Πέμπτη 2 Ιουλίου 2026

Παρακλητικός Κανών εις τον Αγιον Ιωάννην Μαξίμοβιτς . Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου .

 





Αγιος ̉Ιωάννης Μαξίμοβιτς

(2  ̉ Ιουλίου)

                       

̒ΟΑγιος ̉Ιωάννης Μαξίμοβιτς γεννήθηκε στὶς 4 ̉Ιουνίου τοῦ 1896 στὸ χωριὸ  ̉Αντάμοβκα τῆς Νότιας Ρω­σίας. Τὸ βα­πτιστικὸ του ὄνο­μα ἦταν Μιχαήλ. Οἱ γονεῖς του, Μπόρις καὶ Γλαφύ­ρα, τὸν μεγάλωσαν μὲ τὴν πί­στη στὸ Θεὸ καὶ τὴν εὐλάβεια στὴν  ̉Ορθοδοξία. ̉Αλλὰ καὶ ὁ ἴδιος ἔ­δειχνε ἀπὸ μικρὸς μία ἀσυνήθιστη ἀγάπη γιὰ τὸ Θεὸ καὶ ἰσχυρὴ ροπὴ νὰ ζεῖ τὴν ἐκκλησιαστικὴ ζωή. ̉Αν καὶ φιλά­σθενος, ἔτρωγε λίγο καὶ τηροῦσε ὅλες τὶς νηστεί­ες τῆς ̉Εκκλησίας. Στὰ 1907 οἱ γονεῖς του τὸν ἔστειλαν νὰ σπουδάσει στὴν Στρατιωτικὴ Σχολὴ τῆς πόλης Πολτάβα.  ̉Εκεῖ γνώρισε τὸν ̉Επίσκοπο Πολτά­βας Θεοφάνη, ὁ ὁ­ποῖος ἐνθουσίασε τὸν Μιχα­ήλ. Μετὰ τὴν ἀποφοί­τησή του ἀπὸ τὴ σχολὴ σπούδασε νομικά. Τὸ 1921 ἡ οἰκογένειά του ἐ­γκαταστάθηκε στὴ Γιουγκοσλαβία κι ἐκεὶ γράφηκε στὴ Θε­ολογικὴ Σχολὴ τοῦ Βελιγραδίου. Τὸ 1926 χειροτονήθηκε διάκο­νος καὶ πρεσβύτερος καὶ τὸ 1934 ἐκλέχτηκε  ̉Επίσκο­πος Σαγκά­ης ὅπου ρίχτηκε μὲ πάθος στὸν ἀγώνα νὰ ὀρ­γανώσει τὴν  ̉Ορθόδοξη  ̉Εκκλησία. ῞Ιδρυσε ὀρφανοτροφεῖ­ο ὅπου περιμά­ζεψε περὶ τὰ 3.500 παιδιά. Λειτουργοῦσε, κή­ρυττε καὶ μετέστρε­φε στὴν  ̉Ορ­θοδοξία πλῆθος ἀνθρώ­πων.  ̉Αργότερα μετετέθει στὴν  ̉Επι­σκοπὴ τοῦ Παρισιοῦ. Τέλος ἐξελέγει μητρο­πολίτης τοῦ Σὰν Φραντσίσκο τῶν ΗΠΑ, ὅπου ἀνέπτυξε μεγάλη ἱεραποστολικὴ δράση. Τὸ 1962 ἡ ἁγιασμένη ψυχὴ του πέταξε στὸν οὐρανὸ γιὰ νὰ συναντήσει τὸ Χριστό, ποὺ τόσο ἀγάπησε στὴν ἐπίγεια ζωὴ του. Τὸ φθινόπωρο τοῦ 1993 ἔγινε ἡ ἐκταφὴ του καὶ τὸ ἱερὸ λείψανό του βρέθηκε ἄφθαρτο.

Παρακλητικς Κανν

ες τν Αγιον  ̉Ιωάννην Μαξίμοβιτς

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Ελογήσαντος το Ιερέως, τ Κύριε εσάκουσον, μεθ̉ ὃ τ Θες Κύριος (τετράκις) κα τ ξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν  ̉Αρχιποίμενα ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προ­στρέχο­ντας,*  ̉Ιωάννη Θεόφρων,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λι­ταῖς σου, Θαυ­μαστέ,* σὲ γὰρ προστάτην* καὶ φύλα­κα ἔχο­μεν. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

πολυτκιον.  χος α’. Τς ρήμου πολίτης.

Τῆς ῾Ρωσίας τὸν γόνον καὶ Σαγκάης τὸν πρόε­δρον,* Σὰν Φρανσίσκου τὸ κλέος καὶ πιστῶν καταφύγι­ον,* ̉Ιωάννην Μαξίμοβιτς, τιμήσωμεν πι­στοὶ* τὸν νέ­ον τοῦ Σωτῆρος ἀθλητὴν* τὸν παρέχο­ντα ἰά­σεις πα­ντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζου­σι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ.* Δόξα τῷ σὲ στεφανώσα­ντι.* Δό­ξα τῷ σὲ δωρήσαντι ἡμῖν πρέσβυν ἀκοίμητον.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ  σοῦ˙* σοὺς  γὰρ  δούλους σώζεις αε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σε  ̉Αρχι­θύτα καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος πα­ράσχου,  ̉Ι­ωάννη,* ἐμοὶ τῷ ἀχρείῳ καὶ τάλανι.  

Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐ­στόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορη­γῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.

Νεότητα δέομαι ταπεινῶς* προστάτευσον, μά­καρ*  ̉Ιωάννη θαυματουργέ,* ἐξ ἐθισμῶν ποικί­λων τε καὶ νόσων* καὶ ἐκ χειρῶν ἀρχεκάκου ταύ­την διάσω­σον.

Θεοτοκίον.

Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴ­ρω, Θε­οτόκε, δεητικῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦ­μαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

Τὴν νεότητα, πάτερ,* σὺ πατρικῶς φρούρησον* καὶ εἰς τὴν ὁδὸν τοῦ Κυρίου* ταύτην ὁδήγησον,* ἵνα προθύμως τηρῇ* τὰς ἐντολὰς τοῦ Κυρίου* καὶ Αὐ­τοῦ τὸ πρόσωπον ἰδεῖν ἀξίωσον.

Τὴν ῾Αγίαν Τριάδαν,* θαυματουργὲ ῞Αγιε,* καὶ τὴν Θε­οτόκον Μαρίαν* σὺ καθικέτευε,* ἵνα πά­ντες ταχὺ* ἐκ τῶν κινδύνων ῥυσθῶμεν* καὶ ἐκ τῆς κο­λάσεως,* ὦ θαυματόβρυτε. 

Παραδείσου πολίτης,* θαυματουργέ, γέγονας* καὶ τῶν οὐρανίων ταγμάτων* σὺ εἶ συνόμι­λος* διὸ σε, θαυμαστέ,* καθικετεύομεν πάντες* ἡ­μᾶς τοὺς προ­σπίπτοντας* ῥῦσαι ἐκ θλίψεων. 

Θεοτοκίον.

̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ πα­ρηγορίαν οὐκ ἔχω* ὁ τάλας, ῎Αχραντε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοή­θειαν,* Νύμφη ἀνύμφευτε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ιωάννη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχο­ντι τῷ Θεῷ παῤῥησία.  

̉Ε πίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ

Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...

Σὺ πρέσβυς θερμὸς*  καὶ τεῖχος ἀπροσμάχητον·* ἐ­λέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶ­μεν σοί,* ̉Ιωάννη Μαξίμοβιτς, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* ταῖς πρὸς σε πίστει καταφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…

Τοὺς ποιμένας προστάτευσον,* ̉Ιωάννη ἔνδοξε, σοῦ δεόμεθα* καὶ ὑγείαν αὐτοῖς δώρησον* διὰ τῶν λιτῶν σου πρὸς τὸν Κύριον.

Τὰ λοιμώδη νοσήματα* καὶ τοὺς ὄγκους θεραπεύ­ει ὁ ῞Υψιστος*  ταῖς πρεσβείαις σου,  ̉Ιωάννη,* τῶν πι­στῶν ἰατρὸς ὁ ἀνάργυρος.

̉Ορθοδόξους προστάτευσον* καὶ ἐκ χειρῶν λαοπλά­νου διάσωσον,* ̉Ιωάννη Θεοδόξαστε,* τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος.

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* ὃν ἐκυοφόρησας καταπρά­ϋνον* καὶ εὐμένισον σοῦ δεόμεθα,* ἵνα φύγω­μεν τὸ πῦρ τῆς κολάσεως.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Παῦσον τὰς ὁρμὰς* τῶν παθῶν μου, Θεοδόξα­στε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.

Δέομαι θερμῶς,* ̉Ιωάννη ἱερώτατε,* σὺ τὴν μανί­αν  τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς  τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.

Τέκνα, θαυμαστέ,* τοῖς ποθοῦσι δίδου τάχυον* καὶ ἀξίωσον, ̉Ιωάννη σεμνέ,* αὐξηθῆναι* τοῖς Χρι­στοῦ θείοις διδάγμασι.

Θεοτοκίον.

Δέσποινα, θερμῶς* ἱκετεύω σὲ ὁ ἄθλιος*  ὁμόνοι­αν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις πάντων ἡ­μῶν* πα­ράσχου, Θεόνυμφε.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Προστάτην σε τῶν πιστῶν ἐπίσταμαι* καὶ φρου­ρόν,  ̉Αρχιθύτα  ̉Ιωάννη,* τοὺς πειρασμοὺς διαλύ­εις τα­χέως* σὺ καὶ τὰ ἄλγη διώκεις, πανάριστε,* σοῦ δέο­μαι ἐκ τοῦ πυρὸς* τοῦ ἀσβέστου λιταῖς σου διάσω­σον.

Θανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοι­αν πα­ράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέ­της* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυμα­τουργέ,* διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.

Προστάτην τῶν ὀρφανῶν καλοῦμεν σε* καὶ χη­ρῶν ἀπροσμάχητον τεῖχος* τῶν δὲ ποθούντων ὑγείαν καὶ ῥώμην* ἰατρν ἀλάνθαστον καὶ ἀνάργυ­ρον,*  ̉Ιω­άννη θαυματουργέ,* ̉ Ορθοδόξων φρου­ρὸς ὁ ἀκοίμη­τος. 

Θεοτοκίον.

̉Ορθὀδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ στίφη δι­ώκεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πι­στῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἀπαύστως σὲ, ῎Αχραντε. 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Ιωάννη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχο­ντι τῷ Θεῷ παῤῥησία.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία τῶν χριστιανῶν.

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σαι ἐκ τῶν κινδύνων,* ̉ Ιωάννη, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

῾Ο Χορός: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

̉῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνά­γνωσμα. Πρόσχωμεν (Κεφ. ιʹ 9–16).

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξε­λεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύκον ἐρ­χόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μι­σθωτὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέλει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ καλός, καὶ γι­νώσκω τὰ ἐμὰ καὶ γινώ­σκομαι ὑπὸ τῶν ἐμῶν˙ κα­θὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέ­ρα˙ καὶ τὴν ψυχήν μου τί­θημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖνα δεῖ με ἀ­γαγεῖν καὶ  τῆς φωνῆς  μου  ἀ­κού­σουσιν  καὶ γενή­σονται  μία ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν κα ἀε

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με    Θεός, κατὰ τὸ  μέγα  ἔλεός  σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀ­νόμημά μου.

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μή ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλίψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, ̉Ιωάννη* Μαξίμοβιτς, προ­στάτα καὶ φρου­ρὲ* τῶν δεομένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρω­σον.  

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τὸν Δεσπότην τῶν ὅλων* θερμῶς πάντες δεόμε­θα, Θεοδόξαστε,* ἱκέτευε εἰρήνην* παράσχει καὶ ὑ­γεί­αν* τοῖς ἐν πίστει κραυγάζουσι˙* ῾Ο τῶν Πατέ­ρων ἡ­μῶν* Θεὸς, εὐλογητός εἷ. 

Ποιητὴν τῶν ἁπάντων* καὶ Σωτήρα ἀνθρώπων σὺ καθικέτευε,* παμμάκαρ  ̉Ιωάννη,* μετάνοι­αν πα­ράσχει* τούς ἐν πόθῳ κραυγάζοντας˙*  ̉Αρχι­θύ­τα Χριστοῦ* σέ ῎Αγγελοι ὑμνοῦσιν.

῾Υγιείαν παρέχει* ὁ Σωτήρας καὶ Κτίστης λι­ταῖς σου, ἔνδοξε,* Θεόφρων ̉Ιωάννη,* τοὺς πίστει προσκυ­νοῦντας* τὴν  εἰκόνα  σου  ᾄδοντας˙* Σὺ  τῶν  πιστῶν χαρμονὴ* καὶ δόξα τῶν  ̉Αγγέλων.

Θεοτοκίον.

Θεοτόκε Παρθένε* ̉Ορθοδόξων τὸ καύχημα καὶ προ­πύργιον* μὴ μὲ ἐγκαταλείπεις* εἰς χείρας τῶν δαι­μόνων,* ἵνα πόθω κραυγάζω σοι˙* Χαῖρε, ὦ Μῆτερ Θεοῦ,* πιστῶν χαρὰ καὶ κλέος.

ᾨδὴ ηʹ. Τόν Βασιλέα...

Τὸν Βασιλέα* σὺ καθικέτευε πάντες* σοῦ δεόμε­θα, μάκαρ ̉Ιωάννη,* ὅπως καταπαύσῃ* τὴν τοῦ πυ­ρὸς μανίαν.

Τὴν ἀνεργία* ταῖς σαῖς λιταῖς,  ̉Αρχιθύτα,* ὁ Δε­σπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς πα­ρέ­χει* ταχέως ἐργασίαν. 

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης* διαφύ­λαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς  τὰς αὐλὰς τοῦ Κτίστου.

Θεοτοκίον.

Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες* ̉Ορθοδό­ξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων*  καὶ πάσης ἄλλης νόσου.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.

Λιταῖς σου ἐξαιτοῦμεν* πάντες, ̉Αρχιθύτα,*  ̉Ιω­άννη Μαξίμοβιτς ἔνδοξε,* ὅπως ῥυσθῶ­μεν ἱκέται* ἐκ πάσης θλίψεως.

̉Εργάτας τοῦ Κυρίου* μὴ ἐγκαταλείπεις* ἀλλὰ πα­ράσχου ὑγείαν καὶ σύνεσιν,* ἵνα Χριστόν,  ̉Αρχιθύτα,* πάντες δοξάζωμεν.

Τὸ πῦρ τὸ κατακαίον* δάση καὶ οἰκίας,* σὺ  ̉Αρχι­θύ­τα, λιταῖς σου κατάσβεσον* καὶ Ποιητὴν τῶν ἁπά­ντων* τάχος εὐμένισον.

Θεοτοκίον.

Πανάχραντε Παρθένε,* φύλαττε ἐκ πλάνης καὶ ἐκ παντοίων κινδύνων ἱκέτας Σου* καὶ τὸν Υἱ­ὸν Σου δυσώπει,* θερμῶς δεόμεθα.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,* τὴν  ἀδιαφθόρως  Θεὸν Λόγον τεκοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τοὺς πόθῳ  προστρέχοντας ἐπὶ σε* μὴ ἐγκαταλεί­πεις εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλὰ σὺ πα­ράσχου*  ἀκλόνητον  ὑγείαν,*  ἀγάπην,  ̉Ιωάννη,*    ὡς καὶ μετάνοιαν.

῾Ρωσίας ἐδείχθης ἄστρον λαμπρν* καὶ τῶν ἐν ἀ­νάγκαις* ἀντιλήπτωρ καὶ βοηθός,* τῶν δὲ ἀσθε­νοῦντων* ἀνάργυρος θεράπων,* ̉Ιωάννη μά­καρ,* καὶ κατάφύγιον. 

Μὴ ἐγκαταλείπεις πάντας ἡμᾶς*  ̉Ιωάννη δόξα  ̉Ο­ρθοδόξων Χριστιανῶν* ἀλλὰ σὺ λιταῖς σου* πα­ράσχου σοῦ ἱκέτας* χριστιανὰ τὰ τέλη καὶ ἀνεπαί­σχυντα.

Χαίροις, τῆς ῾Ρωσίας γόνος λαμπρὸς* καὶ τῶν  ̉Ορ­θοδόξων ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, τῶν ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ* ἀκοίμητος προ­στάτης καὶ καταφύγιον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, Δόξα Πατρὶ..., Πάτερ ἡμῶν... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν...

Εἶτα τὸ πολυτκιον  χος αʹ. Τς ρήμου.

Τῆς ῾Ρωσίας τὸν γόνον καὶ Σαγκάης τὸν πρόε­δρον,* Σὰν Φρανσίσκου τὸ κλέος καὶ πιστῶν κα­ταφύγιον,* ̉Ιωάννην Μαξίμοβιτς, τιμήσωμεν πι­στοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητὴν* τὸν παρέχο­ντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζου­σι˙* Δόξα τῷ  σὲ  δοξάσαντι  Χριστῷ.* Δόξα  τῷ  σὲ  στεφανώσα­ντι.* Δόξα τῷ σὲ δωρήσαντι ἡμῖν πρέσβυν ἀκοίμητον.

Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...

Δέχου παρακλήσεις μοναστῶν,* δέχου  ̉Ορθοδό­ξων δεήσεις,* ̉Αρχιθύτα Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ πα­θῶν ἐ­μπιμπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* ῞Αγιε ̉Ιωάννη, σπεῦσον,* καὶ ῥῦ­σαι ἱ­κέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλί­ψεως.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ ι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉ Αμήν.



[1].  Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.