Τετάρτη 13 Μαΐου 2026

Παρακλητικός Κανών εις την Μάρτυρα Αγίαν Γλυκερίαν . Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 




Αγία Γλυκερία ἡ Μάρτυς

 

 ῾Η ̒Αγία Γλυκερία γεννήθηκε στήν Τραϊανούπολη τό 2ον μ.Χ. αἰ., ἐπί αὐτοκράτορα ̉Αντωνίνου. Μι­κρή ἔγινε Χριστιανή καί ἀνέπτυξε ἔντονη χριστια­νική καί κατηχητική δράση.

   ῞Οταν ὁ ἡγεμόνας Σαββίνος, τήν κάλεσε νά παρου­σιασθεῖ μπροστά του ἡ ἁγία ἐμ­φανίσθηκε, ἔχοντας σημειώσει στό μέτωπό της τόν Τί­μιο Σταυρό καί  ὁ­μολόγησε μέ παρρη­σία την πίστη της στόν ̉Ιησοῦ Χριστό. ̉Ε­κεῖνος ἔξαλλος τήν ὁδήγησε σέ εἰδωλολα­τρικό ναό γιά νά θυσιάσει στά εἴ­δωλα. ̉Εκεῖ ἡ Γλυκε­ρία ἀφοῦ προσευχήθηκε θερμά, συν­έτριψε τό ἄγαλ­μα τοῦ Δία. ̉Εξοργισμένοι οἱ εἰδωλολά­τρες, τήν ἔσυ­ραν ἔξω καί τή λιθοβόλησαν μέ μανία. ῞Ο­μως οὖτε μία πέτρα δέν ἄγγιξε τήν ῾Αγία, μέ ἀποτέλε­σμα πολ­λοί νά πιστεύσουν στό Χριστό. Στή συνέχεια, ἀφοῦ ὑπέστη διάφορα βασανιστήρια ρίχθηκε στή φυ­λακή, ὅπου κατήχησε καί ἔφερε στή χριστιανική πίστη τό δεσμοφύλακά της ὁ ὁποῖος ἐν συνεχεία ὁ­μολόγησε μέ θάρρος τήν πίστη του μαρτύρησε γιά τό Χριστό. Τότε ὁ Σαββίνος διέταξε νά βασανίσουν ξανά τή Γλυκερία καί ἔπειτα νά τή ρίξουν στά ἄγρια θηρία ἀπό τά ὁποία ἕ­να τή δάγκωσε (χωρίς νά τήν πληγώ­σει) μέ ἀποτέλεσμα ἡ ῾Αγία νά παραδώσει τό πνεῦ­μα της στόν ἀθλοθέτη Κύριο.

   Τό λείψανό της παρέλαβε ὁ ̉Επίσκοπος τῆς ῾Ηρα­κλείας Δομίτιος καί τό τοποθέτησε σέ εὐπρεπή τόπο.      

   ῾Η ῾Αγία ἔκανε πολλά θαύματα, ἰά­σεων καί θερα­πεῖες δαιμονισμένων σέ ὅσους μέ πίστη κατέφευγαν στή χάρι της. .

 

Παρακλητικς Κανν

ες τν Μάρτυρα Αγίαν Γλυκερίαν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τῆς  ̉Εκκλησίας τὸ μυρίπνοον ἄνθος* γονυκλινῶς καθικετεύσομεν πάντες* καὶ ταπεινῶς βοήσομεν ἐκ μέσης ψυχῆς* ῥῦσαι, τοὺς ἱκέτας σου,* Γλυκερία παμμάκαρ,* ἐκ πάσης περιστάσεως καὶ ἐκ πάσης ἀνάγκης* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.

 

Δόξα Πατρί… Ἀπολυτίκιον Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν,* τὴν ἀριστεύσασαν πόνοις ἀθλήσεως* καὶ ἀσθέ­νεια τῆς σαρκός* τὸν ὄφιν καταβαλοῦσαν* πόθω γὰρ τοῦ Κτίσαντος* τῶν βασάνων τὴν ἕφοδον,* παρ̉ οὐδὲν ἠγήσατο* καὶ θεόθεν δεδόξασται* πρὸς ἣν ἀναβοήσωμεν πάντες* χαίροις θεόφρον Γλυκερία.

 

Καὶ νῦν…  Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙*

σοὺς γὰρ δού­λους σώζεις  ἀεὶ* ἐκ  παντοί­ων  δει­-

νῶν.

 

῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

 

ᾨδὴ α’. ῾Υγρὰν διοδεύσας...

Τὰ γόνατα κλίνω δεητικῶς* πρὸς σε, Γλυκερία* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ* τῶν  ̉Ορθοδόξων προστάτις καὶ πρόμαχος.

 

Παθν με ταράττουσι προσβολαὶ* πολλς ἀ­θυμίας* μπιπλσαί μου τὴν ψυχήν˙* ερή­νευ­σον Μάρτυς τὴν ζωήν μου* διὰ τῶν λιτῶν σου πρὸς τὸν Πλάστην καὶ Κύριον.

 

 ̉Οσφύος τὰ ἄλγη σῶν ἱκετῶν* ταχὺ θεραπεύεις* διὸ πάντες γονυκλινῶς* προσφεύγουσι πίστει τῇ σῇ σκέπῃ* καὶ ἐξαιτοῦσι τὴν ἴασιν, Πάντιμε.

 

Θεοτοκίον.

῾Ικέτας ἀξίωσον, Μαριάμ,* μελετᾶν ἡδέως τοῦ Υἱοῦ Σου τὰς ἐντολᾶς* καὶ ταῦτας ἀξίωσον τη­ρεῖσαι,* ἵνα τὸ πῦρ τῆς κολάσεως φύγωμεν.

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος.

῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Γλυκερία,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Θεοκοινώνητε.

 

 ̉Οφθαλμοὺς ἀλλοδόξων, Γλυκερία, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγη­σον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, Μάρτυς, ὑ­μνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.   

 

Τοὺς ἐν τῇ κλίνῃ τοῦ πόνου τάχος ἐπίσκεψαι* καὶ αὐτοῖς ὑγιείαν παράσχου λιταῖς σου, ἔν­δοξε,* ἵνα δοξάζωμέν σε καὶ Παναγίαν Τριά­δαν,* Γλυκερία ἔνδοξε, πάντων τὸ καύχημα.

 

Θεοτοκίον.

Λυτρωτὴν τῶν ἀνθρώπων, Παρθένε πανάσπυ­λε,* καὶ τὸν Ποιητὴν τῶν ἁπάντων σὺ ἐξευμέ­νι­σον,* ἵνα διάγωσι εἰρηνικῶς σοῦ ἱκέται* Θεοτό­κε Δέσποινα, πιστῶν τὸ στήριγμα.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Γλυκερί­α,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησία. 

 

 ̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκω­σιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ.

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐ­κτε­νῶς βο­ῶμεν σοί,* Γλυκερία ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων  λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ  καὶ  πίστει  προσφεύγοντας.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε...

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Γλυκε­ρία πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀ­κοίμητον οἱ  ̉Ορθόδοξοι,* Γλυκερία μάρτυς, ἔ­χοντες* οὐ πτοούμεθα, Θεοκοινώνιτε.

 

Τοὺς νοσοῦντας θεράπευσον,* Γυκερία ἔνδοξε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε. 

 

Θεοτοκίον.

 ̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέ­σποι­να Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατά­φεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε. 

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς.

῎Ιασαι ταχύ, τῶν παθῶν μου τὴν ἀσθένειαν,* σύ, Γλυκερία Θεοδόξαστε,* καὶ ὑγιείαν διὰ λι­τῶν σου* παράσχου μοι.

 

Κύριον θερμῶς,* Γλυκερία, καθικέτευε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονήν,* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανάριστε.  

 

Δέομαι θερμῶς,* Γλυκερία ἀξιάγαστε,* σὺ τὴν μανί­αν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.

 

Θεοτοκίον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίω­σον* ἐν ταῖς Γραφαῖς, Πανάμωμε Μαριάμ,* καὶ βιώσαι τοῖς τοῦ Υἱοῦ Σου* λόγοις καὶ προ­στάγμασι.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, Γλυκερία μάκαρ,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δε­όμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱ­κέτες σου, εὔσημε. 

 

 ̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Γλυκερία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων λιταῖς σου* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θα γονυκλινῶς,* Μάρτυς  Χριστοῦ, ἡ­μεῖς οἱ ἀνάξιοι.  

 

 ̉Απαύστως σὲ ἱκετεύομεν πάντες* μὴ παρίδης σοῦ ἱκέτας, Φωσφόρε,* ἀλλὰ παράσχου ἡμῖν, Γλυκερία,* ὑ­πομονὴν καὶ ταπείνωσιν, ἔνδοξε* καὶ ἀξίωσον ἡμᾶς εὐθυ­πορεῖν* πρὸς ὁδοὺς τοῦ Κυρίου, Πανύμνητε.

 

Θεοτοκίον.

Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσω­ζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Γλυκερία* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησία. 

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ  Κοντάκιον.  Ἦχος β´. Προστασία.

Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* Τάχυνον εἰς πρεσβείαν* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* τοὺς κα­τάφεύγοντας εἰς σέ,* Γλυκερία Θεοδόξαστε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ. (δίς)

 

Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυ­μάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κέφ. 21: 12-19)

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Επεν Κύριος τος αυτο Μαθητας· Προσέχε­τε π τν νθρώπων· πιβαλοσιν φ̉ ὑ­μς τς χερας ατν κα διξουσι, παραδιδό­ντες ες συναγωγς κα φυλακς, γομνους ἐ­π βασι­λες κα γεμνας νεκεν το νματς μου˙ ἀ­ποβσεται δ μν ες μαρτριον. θτε ον ες τς καρδαις μν μ προμελετν πολογηθῆ­ναι˙ γ γρ δσω μν στμα κα σοφαν, ο δυνσονται ντειπεν οδ ντιστναι πά­ντες ο ντικεμενοι μν. παραδοθσεσθε δ κα π γονων κα συγγενν κα φλων κα δελ­φν, κα θανατσουσιν ξ μν, κα σεσθε μισομε­νοι π πντων δι τ νομ μου˙ κα θρξ κ τς κεφαλς μν ο μ πληται˙ ν τ ὑ­πομον μν κτσασθε τς ψυχς μν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρί ...

Ταῖς τῆς  ̉Αθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Εἷτα τὸ Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ…

 

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας,* Γλυκερία ἔνδοξε,* ἀλλὰ διαφύλαττε τὸν ἱ­κέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτη­μαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύ­γω σοι,* καὶ γο­νυκλινῶς ἱκε­τεύω σε˙* φύλακα γὰρ πάντων,* προ­στάτην καὶ ἀκοί­μητον φρου­ρὸν* καὶ βακτηρίαν ἀ­κλόνητον,* Σέ, Χρι­στὸς, ἀ­νέδειξε.   

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς:  ̉Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός:  ̉Αμήν. 

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, Πνευματέμφορε,* καὶ πάντων τῶν ποθού­ντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζω­σι,* Γλυκερία σεμνή,* πιστῶν ἡ βακτηρία.

 

Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, Μάρτυς ἁ­γνή, δυσώπησον˙* ῥυσθῆναι τῶν πταισμά­των,* ψυχῆς τέ μολυσμάτων* τοὺς μετὰ πόθου ᾄδωντας˙* Ὁ τῶν Πατέρων  ἡμῶν* Θεός, εὐλογη­τὸς εἶ.

 

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεο­δόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμε­θα ἁ­παύστως,* ἵνα πόθῳ κραυγάζωμεν,* Γλυκερία θαυ­μα­στή,* χαρὰ πιστῶν καὶ δόξα.

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω,* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.    

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα.

Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθι­κέτευε, Μάρτυς Γλυκερία,* ὅπως σοῦ ἱκέτας* μετάνοιαν παράσχῃ.

 

Τὴν ἀνεργίαν ταῖς σαῖς λιταῖς, Γλυκερία,* ὁ Δε­σπό­της τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς πα­ρέ­χει* τα­χέως ἐργασίαν. 

 

Σὺ τὰς ἰώσεις σῶν ἱκετῶν θεραπεύεις* καὶ αὐ­τοῖς ὑγιείαν, Γλυκερία,* διὰ τῶν λιτῶν σου* παρέχεις Χριστοδρόμε.

 

Θεοτοκίον.

Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυ­ρς τοῦ αἰωνίου.  

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.

 ̉Αξίωσον ἱκέτην,* μάρτυς Γλυκερία,* ἀκατακρί­τως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε. 

 

 ̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπο­μο­νὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀ­σφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.  

 

Χαρὰν καὶ εὐφροσύνην* πίστιν καὶ ἀγάπην* τοῖς σοῖς ἱκέταις παράσχου, μακάριε,* ἵνα ἀ­παύστως πιστοὶ* δοξάζουσι τὸν Κτίστην.

 

Θεοτοκίον.

 ̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.

 

Καὶ εὐ­θὺς τὰ Μεγαλυνάρια

῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­οτό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον* καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Πάντων τῶν νοσοῦντων σὲ ἰατρὸν* καὶ τῶν ἐν ἀνάγκαις* προστάτην καὶ βοηθόν,* χηρῶν τε καὶ πενήτων* φρουρὸν σε καὶ τροφέα,* Γλυκερία  μάρτυς,* Χριστὸς ἀνέδειξε.

 

Δόξα ἐκκλησίας καὶ χαρμονή,* μάρτυς, ἀνεδεί­χθης* καὶ προπύργιον τῶν πιστῶν* καὶ τῆς νεο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* Γλυκερία μάκαρ,* Χριστὸς ἀνέδειξε.

 

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,*  Γλυκερία μάρτυς,* σοῦ δεόμεθα ταπεινῶς* καί ἐκ τῶν κυ­κλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσω­σον λι­ταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.

 

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν ἀξίωσον.

 

Χαίροις, Γλυκερία θαυματουργέ,* ̉Ορθοδόξων δόξα καὶ ῾Ελλήνων ἡ χαρμονή˙* Χαίροις, τῶν ἐν θλίψει καί ἐν στεναχωρίᾳ* ἀκοίμητος προ­στάτης καὶ καταφύγιον.

 

Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* Γλυκερία θαυματουργή,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρε­σβεί­αν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ

Ἀπολυτίκιον Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν,* τὴν ἀριστεύσασαν πόνοις ἀθλήσεως* καὶ ἀσθέ­νεια τῆς σαρκός* τὸν ὄφιν καταβαλοῦσαν* πόθω γὰρ τοῦ Κτίσαντος* τῶν βασάνων τὴν ἕφοδον,* παρ̉ οὐδὲν ἠγήσατο* καὶ θεόθεν δεδόξασται* πρὸς ἣν ἀναβοήσωμεν πάντες* χαίροις θεόφρον Γλυκερία.

 

Δέησις ὑπὸ ῾Ιερέως καὶ ἐν συνεχείᾳ μικρὰ ἀ­πόλυσις.

   Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

 

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν,* δέχου  ̉Ορθοδό­ξων δε­ήσεις* σὺ Γλυκερία σεμνή,* ἄλλην γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικα­λούμεθα καὶ ἱκετεύομεν˙* ῾Αγία, τῆς ῾Ελλάδος ἡ δόξα* ῥῦσαι τοὺς σοι προστρέχοντας τάχος* ἐκ πά­σης περιστάσεως καὶ θλίψε­ως.  

 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

 

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.