Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη, 27 Φεβρουαρίου 2020

Χαίροις, Πάτερ πανόσιε.



Ἄγγελοι καθορῶντες ἐν τοῖς Κατουνακίοις
ἐξέστησαν, Ἐφραίμ, σοὺς καμάτους, καὶ σεμνῶν δῆμοι Ἀθωνιτῶν μονοτρόπων χάριν τὴν ἐνοικοῦσάν σοι θεώμενοι ἀνέκραζον
ψυχῆς ἐν κατανύξει ταῦτα·

Χαῖρε, ἀσώματος σαρκοφόρος· χαῖρε, οὐράνιος κληρονόμος.
Χαῖρε, ἀπαθείας καὶ νήψεως πρόβολος· χαῖρε, ἀκτησίας καὶ χάριτος ἔνοικος.
Χαῖρε, βάθρον ἀδιάσειστον προσευχῆς καρδιακῆς· χαῖρε, ῥεῖθρον διειδέστατον ἀκραιφνοῦς ὑπακοῆς.
Χαῖρε, ὁ μαθητεύσας Ἰωσὴφ παρὰ πόδας· χαῖρε, ὁ πᾶσι δείξας ἀρετὴν σῆς καρδίας.
Χαῖρε, Θηβῶν βλαστὸς ἐνθεώτατος· χαῖρε, κανὼν καὶ γνώμων χρηστότητος .
Χαῖρε, οἰκῆτορ τῶν Κατουνακίων· χαῖρε, ἀκέστορ τῶν σοὶ προσιόντων.
Χαίροις, Πάτερ πανόσιε.

Δεν υπάρχουν σχόλια: