Δευτέρα 20 Ιουλίου 2026

Παρακλητικός Κανών εις τον Αγιον Παρθένιον Επισκόπο Ραδοβυζδίων. Ποίημα Γεωργίου Μηλίτση, διδασκάλου.

 




῞Αγιος Παρθένιος ̉Επισκόπος Ραδοβυζδίων.

(21ῃ ̉Ιουλίου)

 

Ο νεοφανής αυτός Άγιος της Εκκλησίας καταγόταν από το χωριό Βατσουνιά της Θεσσαλίας. Από μικρός είχε την Ιερατική κλίση και επάξια δια της θείας χάριτος, έγινε επίσκοπος Ραδοβυσδίου (νομός Άρτας).

   Υπήρξε άριστος ποιμενάρχης και δια της θερμής του αγάπης και δια του αγίου παραδείγματος του, στήριζε το ποίμνιό του σε κάθε του ανάγκη. Τακτικά μάλιστα έβγαινε στους αγρούς και ευλογούσε τα ζώα των κτηνοτρόφων. Έτσι οσιακά και δίκαια αφού έζησε, παρέδωσε τη μακαριά ψυχή του στον Θεό την 21 Ιουλίου 1777 μ.Χ.
   Κατά την ήμερα της ανακομιδής των αγίων λειψάνων του, αυτά ευωδίαζαν ουράνιο άρωμα. Μέρος από τα οστά των χεριών του, βρίσκεται στην Ιερά Μονή Δουσίκου - Τρικάλων. Λέγεται ότι ο Άγιος Παρθένιος υπήρξε ιδιαίτερα θαυματουργός στη θεραπεία ασθενειών των ζώων.

 

 

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Παρθένιον ̉Επισκόπο Ραδοβυζδίων.

Ποίημα Γεωργίου Μηλίτση, διδασκάλου.

 

Ελογήσαντος το Ιερέως ἀναγιγνώσκε­ται ὁ Ψαλ­μὸς ρμβ´ (142ος), Κύριε εἰσάκουσον…, μεθ̉  τ Θες Κύριος (τετράκις) κα τ ξής:

 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη,* Ῥαδοβισδίου φύλακά τε καὶ ῥύστην,* προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς·* ῞Οσιε Παρθένιε,* Ἱεράρχα Κυρίου,* πρόφθασον καὶ λύτρωσαι* τοὺς δεινῶς θλιβομένους,* μὴ παραβλέψης δέησιν οἰκτράν,* τῶν προσπιπτόντων* τῇ κάρᾳ σου ῞Αγιε.

 

Δόξα Πατρὶ ...  ̉Απολυτίκιον.Ηχος γʹ. Θείας πίστεως.

Νέον καύχημα, τῆς ἐκκλησίας,* ὡς τοῦ πνεύματος,* λαμπρὸν δοχεῖον,* ἀνεδείχθης ῾Ιεράρχα Παρθένιε* τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος* τῆς δωρεᾶς τῶν ῾Αγίων ἠξίωσαι.* Πάτερ ῞Οσιε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν κα ἀεὶ ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

 ̒Ο Ν’ (50ος)Ψαλμὸς καὶ εἶτα ψάλλομεν τάς ̉ῼδὰς τοῦ Κανόνος.

 

ᾨδὴ αʹ.  Ἦχος πλ. δ'   Ὑγρὰν διοδεύσας[1]

Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ,* πρὸς σὲ καταφεύγω,* Ἱεράρχα θαυματουργέ,* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ἥν δώρησαί μοι ταχέως Παρθένιε.

 

Παθῶν τε καὶ νόσων πολυειδῶν* καὶ ἐκ πάσης κακίας* ἐλευθέρωσον, ̉Αθλητά,* τοὺς εἰς σὲ προσφεύγοντας, Θεόφρον,* καὶ ἐκζητοῦντας τὴν σκέπην σου, ῞Οσιε.

 

Νοσοῦντα τὰ κτήνη, θαυματουργέ,* θεράπευσον πάντες* σοῦ δεόμεθα ταπεινῶς* καὶ τοὺς γόνυ κλίνοντάς σοι, μάκαρ,* ἐκ τῶν τροχαίωνδιάσωσον δέομαι.

 

Θεοτοκίον.

Παρθένε, προσπίπτω δεητικῶς* καὶ χείρας μου αἴρω* ἐξαιτούμενος ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς Θεοδόξαστε.

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος ...

Τ

ῆς ῾Ηπείρου προστάτης, θαυματουργέ, γέγονας* καὶ τῆς Θεσσαλίας ἁπάσης* φύλαξ ἀκοίμητος,* διὸ πρὸς σὲ οἱ πιστοὶ* ἀκαταπαύστως βοῶσι* τοὺς νοσοῦντας ἴασε,* πάτερ Παρθένιε.

 

κετεύω σε Πάτερ τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου,* σὺ γὰρ τὸν Κύριον* καὶ Λυτρωτὴν τῶν ἀνθρώπων* ἐκ παιδός ἡγάπησας,* μάκαρ Παρθένιε.

 

̉Ε

κ τροχαίου, ἱκέτας,* θαυματουγὲ, φύλαττε* καί ἐκ τῶν χειρῶν ἀρχεκάκου* πά­ντας ἐξάρπασον,* ἵνα κηρύτωμεν* ἀπανταχοῦ, ̉Αρχιθύτα* τὰς εὐεργεσίας σου,* μάκαρ Παρθένιε.

 

Θεοτοκίον.

Θ

εοτόκε Παρθένε, χριστιανῶν καύχημα* σὲ καθι­κετεύομεν πᾶντες* ῥῦσαι ἱκέτας σου* ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰ­ρήνην δώρισαι* οἴκοις τῶν δούλων Σου.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ιεράρχα,* ὅτι πάντες σεμνοπρεπῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι παρὰ Θεῷ παῤῥησία.

 

πιβλεψον* ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις καὶ τὸ Κάθισμα. Ηχος β΄. Πρεσβεία Θερμὴ ...

Ν

οσούντων σωτήρ,* πενήτων ἡ βοήθεια,* πενθούντων χαρά,* ἀλόγων ἰατήριον* καὶ Ἠπείρου πρόμαχος* ἀνεδείχθης, πάντιμε ῞Οσιε,* δι̉ ὅ μὴ παύσι πᾶσι τοῖς πιστοῖς* παρέχειν ἰάματα Παρθένιε.

 

δὴ δʹ. Εἰσακήκοα Κύριε ...

ποδίωξον τάχιον* τῇ σῇ μεσιτείᾳ, μάκαρ Παρθένιε,* τῆς σαρκός μου τὰ σκιρτήματα* καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

 

ρθοδόξων τὸ στήριγμα* καὶ Χριστιανῶν στεῤῥὸν καταφύγιον* σὺ τὸν Κύριον ἱκέτευε* δυσχερείας πάσης ἐκλυτρούμενος.

 

Τ

έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αρχιθύτα Παρθένιε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Θεοτοκίον.

Π

αναγία Πανάχραντε,* ἀνεπαίσχυντα τέλη Σὺ παράσχου μοι* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε.

 

δὴ εʹ. Φώτισον ἡμᾶς ...

Κ

ύριον θερμῶς* καθικέτευε, Παρθένιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανθαύμαστε.

 

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πᾶντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

 

Π

άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Παρθένιε θαυμαστέ,* καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

 

Θεοτοκίον.

῎Εμπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ πάσης βλά­βης* καὶ στενώσεως σοῦ δέομαι.

 

δὴ στʹ. Τὴν δέησιν ...

Π

ροστάτην, τῶν ἀλόγων, Ὅσιε,* καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ καλοῦμεν,* τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον* καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήρειαν,* δεόμεθά σου ταπεινῶς* ἐκ λοιμοῦ σοῦ ἱκέτας διάσωσον.

 

 ̉Ως τεῖχος καταφυγπης καλοῦμεν σέ* Ορθοδόξων οἱ χοροὶ, θεοφόρε* καὶ ἰατρὸν ἐν τοῖς νόσοις, Παμμάκαρ,* σὲ ὀνομάζομεν, ῞Οσιε ἅπαντες* δεόμεθά σου, ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

 

Ν

εότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Παρθένιε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καί τῆς γῆς καταπράϋνον δέομαι.

 

Θεοτοκίον.

Ν

ευρώσεις Σύ,* ἀπελαύνεις, ῎Αχραντε,* καὶ τὰς νόσους θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν, ἔνδοξε·* δεόμεθά Σου ταπεινῶς* τῶν ψυχῶν ἡμῶν ὄματα ἄνοιξον.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ιεράρχα,* ὅτι πάντες σεμνοπρεπῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι παρὰ Θεῷ παῤῥησία.

 

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

 

Εἶ­τα Δέησις καὶ τ Κοντάκιον. Ηχος β’. Προστασία τῶν χριστιανῶν ...

ντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος˙* μὴ παρίδης Χριστιανῶν δεήσεων φωναῖς,* ἀλλὰ σπεῦσον σὺ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς ἐκβοώντων σοι.* Τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς θεραπείαν,* ὡς ἀντιλήπτωρ τῶν πιστῶν,* σὺ Παρθένιε μακάριε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον:

Τ

ίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ῾Οσίου Αὐτοῦ. (δίς)


Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Τ

ίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23) ἁγίου Εὐαγγελί­ου, …

῾Ο χορός: Δόξα σοι, Κύριε, δόξα σοι

 

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι  γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

 

῾Ο Χορός. Δόξα σοι, Κύριε, δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ …

Ταῖς τοῦ  ̉Αρχιθύτου* πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τά πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ …

Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀ­νόμημά μου.

 

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι ….

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ῞Οσιε Παρθένιε,* ἀλλὰ διαφύλαττε τὸν ἱκέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ γονυκλινῶς ἱκετεύω σε˙* φύλακα γὰρ πάντων,* προστάτην καὶ ἀκοίμητον φρουρὸν* καὶ βακτηρίαν ἀκλόνητον,* Σὲ Χριστὸς ἀνέδειξε.   

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς ...

 

δὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας ...

Τ

οῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, Παρθένιε ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ  γονυκλινῶς σοῦ  δέονται,* τὸν  Ζωο­δότην

Χριστόν, εὐμένισον λιταῖς Σου.

 

Π

ειρασμῶν καὶ κινδύνων* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον·* ἐκ νόσου τοῦ καρκίνου,* σὺ φύλαξον, θεόφρον,* τοὺς ἐν πίστει κραυγάζοντας˙* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

 

 πηρείας παντοίας* καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι, Παρθένιε,* τοὺς πόθῳ τε καὶ πίστει,* προστρέχοντάς σοι Πάτερ,* καὶ θερμῶς ἀνακράζοντας˙* σὺ ̉Αρχιθύτα Χριστοῦ,* βοήθησον ἱκέτας.

 

Θεοτοκίον.

Μ

ὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα,* ἀλλὰ ταῖς εὐχαῖς Σου,* ἐκ νόσου τοῦ καρκίνου,* πάντας Μῆτερ διάσωσον,* ἵνα ὑμνῶμεν ἀεί,* τὸν Λόγον Θεοτόκε.

 

δὴ ηʹ. Τὸν Βασιλέα.

Τ

οὺς ἀσθενούντας* καὶ τοὺς ἐν ζάλαις τοῦ βίου,* μὴ παρίδης, Παρθένιε Πάτερ,* ἀλλὰ ταῖς λιταῖς σου,* γενοῦ σὺ ἀντιλήπτωρ.

 

Τ

ὰς ἐπιθέσεις* τοῦ ἀοράτου Βελίαρ,* φυγαδεύεις πρεσβείαις σου, μάκαρ,* καὶ τοὺς ἐν ἀνάγκαις,* κουφίζεις, Θεοφόρε.

 

Τ

ὰς ἀσθενείας* σὺ τῶν πιστῶν ἰατρεύεις* καὶ ἀλόγων τὰς νόσους, παμμάκαρ,* δι̉ ὃ σὲ ὑμνοῦμεν,* εἰς πάντας τοὺς αἰῶνας.

 

Θεοτοκίον.

λλήνων Κόρη,* καταφυγὴ ἀνεδείχθης* καὶ ἀκοίμητος πάντων προ­στάτης˙* διό, Θεοτόκε,* ἀπαύστως Σὲ ὑμνοῦμεν.

 

δὴ θʹ. Κυρίως Θεοτόκον ...

Ν

οσούντων καὶ πλεόντων* καὶ τῶν ἐν κινδύνοις* φρουρὸς, σοφὲ, ἀνεδείχθης ἀκοίμητος* καὶ τῶν στενόντων* ἐκ πόνων τὸ παραμύθιον.

 

Π

αθῶν μου τὴν μανίαν,* νέκρωσον, Θεόφρον,* καὶ τοῦ νοὸς μου τὴν ζάλην κατεύνασον,* ἵνα ἀπαύστως δοξάζω* σὲ τὸν, μακάριον.

 

Π

ηγὴ τῶν ἰαμάτων* ὄντως ἀνεδείχθης* καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος,* δι̉ ὃ σὺ πάντας, θεόφρον,* σκέπε καὶ φύλαττε.

 

Θεοτοκίον.

λέωσαι Υἱόν Σου,* Κεχαριτωμένη,* τὸν ἐπ̉  ἐμοὶ ὀργισθέντα δικαίως, ῾Αγνή,* καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου,* τάχος μὲ λύτρωσε.

 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ˙* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν  ὄντως Θεοτόκον* Σὲ μεγαλύνομεν.

 

Χ

αίροις τῶν ̉Αγράφων θεῖος βλαστὸς* καὶ Ῥαδοσβισζίων  ̉Αρχιθύτης ὁ ἐκλεκτός.* Χαίροις τῆς Δουσίκου,* τὸ σέμνωμα καὶ δόξα,* καὶ Βατσουνιᾶς ὁ γόνος,* πάτερ Παρθένιε.

 

Χ

αίροις Θεσσαλίας θεῖος καρπός,* χαίροις τῆς Ἠπείρου ἀντιλήπτωρ καὶ ἀρωγός,* χαίροις τῶν ̉Αγράφων,* θησαύρισμα τὸ νέον,* πηγὴ τῶν ἰαμάτων,* μάκαρ Παρθένιε.

 

Χ

αίροις, ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* καταφύγιον ἰσχυρόν,* χαίροις, τῆς Ἠπείρου,* ἀγλάϊσμα τὸ νέον,* καί τῶν πιστῶν τό κλέος,* πάτερ Παρθένιε.

 

Φ

ύλαττε δεόμεθα ταπεινῶς* ἐκ νόσου τοῦ καρκίνου* καὶ ἐξ ἄλλων ἀσθενειῶν,* τοὺς προσερχομένους,* ἐν τῇ Μονῇ Δουσίκου,* ἐν πόθῳ προσκυνῆσαι* θεῖά σου λείψανα.

 

Ψ

άλλουσι πανδήμως σεμνοπρεπῶς* μοναζόντων τάξεις*  ̉Ορθοδόξων τε οἱ χοροὶ* καὶ ἀνευφημοῦσι* σὲ, μάκαρ Ἱεράρχα,* τὸν ἄκακον ποιμένα,* καὶ πάντων κλέῖσμα.

 

Π

ᾶσαι τῶν  ̉Αγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Ο­τι Σοῦ... ὁ Χορός:  ̉Α­μήν καὶ τ

 

̉̉̉Απολυτίκιον... ῏Ηχος γʹ. Θείας πίστεως.

Ν

έον καύχημα, τῆς ἐκκλησίας,* ὡς τοῦ πνεύματος,* λαμπρὸν δοχεῖον,* ἀνεδείχθης ῾Ιεράρχα Παρθένιε* τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος* τῆς δωρεᾶς τῶν ῾Αγίων ἠξίωσαι.* Πάτερ ῞Οσιε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Δέησις.  ̉Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν:

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Δ

εῦτε, Ἱερέων οἱ χοροὶ,* ̉Αρχιερέων οἱ δῆμοι,* καὶ Ὀρθοδόξων πληθύς,* ὕμνοις ἀνυμνήσωμεν* τὸν  Ἱεράρχην Χριστοῦ,* Θεσσαλίας τὸ καύχημα,* Ἠπείρου τὴν δόξα,* Ραδοβισδίων τὸ κλέος* καὶ τῶν πιστῶν χαρμονή˙* σὲ καθικετεύομεν μάκαρ,* φύλαττε ἡμᾶς ταῖς λιταῖς σου,* ἀπὸ πάσης ῞Οσιε κακώσεως.

 

Δ

έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν. Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς.   

̉Αμήν.

 

 

 

 



[1]  Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.