Δευτέρα 2 Ιανουαρίου 2023

Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Οσιομάρτυρα Εφραίμ.



Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Οσιομάρτυρα Εφραίμ
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις τον Άγιον Οσιομάρτυρα Εφραίμ τον Θαυματουργόν
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
†Εορτάζεται στις 5 Μαΐου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα  τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις, καὶ ἐξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, Ὁσιομάρτυς Ἅγιε Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.

Δόξα. Ὅμοιον.
Τῇ ἀνευρέσει τῶν σεπτῶν σου λειψάνων, χαρᾶς ἐπλήρωσας πιστῶν τάς καρδίας, καὶ τὴν Μονήν σου ταύτην πλεῖον εὔφρανας, ἥτις καταφεύγουσα τῇ σῇ χάριτι κράζει· σύ μου εἶ προσφύγιον, καὶ θερμὸς ἀντιλήπτωρ, Ὁσιομάρτυς Ἅγιε Ἐφραίμ· διό με ῥύου, δεινῶν περιστάσεων.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εύφρανον Πάτερ ημάς• ση δόξη Γερασίμου.

ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐκ γῆς ὥσπερ κρίνα ἐαρινά, ἐφάνησαν, Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, ὀσμῇ οὐρανίῳ τὸ δυσῶδες, τῶν παθημάτων, Ἐφραὶμ, ἀπελαύνοντα.

Ὑψόθεν ὑπάρχων ἐπισκοπῶν, τὴνδε τὴν Μονήν σου, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ δίδου αὐτῇ, Ἐφραὶμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τὴν ἄφθονον.

Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλη, καὶ τὴν νύκτα τῶν πειρασμῶν, διάλυσον, Πάτερ, ἐκ τῶν πίστει προσφευγόντων τοῖς θείοις λειψάνοις σου.

Θεοτοκίον.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, ἐχθροῦ τοῦ ἀσάρκου, τῇ πρεσβείᾳ Σου τῇ σεπτῇ, ἐνίσχυσόν με μόνη Θεοτόκε, ἵνα ὑμνῶ Σου τὴν δόξαν τὴν ἄρρητον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἀνατείλας ἐσχάτως, ὥσπερ ἀστὴρ πάμφωτος, τῇ ἀποκαλύψει τῶν θείων, Πάτερ, λειψάνων σου, θαῦμα λάμψεσι φωταγωγεῖς τάς καρδίας, τῶν αἰτούντων, Ἅγιε, τὴν σὴν βοήθειαν.

Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, δρόσῳ τῆς σεπτῆς σου πρεσβείας, σβεννύεις καύσωνα· διὸ βοῶμέν σοι, σβέσον ἡμῶν τάς ὀδύνας, ἐπομβρίᾳ, Ἅγιε, τοῦ θείου Πνεύματος.

Οἱ τῇ θείᾳ σορῷ σου, μετὰ σπουδῆς σπεύδοντες, ἴασιν κομίζονται, Πάτερ, καὶ ἀπολύτρωσιν πάσης κακώσεως· σὺ γὰρ τοῖς πᾶσι παρέχεις, οἷα συμπαθέστατος, χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Νοητὸς ὤφθης θρόνος, καὶ χρυσαυγὲς σκήνωμα, τοῦ Παμβασιλέως τῆς δόξης καὶ Παντοκράτορος, Παρθένε Ἄχραντε· διὸ κἀμὲ δεῖξον οἶκον, ἔργοις καθαρότητος τῆς θείας χάριτος.

Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός ἀρτίως ὤφθης, Ἅγιε, ἐκφάνσει ἡμῖν, τῶν ἱερῶν λειψάνων σου, τοῖς πὸθῳ καταφεύγουσι, θεομάκαρ Ἐφραὶμ, τῇ πρεσβείᾳ σου· διὰ τοῦτο βοῶμέν σοι πιστῶς· Χριστῷ ὑπὲρ πάντων, Πάτερ, πρέσβευε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πλείστοις τρόποις, μακάριε, φαίνῃ τοῖς καλοῦσι τὴν θείαν κλῆσίν σου, καὶ παρέχεις τὰ αἰτήματα, τὰ πρὸς σωτηρίαν, Ἐφραὶμ Ὅσιε.

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις χαρὰν τὴν κρείττονα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, δὶδου οὐρανόθεν, Ἐφραὶμ Ἅγιε.

Τὴν Μονήν σου ἀπήμαντον, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος διατήρει, Ἐφραὶμ Ἅγιε, τὴν ἐγκαυχομένην τοῖς λειψάνοις σου

Θεοτοκίον.
Ἐκ γαστρὸς ἀνέτειλε, τῆς δικαιοσύνης, Ἁγνὴ, ὁ ἥλιος, Οὗ ταῖς αἴγλαις καταλάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥάβδῳ ἰσχυρᾷ, τῆς πρεσβείας σου ἐκδίωξον, τὸν ἀόρατον τὸν καθ’ ἡμῶν, ὠρυόμενον, Ἐφραὶμ, καθάπερ λέοντα.

Ἤθλησας καλῶς, καὶ ἀρτίως ἡμῖν ἔγνωσαι, τῇ ἐκφάνσει τῶν ἁγίων σου ὀστῶν, ἁγιάζων τάς ψυχὰς ἡμῶν, μακάριε.

Μέγας ἀρωγός, τῆς Μονῆς ὤφθης, Ἅγιε, τῆς πλουτούσης ὥσπερ θεῖον θησαυρόν, τὰ μυρίπνοα καὶ ἅγιά σου λείψανα.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, τὴν νοσοῦσάν μου τοῖς πάθεσι ψυχήν, θεραπείας τῇ Σῇ χάριτι ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, καὶ ψυχῶν ἰατῆρα, ἡ τοῦ Πνεύματος χάρις, ἐν ταῖς ἐσχάταις ἡμέραις, παμμάκαρ, ἐκ γῆς λαγόνων τὰ θεῖά σου λείψανα, ἀνακαλὺψασα ἡμῖν μετὰ χρόνιον, Πάτερ, κατάκρυψιν.

Συσφίγξας, τοῦ παραλύτου τὰ μέλη, ὑγιῆ τοῦτον ἀπέδειξας, Πάτερ, καταφυγόντα τῇ θείᾳ σορῷ σου καὶ τοῦ Κυρίου τῷ φόβῳ συνέτισας. Ὅθεν ἀπῆλθεν ἐν χαρᾷ, μεγαλύνων τὸ σὸν θαυματούργημα.

Ἡνίκα, τῇ ἡγουμένῃ ὡράθης, ἐμφανῆ τὰ σὰ κατέστησας ταύτῃ· ἀλλὰ καὶ νῦν ποθοῦσὶ σε, Πάτερ, τὸ σὸν ἐπίφανον ἅγιον πρόσωπον καὶ πλήρωσον ἡμᾶς χαρᾶς οὐρανίου, Ἐφραὶμ θεοδόξαστε.

Θεοτοκίον.
Δοχεῖον, περιφανὲς τοῦ Ὑψίστου, καὶ ναὸς φωτοειδὴς καθωράθης, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Παρθένε, προαγαγοῦσα τῷ κόσμῳ ὡς ἄνθρωπον· Αὐτῷ δι’ ἔλεος πολύ,  ἱκέτευσον, Μῆτερ  Ἀπείρανδρε.

Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ φανερώσει τῶν θείων Λειψάνων σου, τὴν σὴν ἐγνώρισας πᾶσι λαμπρότητα· ἰάσεις γὰρ βρύεις ἑκάστοτε καὶ ἀπαλλάττεις δεινῶν περιστάσεων, Ἐφραὶμ, τοὺς φωνοῦντας τὴν κλῆσίν σου.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις Αὐτοῦ τοῖς ἐν τῇ γῇ  ἐθαυμάστωσεν ὁ  Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμη ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατὲ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελέησόν με, ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β´. Όλην αποθέμενοι.
Ἤνεγκας στερρότατα, ἐπιδρομῆς τῶν βαρβάρων καὶ Μάρτυς ἀήττητος, ὤφθης τοῦ Παντάνακτος, Ἐφραὶμ Ἅγιε· καὶ χαρὰν κρείττονα, τοῖς πιστοῖς παρέσχες, τῇ εὑρέσει τῶν Λειψάνων σου, δι’ ὧν διώκεται, πᾶσα τοῦ Βελίαρ ἐπήρεια καὶ νόσοι θεραπεύονται καὶ ψυχῶν ἰῶνται τὰ τραύματα. Ὅθεν σοι βοῶμεν, μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, πᾶσι δοθῆναι συγχώρησιν καὶ ζωὴν γαλήνιον.

Σῶσον, ὸ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν, θέοφρον, ἀφικόμενος ὧδε τῇ θείᾳ μάνδρᾳ σου, ὁρᾶσαι παραδόξως, ποικίλαις ἐμφανείαις, καὶ πληροῖς τὰ αἰτήματα, Ὁσιομάρτυς Ἐφραὶμ, τῶν σὲ ὑμνολογούντων.

Ξενοτρόπως κατ’ ὄναρ, καὶ καθ’ ὕπαρ, παμμάκαρ, ἐμφανιζόμενος, χαρὰν καὶ εὐφροσύνην, καὶ πᾶσαν ἄλλην δόσιν, ἀγαθὴν δίδως, Ἅγιε, τοῖς εὐφημοῦσιν, Ἐφραὶμ, τὴν ἱερὰν ζωήν σου.

Ἡ ἁγία Μονή σου, ὡς ἁγίασμα θεῖον καὶ δῶρον ἅγιον, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ, καταπλουτοῦσα, ἁγιάζει σῇ χάριτι, τοὺς πανταχόθεν αὐτῇ πιστῶς προσερχομένους.

Θεοτοκίον.
Γεωργίᾳ ἀΰλῳ, τῆς σεπτῆς Σου πρεσβείας, Θεοχαρίτωτε, βλαστάνειν τὴν ψυχήν μου, καρποὺς τῆς μετανοίας, Θεοτόκε, ἀξίωσον, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὔφρανον, Πάτερ, εὐφραντικῇ ἀρωγῇ σου, τοὺς στενάζοντας ἐν λύπαις καὶ ἀνάγκαις, τούτους ἀπαλλάτων, Ἐφραὶμ, πάσης πικρίας.

Ῥανίσι θείαις, σῶν πρεσβειῶν, θεὸφρον, παφλάζουσαν ὀδύνην τῆς ψυχῆς μου, σβέσον καὶ παράσχου, ἀναψυχήν μοι θείαν.

Ἁγίων δήμοις, συναυλιζόμενος, Πάτερ, καθικέτευε σὺν τούτοις, θεοφόρε, ὑπὲρ τῶν τιμώντων τὰ θεῖα Λείψανά σου.

Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας καὶ ἀπόπλυνον τὸν ῥυπωθέντα νοῦν μου, ταῖς τῆς ἁμαρτίας ἐννοίαις τε καὶ ἔργοις.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον, παμμάκαρ, πάσης καχεξίας, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου, Ὁσιομάρτυς Κυρίου Ἐφραὶμ μακάριε.

Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ταῖς θαυμασταῖς προστασίαις σου, Ἅγιε, ἐπινοιῶν τοῦ Βελίαρ καὶ πάσης θλίψεως.

Ὁ νέος ἐν Ἁγίοις, ὡς φανεὶς ἀρτίως, θαυματοφόρε Ἐφραὶμ ἀξιάγαστε, ῥύου κἀμὲ τῆς μανίας τοῦ πολεμήτορος.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου δεῖξον, Θεοτόκε, ἐκ λογισμῶν χαμαιζὴλων χείρονος καὶ τὴν καρδίαν θείας ἐλλάμψεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις ὁ ἀθλήσας πάλαι στερρῶς, καὶ γνωσθεὶς ἀρτίως, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀνακαλύψει τῶν θείων σου Λειψάνων, Ἐφραὶμ Ὁσιομάρτυς, ἀξιοθαύμαστε.

Ὤφθης καὶ ἐδήλωσας ἐμφανῶς, τὴν κλῆσίν σου, Πάτερ, καὶ τὸ τέλος σου τὸ σεπτὸν· ὅθεν προσκυνοῦντες, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ Ὁσιομάρτυς, χάριν λαμβάνομεν.

Ἄγνωστος ἐτέλεις χρόνοις πολλοῖς, καὶ τῇ φανερώσει, τῶν Λειψάνων σου τῶν σεπτῶν, ἔδειξας τῷ κόσμῳ, τὴν σὴν πλουσίαν χάριν, θαυμάτων ἐνεργείας, Ἐφραὶμ μακάριε.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, χαίροις τῶν Μαρτύρων, ὁ ζηλώσας τὴν ἀρετήν· χαίροις ὁ ἐν ὄρει Ἀμώμων διαπρέψας, Ἐφραὶμ Ὁσιομάρτυς, διπλοῖς ἐν σκάμμασι.

Χάριν ἀναβλύζεις θείᾳ ῥοπῇ, καὶ τοὺς ἀσθενοῦντας, θεραπεύει ἡ σὴ σορὸς· ὅθεν οἱ τῇ θείᾳ Μονῇ σου προσιόντες, καρποῦνται τὴν ὑγείαν, ψυχῆς καὶ σώματος.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστὸν, Ἐφραὶμ θεοφόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῆς Μονῆς σου, τῇ σοὶ ἀνακειμένῃ καὶ πάντων τῶν ζητούντων, τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εκτενής και Απόλυσις, μεθ ἣν ψάλλομεν το εξής:

Ἦχος β´. Ότε ἐκ τοῦ ξύλου.
Πάντας τους προσπίπτοντας πιστώς, τοις σοις μυριπνόοις Λειψάνοις, Εφραίμ μακάριε σκέπε και διέσωζε, εκ πάσης θλίψεως, και πταισμάτων την άφεσιν, και νόσων παντοίων, αίτησαι την ίασιν παρά Χριστού του Θεού• δίδου δε την σην ευλογίαν, τη σεπτή Μονή σου, θεόφρον, τη ανακειμένη τη πρεσβεία σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Εύφρανον Εφραίμ θερμή σου αντιλήψει
Γεράσιμον δέησιν τήνδε σοι θέντα.

Χαιρετισμοί εις τον Άγιον Εφραίμ τον Ιερομάρτυρα και θαυματουργόν
Εγκώμια εις τον Άγιον Εφραίμ τον Ιερομάρτυρα και θαυματουργόν



Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Οσιομάρτυρα Εφραίμ εκ Τρίκκης και εν τω Όρει Αμώμων Ασκήσαντα
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια·

Ἦχος δ’’. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς φιλαγίου Τρίκκης γόνος ὑπάρχων, ὄρους Ἀμώμων ἀσκητὴς θεοφόρος, καὶ ἀθλητὴς χριστόψυχος Ἐφραὶμ θαυματουργέ, σκέπε ταῖς πρεσβείαις σου, τὴν γεννήσασαν πόλιν, καὶ τοὺς σὲ γεραίροντας, ἀπὸ πάσης ἀνάγκης, ὅπως τιμῶμεν πάντες ἐκ ψυχῆς, σὴν θείαν μνήμην, Χριστὸν μεγαλύνοντες.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καἰ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁμοπατρίων μνήσθητι, Ἐφραὶμ Τρικκαῖε. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ὁμόπατρι πάτερ Ἐφραὶμ κλεινέ, τῆς σὲ γεννησάσης, Τρίκκης μνήσθητι σαῖς εὐχαῖς, καὶ πάντων Τρικκαίων χριστωνύμων, τῶν αἰτημάτων τὴν πλήρωσιν χάρισαι.

Μεγάλως ἠγάπησας τὸν Χριστόν, διὸ τῆς πατρίδος, ἐμακρύνθης πάτερ Ἐφραίμ, καὶ ᾖρας ἐν ὄρει τῶν Ἀμώμων, ἐν προθυμίᾳ σταυρὸν τῆς ἀσκήσεως.

Οὐδόλως ὑπέκυψας τῆς σαρκός, ταῖς ἐπιθυμίαις, τῷ Κυρίῳ συσταυρωθείς, διὸ καὶ ἡμῶν σαρκὸς τὰ πάθη, πάτερ Ἐφραὶμ ἐγειρόμενα κοίμησον.

Θεοτοκίον.
Προσῆλθεν ὡς πρόβατον σῇ Μονῇ, ἐν ὄρει Ἀμώμων, Θεοτόκε σεπτὸς Ἐφραίμ, ἐν ᾗπερ μεγάλως ἐδοξάσθη, ὡς ἀγαπήσας Υἱόν σου τὸν φίλτατον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀφειδήσας σωφρόνως, τῶν ἡδονῶν Ὅσιε, ὡς εὑρών ἀγάπην Κυρίου, τὴν ὑπερήδιστον, ἣν πᾶσι δώρησαι, Ἐφραὶμ τοῖς πόθῳ καρδίας, γεραιρόντων μνήμην σου, τὴν πανχαρμόσυνον.

Τρίκκην φίλην ἀφήσας, ἐπιποθῶν ἄριστα, τὴν ἐν οὐρανοῖς τῶν Ἁγίων, Πατρίδα Ὅσιε, διδάσκων ἅπασι, ταύτην ποθεῖν καὶ διώκειν, ὡς μόνην ἀσάλευτον καὶ ἀδιάσειστον.

Ῥύπον πάντα ἐκπλύνας, τῆς σῆς ψυχῆς δάκρυσιν, ὅσιε Ἐφραὶμ ὀφθαλμούς σου, τοὺς ἔσω ἤνοιξας, καὶ φῶς τὸ ἔκλαμπρον, Χριστοῦ κατέβλεψας ὅθεν, καὶ ἡμᾶς ἀξίωσον, τοῦτο θεάσασθαι.

Θεοτοκίον.
Ἰατρὸν ἡ τεκοῦσα, τὸν Ἰησοῦν Δέσποινα, πάθη θεραπεύοντα πάντα, τῆς ἀνθρωπότητος, Τοῦτον ἱκέτευε, ὅπως ἰάσηται πάντας, τούς σε μεγαλύνοντας, ὡς Θεομήτορα.

Διάσωσον, πάτερ Ἐφραὶμ θεοφόρε τὴν σὴν πατρίδα, καὶ χριστωνύμους Τρικκαίους πρεσβείαις σου, ἀπὸ κινδύνων χαλεπῶν, καὶ παντοίων δεινῶν συμπτωμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσκήσας καλῶς, Ἐφραὶμ καλῶς καὶ ἤθλησας, τὸ στέφος διπλοῦν, λαβὼν ἐκ τοῦ Κυρίου σου, Ὃν ἀπαύστως ἱκέτευε ἅγιε, ὑπὲρ τιμώντων σου θερμῶς, τὴν μνήμην τὴν θείαν καὶ τὴν ἄθλησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὥσπερ πλῆθος ὑπέμεινας, πειρασμῶν θεόφρον Ἐφραὶμ ἐπίστασαι, τὸ δαιμόνων ἀφιλάνθρωπον, ἐξ οὗ ῥῦσαι πάντας τοὺς τιμῶντάς σε.

Νοῦν ἡμῶν δεῖξον Ὅσιε, οἴκημα μελέτης θείου Ὀνόματος, δι’ οὗ δύναμιν ληψόμεθα, κατὰ τοῦ δολίου κοσμοκράτορος.

Μαρτυρίου μετέσχηκας, διὰ τέκνων Ἄγαρ Ἐφραὶμ πανόσιε, διὸ λύτρου ὡς φιλάδελφος, τοὺς ἐν πειρασμοῖς πρὸς σὲ προστρέχοντας.

Θεοτοκίον.
Νικητὰς δεῖξον Πάναγνε, πάντας χριστωνύμους σὲ μεγαλύνοντας, τοὺς τοῦ βίου διαπλέοντας, πέλαγος μεγάλως κυματούμενον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας Ἐφραίμ, ἐν ἀγῶσι τῆς ἀσκήσεως, ὑπομονὴν δεικνὺς ἰσόβιον, ἥνπερ ὡς δῶρον, τοῖς θερμῶς γεραίρουσί σε χάρισαι.

Σώματος ὁρμὰς, καθυπέταξας τῷ πνεύματι, πάτερ Ἐφραὶμ σοφοῖς τεχνάσμασιν, ἅπερ αἰτοῦμεν, μυστικῶς ἡμῖν ἐκδίδαξον.

Θῦμα ἱερόν, τῆς Χριστοῦ ἀγάπης γέγονας, καὶ νῦν εὐφραίνῃ ἀγαλλόμενος, ἧς εὐφροσύνης, καὶ ἡμᾶς Ἐφραὶμ ἀξίωσον.

Θεοτοκίον.
Ἡ σεπτὴ Μονή, σοῦ Παρθένε ἀναδέδεικται, στάδιον θεῖον ἀρετῶν σεπτῷ Ἐφραίμ, ὃν μετ’ ἀμώμων, τῆς χορείας συνηρίθμησας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τρικκαίων σε, εὐλαβῶν ὁμήγυρις, ἀνυμνεῖ καὶ μακαρίζει ἐν ὕμνοις, ὅτι Ἐφραίμ, ὡς οἰκεῖον πλουτεῖ σε, εἰς πρωτοτόκων Σιὼν τὴν ἀσάλευτον, δεόμενον διὰ παντός, τοῦ γλυκέος Χριστοῦ δι’ ὂν ἤθλησας.

Ἱκέτευε, τῷ Χριστῷ πανόσιε, τὴν εἰρήνην παρασχεῖν οἰκουμένῃ, καὶ ἀσεβῶν, τὴν ὀφρὺν ταπεινῶσαι, κατὰ πιστῶν αὐθαδῶς στασιάζουσαν, οἷς χάρισαι ὑπομονήν, θεῖε πάτερ Ἐφραὶμ ὡς φιλάδελφος.

Ἐνώτισαι, ἀσθενούντων ὅσιε, παρακλήσεις ἀπὸ κλίνης ὀδύνης, καὶ θαυμαστῶς, τὴν ὑγίειαν παράσχου, ταῖς πρὸς Δεσπότην θερμαῖς ἱκεσίαις σου, ὅπως δοξάζωσιν Ἐφραίμ, τὸν σὲ στέφει λαμπρῷ καταστέψαντα.

Θεοτοκίον.
Φιλάνθρωπον, τετοκυῖα Κύριον, ἐξ αἱμάτων σου Ἁγνὴ Θεοτόκε, καὶ ὡς πολλήν, παῤῥησίαν πλουτοῦσα, ὑπὲρ ἡμῶν τῶν ἀθλίων ἱκέτευε, ὅπως τὸ Πρόσωπον Αὐτοῦ, μηδαμῶς ἀποστρέψῃ τὸ πάμφωτον.

Διάσωσον, πάτερ Ἐφραὶμ θεοφόρε τὴν σὴν πατρίδα, καὶ χριστωνύμους Τρικκαίους πρεσβείαις σου, ἀπὸ κινδύνων χαλεπῶν, καὶ παντοίων δεινῶν συμπτωμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱερώτατον Τρίκκης ἀγλάϊσμα, καὶ πιστῶν ἀσφαλὲς καταφύγιον, μὴ παρίδῃς, τῶν δεομένων σου φωνὰς πάτερ Ἐφραίμ, ἀλλὰ πρόσδεξαι αὐτάς, καὶ τῷ Δεσπότῃ Ἰησοῦ, παῤῥησίᾳ προσάγαγε, ὅπως ταύτας πληρώσῃ, χάριν διδοὺς ἑκάστῳ, κατὰ τὸ αἴτημα αὐτοῦ, καθὼς οἶδεν ὁ Εὔσπλαγχνος.

 Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα´ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ὁσιάθλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλήθεσι βαρούμενοι, βιοτικῶν μελημάτων, καὶ καταβαλλόμενοι, πρὸς σὲ καταφεύγομεν, Ἐφραὶμ ἅγιε· ὕψωσον δεόμεθα, τὰς σεπτάς σου χεῖρας, καὶ Δεσπότην καθικέτευε, δι’ ὂν ἐνήθλησας, καὶ Αὐτὸν γενναίως ἐδόξασας, ὅπως παράσχῃ τάχιστα, ἄνωθεν ἡμῖν τὴν ἀντίληψιν, καὶ τὰς ἀσθενείας, ἰάσηται ὡς θεῖος ἰατρός, καὶ εὐγνωμόνως προσδέξηται,
τὰ εὐχαριστήρια.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ κινδύνων παντοίων Ἐφραὶμ τοὺς ὅσοι σου, τὰς προσευχὰς αἰτοῦσι, καὶ πίστει ἀνυμνοῦσι, τὸν σὲ ἅγιον δείξαντα, ὂν ἀεὶ ἐκτενῶς, ὑπὲρ ἡμῶν δυσώπει.

Ἀσθενοῦντας παμμάκαρ, καὶ ἐν κλίνῃ κειμένους ταχὺ ἀνόρθωσον, Ἐφραὶμ ταῖς προσευχαῖς σου, καὶ χάρισαι εἰρήνην, τοῦ Χριστοῦ τὴν ἀσάλευτον, ταῖς τῶν τιμώντων θερμῶς, οἰκίαις ἱκετῶν σου.

Ἴσος πέλων Ἁγίοις, τοῖς ἀρχαίοις ὦ πάτερ Ἐφραὶμ τοῖς ἄθλοις σου, διὸ καὶ ἴσην χάριν, εἴληφας ἐκ Κυρίου, θεραπεύειν νοσήματα, τῶν εὐλαβῶς τὴν σεπτήν, τιμώντων ἄθλησίν σου.

Θεοτοκίον.
Μεγαλύνομεν πάντες, ὥσπερ ἔφης Παρθένε τὰ μεγαλεῖά σου, καὶ ἱκετεύομέν σε, σκέπασον τῇ σῇ σκέπῃ, καὶ ταχὺ ἐλευθέρωσον, ἐκ τῶν σφοδρῶν πειρασμῶν, ἡμᾶς πολεμουμένους.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τρίκκην πατρίδα, ἐστολισμένην Ληθαίῳ, σὺ δροσίζεις Ἐφραὶμ ταῖς προσευχαῖς σου, καὶ Χριστῷ προσάγεις, συμπολιτῶν αἰτήσεις.

Ῥῶσιν παράσχου, τοῖς ἀσθενοῦσι καρκίνῳ, τοῦτον πάτερ Ἐφραὶμ ἐξαφανίζων, καὶ χαρὰν παρέχων, παντοίως λυπουμένοις.

Ἱερομάρτυς, ἐδείχθης μέγας τρισμάκαρ, διὸ χάριν ἐδέξω ὡς βραβεῖον, τῆς θαυματουργίας, Ἐφραὶμ παρὰ Κυρίου.

Θεοτοκίον.
Κεκακωμένους, ἐξ ἁμαρτίας Παρθένε, διανάστησον θείαις μεσιτείαις, πρὸς τὸν σταυρωθέντα, φιλάνθρωπον Υἱόν σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κοσμήσας τὴν Τρικκαίων, πάτερ Ἐκκλησίαν, ταύτης μεσίτης ἀκοίμητος φάνηθι, τῷ φιλανθρώπῳ Κυρίῳ, Ἐφραὶμ πανόλβιε.

Ἅγιε Βησσαρίων, σὺν Οἰκουμενίῳ, Κοσμᾶ καὶ πάντες τῆς Τρίκκης οἱ Ἅγιοι, ἅμα Ἐφραὶμ τῷ Δεσπότῃ, Χριστῷ πρεσβεύσατε.

Ἱλάσθητι Σωτήρ μου, σῇ πολλῇ ἀγάπῃ, καὶ τῶν πταισμάτων παράσχου τὴν ἄφεσιν, τῶν ἀνυμνούντων ἐκ πόθου, χορὸν Ἁγίων σου.

Εὐφραίνου ἐν Κυρίῳ, πόλις τῶν Τρικάλων, ὡς πρεσβευτὰς πρὸς τὸν Κύριον ἔχουσα, Ἁγίων ἄθροισμα θεῖον, φυὲν ἐκ κόλπων σου.

Θεοτοκίον.
Ἄμωμε Παναγία, σὺν Ἐφραὶμ τῷ θείῳ, Ἀμώμων ὄρει καλῶς ἐναθλήσαντι, σκέπετε πόλιν τῆς Τρίκκης, ὑμᾶς δοξάζουσαν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐκ τῶν κόλπων Τρίκκης πάτερ Ἐφραίμ, ἔφυς θεῖος κλάδος, καὶ Ἀμώμων ὄρει σεπτῶς, ζήσας ἐν ἀσκήσει, καὶ διὰ μαρτυρίου, τὸ στέφος ἀνεδήσω, Ὁσιομάρτυρος.

Χαίρει πόλις Τρίκκης ὑπερφυῶς, ἔχουσα σὺν ἄλλοις, πρέσβυν μέγαν πρὸς τὸν Θεόν, τὸν Ἐφραὶμ τὸν θεῖον, ἐκβλύζοντας πλουσίως, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ τῶν ἰάσεων.

Πρέσβευε Κυρίῳ, πάτερ Ἐφραίμ, ὑπὲρ τῶν τιμώντων, τὴν σεπτήν σου μνήμην θερμῶς, καὶ ἐξαιτουμένων, σὴν θείαν μεσιτείαν, ὅπως τὸν δρόμον βίου, καλῶς τελέσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὥσπερ ὁ Εὐφράτης ποταμός, τοὺς ἀρδευομένους πλουτίζει, ἐν τῇ πορείᾳ αὑτοῦ, οὕτως ἐν τοῖς θαύμασι, σὺ θεῖε πάτερ Ἐφραίμ, νόσους πάσας τοῦ σώματος, καὶ ψυχῆς διώκεις, πάντων τῶν αἰτούντων σου, τὰς πρὸς Θεὸν προσευχάς. Ὅθεν τοῖς τιμῶσι Τρικκαίοις, ὡς ὁμοπατρίοις σοι δίδου, πάντων αἰτημάτων λύσιν τάχιστα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε,
ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι·
Ἐφραίμ, παράσχου τὴν λύσιν αἰτημάτων,
Τῶν εὐλαβῶς τιμώντων σε ἐκ καρδίας.

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σας ευχαριστούμε.

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.