Εἰς τὴν ἕκτην Ωραν
Εὐχὴ
Εὐχαριστοῦμεν σοι πανάγαθε Δέσποτα, ὁ ὑπὲρ οὐσίαν
Εἶναι ὑπὲρ νοῦν καὶ ὑπὲρ λόγον Πατήρ· ἡ ὑπερούσιος
καὶ κρυφία μονιμότης καὶ ἀνεκφοίτητος· ὑπερίδρυσις· ὁ ὑπεράναρχος γεννήτωρ τοῦ θεαρχικοῦ σου Υἱοῦ, καὶ ἀΐδιος
προβολεὺς τοῦ ζωοποιοῦ σου Πνεύματος· οὗ τὸ μέγεθος
οὐκ ἔστι κυρίως εἰπεῖν διὰ τὸ ἄπειρον καὶ ἀόριστον· ὁ
ἁπλοῦς καὶ ὑπὲρ ἁπλότητα καὶ ἑνάδα· ὁ πάσης ἐννοίας
ὑπερανῳκισμένος· ἡ ὑπεράπειρος καὶ ἀνέκφραστος ἀγαθότης· ὅτι ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις τὸ ἀπόρρητον καὶ
ἀσήμαντον καὶ ἀκατάληπτον Θεὸς ὄνομά σου, ἀπολύτως
τε καὶ ὀλβίως λέγειν· καὶ τὸ φρικωδέστερον, Πατέρα και
λεῖν σε τὸν ἐν τοῖς ὑψίστοις ἀπερινόητον.
Εὐχαριστοῦμεν σοι ὁ Θεὸς τῶν δυνάμεων, ὁ ἐν τῇ τρίτῃ
ὥρᾳ ἐκχέας τὸ Πνεῦμα σου τὸ πανάγιον ἐπὶ τοὺς ἁγίους
σου ἀποστόλους, καὶ ἐμπλήσας αὐτοὺς τῆς παρὰ σοῦ χάριτος σοφίας τε καὶ συνέσεως ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν.
Εὐχαριστοῦμεν σοι ὁ Θεός, ὁ εὐδοκήσας τὸν μονογενῆ
σου Υἱὸν δι' οὗ τοὺς αἰῶνας ἐποίησας ἐνανθρωπῆσαι, καὶ
διὰ τῶν φρικτῶν αὐτοῦ παθῶν καὶ τοῦ σωτηρίου σταυροῦ
τῆς τυραννίδος τοῦ διαβόλου καὶ τῆς φθορᾶς τοῦ θανάτου
ἡμᾶς ἐλευθερώσας.
Αὐτὸς φιλάνθρωπε Δέσποτα, εἰσάκουσον τὰ ῥήματα
τοῦ στόματός μου· καὶ πρόσδεξαι τὴν δέησίν μου τοῦ ἁμαρτωλοῦ· καὶ καθὼς ἐδημιούργησάς με διὰ μόνην τὴν σὴν
ἀγαθότητα, οὕτω καὶ σῶσον με δι᾽ αὐτήν· ἀπὸ γὰρ τῶν
ἔργων μου οὐδὲ ἴχνος ἀμυδρὸν σωτηρίας ὑπάρχει μοι, ἀλλ᾽
ἐκδοχὴ βασάνων πολυειδῶν.
Εἰ γὰρ καὶ περὶ ἀργοῦ ῥήματος ἀπαιτηθήσεται λόγος ἐν
ἡμέρᾳ ἐτάσεως, ὑπὲρ τῶν ἀπείρων μου ἀνομιῶν ὧν ἐπλημ.
μέλησα ὁ ταλαίπωρος, ποίας ἐγὼ εὐπορήσω ἀπολογίας;
Διὰ τοῦτο πᾶσαν τὴν ἐκ πράξεως ἀπαγορεύσας δικαίωσιν,
πρὸς τὴν σὴν μόνην καταφεύγω χρηστότητα, τὴν πάντα
λόγον, τὴν πάντα νοῦν ὑπερέχουσαν· ἣν καὶ κατέχων ὡς
ἀσφαλῆ ἄγκυραν ἐλπίδος, ἐξομολογούμενος ἐκδυσωπῶ.
Ἥμαρτον· ἱλάσθητι Κύριε. Ἠνόμησα· συγχώρησον Δέσποτα. Παρώργησα· διαλλάγηθι, καὶ φύλαξον τοῦ λοιποῦ
τὴν ἀθλίαν μου ψυχὴν ἄσπιλον, καθαρὰν συνείδησιν ἔχουσαν.
Ῥῦσαι καὶ διάσωσόν με τοῦ πολυστρόφου καὶ πολυταράχου κλύδωνος τῶν ἐμῶν ἁμαρτιῶν ἑκουσίων τὲ καὶ
ἀγνώστων, καὶ ἐπὶ τὸν πανεύδιον· ἴθυνόν με λιμένα τοῦ
ζωοποιοῦ σου καὶ σωτηριώδους θελήματος.
Δός μοι ἐν τῷ λόγῳ σου σοφίαν καὶ ἐν τῷ φόβῳ σου
ἔμπνευσόν μοι ἰσχύν.
Μνήσθητί μου ἐν ἐλέει Κύριε, ἐν τῷ ἐπικαλεῖσθαι με τὸ
πανάγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ δώρησαί μοι
πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· δώρησαί μοι καὶ τὸ
λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον.
Ἀξίωσόν με ἀγαπᾶν καὶ φοβεῖσθαι σε ἐξ ὅλης μου τῆς
καρδίας καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου τὸ ἅγιον, πρε
σβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
πάντων σου τῶν Ἁγίων.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος ὁ Θεὸς ὑπάρχεις, καὶ σοὶ
τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν,
σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ σου Πνεύματι· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὴν δευτέραν Δόξαν τὸ Τρισάγιον
Στιχηρά, ἦχος πλ. α'
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ
Παρθένου τεχθείς· καὶ πάσας ἐξάλειψον τὰς ἁμαρτίας μου,
λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος, δέομαι καὶ ἐλέησόν με.
Οἴμοι, τί ὁμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συχῇ, καὶ πτοοῦμαι
τὴν κατάραν σὺν τῇ ἐκκοπῇ· ἀλλ᾽ ἐπουράνιε γεωργὲ Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσαν μου ψυχὴν καρποφόρον ἀνάδείξον, καὶ ὡς τὸν ἄσωτον υἱόν, δέξαι με καὶ ἐλέησόν με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, παναγία Δέσποινα Θεοτόκε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.
Τὸ Κύριε ἐλέησον κ'· μετανοίας ζʹ· καὶ ἡ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σας ευχαριστούμε.
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.