Ἦχος δ'
«Ἀνοίξω
τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν».
ᾈδέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος,
Δαυῒδ ὁ Προπάτωρ σου· Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου·
χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.
Ὁ Ἄγγελος
Βοῶ σοι γηθόμενος· κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι,
σύλληψιν ἄσπορον· εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις
Πάναγνε.
Ἡ
Θεοτόκος
Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας;
λέγε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ
τοῦ Κτίστου μου;
Ὁ Ἄγγελος
Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε· καὶ χαίρω θεώμενος, τὴν
σὴν ἀσφάλειαν, θάρσει Δέσποινα· Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ
παράδοξα.
Ἡ Θεοτόκος
Ἐξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ' ὃν ἀναφανήσεται,
ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.
Ὁ Ἄγγελος
Ζητεῖς παρ' ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ'
οὗτος ἀνερμήνευτος· τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.
Ἡ Θεοτόκος
Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως τρυφῆς, τῆς θείας ἐξωστράκισται·
διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.
Ὁ Ἄγγελος
Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με
φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;
Ἡ
Θεοτόκος
Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ
προθεσπίσαντος, ἐπιποθῶ δὲ τοῦ γνῶναι, πῶς Θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν
ὑποστήσεται;
Ὁ Ἄγγελος
Κατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα,
Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόρρητον· μετὰ τόκον γάρ,
μενεῖς Ἁγνή, ἀειπάρθενος.
Ἡ
Θεοτόκος
Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κήρυξ,
λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι,
μετὰ σαρκὸς τὸν ἀσώματον.
Ὁ Ἄγγελος
Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετὰ φόβου Κόρη, νῦν
κατανοεῖν εὐλαβοῦμαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ
Πατρός ὡς ηὐδόκησε.
Ἡ Θεοτόκος
Νοεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν· θαύματα γὰρ γέγονε
πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος
δέ, ἀπειράνδρως οὐδέποτε.
Ὁ Ἄγγελος
Ξενίζῃ Πανάμωμε· καὶ ξένον γὰρ τὸ θαῦμά σου· μόνη γὰρ τὸν πάντων
Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα,
καὶ τοῦ Νόμου τὰ σύμβολα.
Ἡ
Θεοτόκος
Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου,
μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον,
τῷ Πατρὶ καὶ τῷ Πνεύματι;
Ὁ Ἄγγελος
Πρὸς τὸν σὸν Προπάτορα, Δαυῒδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ
τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σε καλλονήν, μόνην
ἐξελέξατο, λογικὸν ἐνδιαίτημα.
Ἡ
Θεοτόκος
Ῥημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης
ἐνθέου πεπλήρωμαι· χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.
Ὁ Ἄγγελος
Σοὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις
κραυγάζει Θεόνυμφε· σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.
Ἡ Θεοτόκος
Τῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι' ἐμοῦ τὸ
ὀφείλημα σήμερον, δι' ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.
Ὁ Ἄγγελος
Ὑπέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι
τούτου τὰ Ἔθνη Ἁγνή· διὰ σοῦ δὲ πέρας, ἡ ὑπόσχεσις δέχεται σήμερον.
Ἡ
Θεοτόκος
Φῶς τὸ ἄϋλον, μηνύων ὕλῃ σώματος, ἑνωθησόμενον, δι' εὐσπλαγχνίαν
πολλήν, φαιδρὸν Εὐαγγέλιον, θεῖα κηρύγματα, νῦν κραυγάζεις μοι· Εὐλογημένος Πάναγνε,
ὁ καρπὸς τῆς σῆς κοιλίας.
Ὁ Ἄγγελος
Χαῖρε δέσποινα, Παρθένε χαῖρε πάναγνε, χαῖρε δοχεῖον Θεοῦ, χαῖρε
λυχνία φωτός, Ἀδὰμ ἡ ἀνάκλησις, Εὔας ἡ λύτρωσις, ὄρος ἅγιον, περιφανὲς ἁγίασμα,
καὶ νυμφὼν ἀθανασίας.
Ἡ
Θεοτόκος
Ψυχὴν ἥγνισε, καὶ σῶμα καθηγίασε, ναὸν εἰργάσατο, χωρητικὸν με
Θεοῦ, σκηνὴν Θεοκόσμητον, ἔμψυχον τέμενος, ἡ ἐπέλευσις, τοῦ Παναγίου Πνεύματος,
καὶ ζωῆς ἁγνὴν Μητέρα.
Ὁ Ἄγγελος
Ὡς πολύφωτον, λαμπάδα καὶ θεότευκτον, παστάδα βλέπω σε, νῦν ὡς
χρυσῆ Κιβωτός, τοῦ Νόμου τὸν πάροχον, δέχου Πανάμωμε, εὐδοκήσαντα, τὴν τῶν ἀνθρώπων
ῥύσασθαι, διὰ σοῦ φθαρτὴν οὐσίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου