργέτας τοῦ ἱκέτους
Σου, καὶ διαφύλαττε αὐτούς, Μαριάμ, ἐκ πάσης
βλάβης, καὶ στενώσεως σοῦ δέομαι.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...
Νεότης σύ καταφεύγει, ἔνδοξε, καί θερμῶς
σέ ἱκετεύει ἀπαύστως˙ ῥῦσαι, ἱκέτας Εὐδοκία, Θεόφρων, ἐκ τῶν ποικίλων
λοιμώξεων ἅπαντας, καί Κύριον τῶν οὐρανῶν, καί τῆς γῆς καταπράϋνον δέομαι.
Εἰρήνην τῇ ̉Εκκλησίᾳ ἐξαίτει, καὶ οἰκίαις πιστῶν τὴν
γαλήνην, τοὺς δὲ προστρέχοντας πόθῳ καὶ πίστει, τῇ ἱερᾷ σου εἰκόνι προστάτευσον,
ἐκ πάντων τῶν ἐπιβουλῶν, καὶ λιμοῦ ἀνεργίας διάσωσον.
Θεοτόκιον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε, καὶ διάσωζε ἐκ πάσης
κακίας, καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους, τάχος ὁδήγησον πάντες δεόμεθα, τοὺς
δὲ ποιμένας ἀκραιφνεῖς,
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον, ἀπὸ κινδύνων, ἱκέτας
σου, ̉Αθλοφόρε, ὅτι πάντες δεητικῶς πρὸς
σε καταφεύγομεν, τῶν ̉Ορθοδόξων ἡ δόξα
καί κλέος.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος,
καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος· μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνὰς, ἀλλὰ
σπεῦσον σύ, θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙ δέχου
ἡμῶν πρεσβείαις, καὶ ῥῦσε ἐκ τῶν κινδύνων, Εὐδοκία θεόφρων, ἰσχυρὸν, τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. (δίς)
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς
πόδας μου καί κατεύθυνε τά διαβήματα μου.
Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς
τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ι΄
16-22) ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶπεν ὁ
Κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι
ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι
γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ
ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν
ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ
πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ
πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ
ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος
σωθήσεται.
῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ...
Ταῖς τῆς ̉Αθλοφόρου, πρεσβείαις ̉Ελεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ
μέγα ἔλεός σου…
Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπης
με, τῶν ̉Ορθοδόξων προστάτα, καὶ πιστῶν
τὸ στήριγμα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙ θλῖψις γὰρ ἔχει
με, φέρειν οὐ δύναμια, ἀρχεκάκου τὰ τοξεύματα˙ σκέπην οὐ κέκτημαι,
οὐδὲ ποῦ πρσφύγω, Πανάριστε, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω
πλὴν σο.* Σπεῦσον, Φωτοφόρε, καὶ γίνου σὺ προστάτις
καὶ φρουρὸς, καὶ βακτηρία ἀκλόνητος, Εὐδοκία ἔνδοξε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδή ζ´. Οἱ
ἐκ τῆς ̉ Ιουδαίας.
Νικητάς ἁμαρτίας, τοὺς πιστοὺς σὺ ἀνάδειξον,
Θεοδόξαστε, λιταῖς σου πρὸς τὸν Κτίστην, δεόμεθα ἁπαύστως, διὸ σοι
καταφεύγομεν, Εὐδοκία θαυμαστή, πιστῶν ἡ βακτηρία.
Τῶν ἀτέκνων κατέστης, καταφύγιον μέγα
σύ, θαυματόβρυτε, καὶ πάντων τῶν ποθούντων, υἱοὺς καὶ θυγατέρας, ἀρωγός, διὸ
κράζουσι· Χαῖρε, Εὐδοκία σεμνή, χαρὰ πιστῶν καὶ κλέος.
Εὐδοκία θεόφρον, σοι προσπίπτομεν
πάντες θερμῶς δεόμενοι, παράσχου σοῦ ἱκέταις, θάῤῥος ὁμολογίας, ὡς καὶ
πίστιν ἀκλόνητον˙ ἵνα δοξάζωμεν Σέ, τὸ εὔχος τῶν ̉Αγγέλων.
Θεοτόκιον.
Θεοτόκε Παρθένε, πρὸς σὲ πίστει
προσέρχομαι ὁ ἀνάξιος, καὶ χείρας μου σοὶ αἴρω, καὶ πόθῳ ἀνακράζω, ἀποδήμους
διάσωσον, ἐκ τῶν χειρῶν πειραστοῦ, καὶ τῶν αἰρετιζόντων.
ᾨδή η´. Τὸν Βασιλέα…
Τόν Βασιλέα, τῶν οὐρανῶν, Εὐδοκία,
καθικέτευε πάντες αἰτοῦμεν, ὅπως ἡμῖν παράσχῃ πίστιν καὶ ὑγείαν.
Τοὺς ̉Ορθοδόξους, ἐκ τῶν χειρῶν ἀρχεκάκου,
Εὐδοκία, διάσωσον πάντες, αἰτούμεθα πίστει, καὶ πόθῳ, Χριστονύμφη.
Τοὺς ̉Ορθοδόξους, ἐκ τῶν χειρῶν ἀρχεκάκου,
Εὐδοκία, διάσωσον πάντες, αἰτούμεθα πίστει, καὶ πόθῳ, Μυροβόλε.
Θεοτόκιον.
Εκ τῶν ἀνθρώπων, τὴν ἀνασφάλειαν
τάχος, ἐκδιώκεις, Παρθένε Μαρία, καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδή θ´. Κυρίως Θεοτόκον…
Ημῶν τῶν ἐν ἀνάγκαις, ὄντων, Εὐδοκία,
σὺ εἶ προστάτης ἀκοίμητος, κόρη σεμνή, καὶ τῶν ἀλγοῦντων θεράπων, ἰατρὸς σὺ ἡ ἀλάνθαστος.
Τὰ τέκνα ̉Ορθοδόξων, σὲ καθικετεύω, ἐκ
τῆς ἀπιστίας τάχος διάσωσον, καὶ εἰς νομὰς
τοῦ Κυρίου, ταύτα ὁδήγησον.
Θεόφρον Εὐδοκία, Μάρτυς, τοῦ ῾Υψίστου,
τοὺς ὀφθαλμοὺς ἀλλοδόξων διάνοιξον, καὶ ἐν τῆ
πίστει ἡμῶν, τούτους ὁδήγησον.
Θεοτοκίον.
Τοὺς ῾Ιεραποστόλους, φύλαττε λιταῖς
σου, ἐκ τῶν ποικίλων κινδύνων, Εὐδοκία σεμνή, καὶ ̉Ορθοδόξους ἀπαύστως, σκέπε δεόμεθα.
Καὶ εὐθὺς τὰ
παρόντα Μεγαλυνάρια.
Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ
μεγαλύνομεν.
Χαίροις Εὐδοκία, κόρη σεμνή, ̉Ορθοδόξων κλέος καὶ
προπύργιο τῶν πιστῶν. Χαίροις τῶν νοσοῦντων,
ἀνάργυρος θεράπων, καὶ πάντων τῶν ἐν θλίψει, τὸ παραμύθιον.
Ελαβες τὴν χάριν παρὰ Θεοῦ, ὄγκους θεραπεύειν καὶ ἰώσεις ἰᾶ
ταχύ, διὸ οἱ ἀλγοῦντες, σοι, μάρτυς Εὐδοκία, προστρέχουσι ἀσμένως, Χριστὸν
δοξάζοντες.
Τῆς ῾Ηλιουπόλεως τὸν βλαστὸν, καὶ τῆς Σαμαρίας τὸν ἀτίμητον
θησαυρόν, τῶν ἐν μετανοία, τὸ πρότυπον κατέστης, καὶ πάντων Εὐδοκία, λιμὴν ἀπάνεμος.
Ατεκνίαν λύεις
τῶν γυναικῶν, Εὐδοκία μάρτυς,
̉Ορθοδόξων καταφυγή, σὺ καὶ τὰς ἰάσεις, παρέχεις ἀδαπάνως, τοῖς
πίστει προσιοῦσι, εἰς τὴν εἰκόνα σου.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, ̉Αποστόλων ἡ δωδεκάς,
οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τρισάγιον, Πάτερ ἡμῶν… ῾Ο ῾Ιερεύς:
῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Αμήν καὶ
εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως...
Φόβον
ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες,
οὐ τὸν ζυγὸν τὴ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι' αἵματος. Μάρτυς ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δέησις καὶ στὴ συνέχεια μικρὰ ἀπόλυσις
καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου...
Πάντας τοὺς προστρέχοντας θερμῶς, πρὸ
τῆς ἱερᾶς σου εἰκόνος, Εὐδοκία
θαυμαστή, δίδου σὺ μετάνοιαν, ὑπομονὴν καὶ χαράν, φωτισμὸν καὶ ταπείνωσιν,
εἰρήνην καὶ πίστιν, ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ. Μάρτυς, ̉Ορθοδόξων τὸ κλέος,
ἀσθενῶν ἐδείχθης θεράπων, καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.
῏Ηχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν
δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. ̉Αμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.