Αναζήτηση αυτού του ιστολογίου

Φόρτωση...

Τρίτη, 1 Φεβρουαρίου 2011

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΑΘΕ ΑΝΘΡΩΠΙΝΗ ΣΑΡΚΑ ΣΩΠΑ.

ΕΙΚΟΝΑ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ ΣΤΗΝ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
ΣΠΑΝΙΑ ΡΩΣΙΚΗ ΕΙΚΟΝΑ


Οὐδείς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπι-
θυμίαις καί ἡδοναῖς προσέρχεσθαι ἤ
προσεγγίζειν ἤ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης.
Τό γάρ διακονεῖν σοι
μέγα καί φοβερόν, καί αὐταῖς ταῖς ἐπουρανίαις Δυνάμεσιν.
᾿Αλλ᾿ ὅμως, διά τήν ἄφατον καί ἀμέτρητόν σου
φιλανθρωπίαν, ἀτρέπτως καί ἀναλλοιώτως
γέγονας ἄνθρωπος καί ἀρχιευρεύς ἡμῶν
ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης
καί ἀναιμάκτου θυσίας τήν ἱερουργίαν
παρέδωκας ἡμῖν, ὡς δεσπότης τῶν ἁπάντων. Σύ γάρ
μόνος, Κύριε ὁ Θεός ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων
καί τῶν ἐπιγείων, ὁ ἐπί θρόνου χερουβικοῦ ἐποχούμε-
νος, ὁ τῶν Σεραφείμ Κύριος, καί βασιλεύς τοῦ ᾿Ισραήλ,
ὁ μόνος ἅγιος, καί ἐν ἁγίοις ἀναπαυόμενος. Σέ τοίνυν
δυσωπῶ τόν μόνον ἀγαθόν καί εὐήκοον· ἐπίβλεψον ἐπ᾿
ἐμέ τόν ἁμαρτωλόν καί ἀχρεῖον δοῦλόν σου, καί κα-
θάρισόν μου τήν ψυχήν καί τήν καρδίαν ἀπό συνειδήσε-
ως πονηρᾶς· καί ἱκάνωσόν με τῇ δυνάμει τοῦ ῾Αγίου
σου Πνεύματος, ἐνδεδυμένον τήν τῆς ἱερατείας χάριν,
παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καί ἱερουργῆ-
σαι τό ἅγιον καί ἄχραντόν σου σῶμα καί τό τίμιον αἷμα.
Σοί γάρ προσέρχομαι, κλίνας τόν ἐμαυτοῦ αὐχένα, καί
δέομαί σου· Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ᾿ ἐ-
μοῦ, μηδέ ἀποδοκιμάσῃς με ἐκ παίδων σου,
ἀλλ᾿ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾿ ἐμοῦ
τοῦ ἁμαρτωλοῦ καί ἀ
ναξίου δούλου σου
τά δῶρα ταῦτα. Σύ γάρ εἶ ὁ προσφέ
ρων
καί προσφερόμενος, καί προσδεχόμενος,
καί δια
διδόμενος, Χριστέ ὁ Θεός ἡμῶν, καί σοί τήν δόξαν ἀνα
πέμπομεν, σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῶ παναγίῳ
καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί
εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.


Καί ὁ ῾Ιερεύς ἀναγινώσκει τήν εὐχήν τῆς Προθέσεως·



Ὁ Θεός, ὁ Θεός ἡμῶν, ὁ τόν οὐράνιον ῎Αρτον, τήν
τροφήν τοῦ παντός κόσμου,
τόν Κύριον ἡμῶν καί Θεόν ᾿Ιησοῦν Χριστόν ἐξαποστείλας
Σωτῆρα καί Λυτρωτήν, καί
Εὐεργέτην, εὐλογοῦντα καί ἁγιάζοντα ἡμᾶς·
αὐτός εὐλόγησον τήν Πρόθεσιν ταύτην καί πρόσδεξαι
αὐτήν εἰς τό ἐπουράνιόν σου Θυσιαστήριον, μνημόνευσον
ὡς ἀγαθός καί φιλάνθρωπος, τῶν
προσενεγκάντων, καί δι᾿ οὕς προσήγαγον·
καί ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ῾Ιερουργίᾳ τῶν
θείων σου Μυστηρίων.

῞Οτι ἡγίασται καί δεδόξασται τό πάντιμον καί
μεγαλοπρεπές ὄνομά σου, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ ἁγίου
Πνεύματος, νῦν, καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.


Δεν υπάρχουν σχόλια:

Μοίρασέ το!!!!

ΣΗΜΑΝΤΙΚΑ.

http://www.orthodoxos-christianismos.com/