Εὐχὴ τοῦ Βλεμμύδουν
Θεὲ τοῦ ἐλέους Ἰησοῦ Χριστέ· προαιώνιε, ἀνεξίκακε,
χρηστότατε Βασιλεῦ· ὁ συνάναρχος καὶ συναΐδιος
Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός· ὁ κατελθὼν ἀφθαρτῆσαι τὴν γεώδη καὶ ἐφθαρμένην φύσιν ἡμῶν ὑπὸ τῆς
ἁμαρτίας διὰ τοῦ οἰκείου σου ἀναμαρτήτου σώματος, οὗ
ἐκ τῆς Παρθένου προσείληφας· ὁ τῷ ἀμάχῳ σταυρῷ σου
τὴν τοῦ διαβόλου τυραννίδα καταβαλών, τοῦ δὲ λαοῦ σου
τὴν αἰχμαλωσίαν ἐπιστρέψας ὡς μόνος κραταιὸς καὶ δυνατός· ἐλευθέρωσόν μου τὴν ζωὴν ἐκ τῆς ἐπηρείας αὐτοῦ
δὴ τοῦ ἀλάστορος, ἐνισχύων μου τὴν ἀσθένειαν εἰς ἀποτροπὴν τῶν ποικίλων μηχανῶν καὶ μεθοδειῶν αὐτοῦ.
Ὁ τῷ κόσμῳ καθυπανοίξας ἐν τῷ σταυροῦσθαι σε τὰ
φιλάνθρωπα σπλάγχνα σου καὶ διττοὺς κρουνοὺς ἐκ τῆς
ἁγίας πλευρᾶς σου αἵματος ἀφεσίμου καὶ ὕδατος καθαρσίου ἡμῖν ἐκβλύσας, ἄνοιξόν μοι τὰ φιλάνθρωπα σπλάγχνα
σου ἐν τῷ δέεσθαί με τῆς σῆς ἀγαθότητος.
Ὁ τὴν εὐγνώμονα τοῦ λῃστοῦ φωνὴν προσδεξάμενος
καὶ συγχωρήσας αὐτῷ τὰ ἐγκλήματα καὶ τὴν εἰς τὸν παράδεισον οἴκησιν δωρησάμενος, πρόσδεξαι κἀμοῦ τοῦ
ὑπευθύνου δούλου σου τὰς ἱκετηρίους ταύτας φωνάς· καὶ
ἀμνημονήσας τῶν ἐμῶν ἀνομιῶν, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.
Ὁ τῇ σῇ τιμίᾳ λόγχῃ τὸ τῆς προγονικῆς ἁμαρτίας
ἡμῶν διαρρήξας χειρόγραφον, διάρρηξον καὶ τὰς πολυγράφους βίβλους τῶν ἐμῶν ἁμαρτιῶν, τῇ βίβλῳ δὲ τῆς σῆς
οἰκειώσεως ἔγγραψόν με.
Ὁ καταδεξάμενος διὰ τὴν ἀνάστασιν ἡμῶν ἀποθανεῖν
ἐπὶ τοῦ σταυροῦ, καὶ τριήμερος γενέσθαι νεκρὸς διὰ τὴν
ἡμῶν νέκρωσιν, θανάτωσόν μου τὸ φρόνημα τῆς ἐπιβούλου σαρκὸς καὶ τὰ μέλη μου νέκρωσον τὰ ἐπὶ τῆς γῆς.
Ὁ τῷ σῷ θανάτῳ τοῦ θανάτου καταλύσας τὴν δύναμιν,
λύτρωσαι τοῦ νοητοῦ θανάτου τὴν ταπεινήν μου ψυχήν· ὁ
πύλας καὶ μοχλοὺς τοῦ ῞Αδου κατόχους αἰωνίους ἀποτινάξας καὶ τὴν ἀνάστασιν ἀνθρώποις ὁδοποιήσας, ἀνάστησόν
με ἐκ τῶν παραπτωμάτων μου, πᾶν τὸ κατέχον με εἰς τέλος ἐξαφανίσας.
Ὁ τὸν τῆς ἀφθαρσίας ἡμῖν ἀρραβῶνα παρεσχηκὼς καὶ
τὴν εἰς οὐρανοὺς ἀνέλευσιν τοῖς αἱρουμένοις ποιήσας ἐλεύθερον, ἐξάλειψον ἀπὸ τῆς διανοίας μου τὴν ἐπὶ τοῖς φθειρομένοις πράγμασιν ἀπάτην.
Ὁ φαιδρύνων τοὺς διὰ σὲ πάσχοντας ὑπὲρ χρυσόν, καὶ
δόξῃ ἀκηράτῳ αὐτοὺς στεφανῶν καὶ βασιλείαν ἀσάλευτον
χαριζόμενος, ἀξίωσόν με κοινωνὸν γενέσθαι τῶν σῶν παθημάτων καὶ τῆς ζωηφόρου νεκρώσεως.
Ὁ τοῖς ἑλομένοις ἀκολουθεῖν σου τοῖς ἴχνεσιν μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, δώρησαί μοι μακροθυμίαν καὶ ὑπομονὴν ἐν τοῖς πειρασμοῖς μέχρι τέλους·
καὶ συνέτισόν με καὶ δυνάμωσον ἐφεξῆς τῆς ἐμῆς βιωτῆς
εὐαρέστως σοι διεξιέναι, εἰς δόξαν σοῦ τοῦ Δεσπότου καὶ
Σωτῆρος μου.
Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς Χριστὲ ὁ Θεὸς
ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν
ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ
καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· πάντοτε, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.