Αναζήτηση αυτού του ιστολογίου
Παρασκευή 5 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΝΑΤΗ ΏΡΑ
Ανοιξον μου τό νοερο στόμα τῆς καρδίας καὶ τὰ ἔνυλα μου χείλη προς αινεσιν σου Κύριε
Φωτισόν μου τὸν νοῦν καὶ ἴθυνον τὰ κινήματα τῆς διανοίας μου πρὸς τὸ θεῖον σου βούλημα,
Ἐπὶ πλεῖον πλῶνον με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, ὅτι μέγα καὶ ἄπειρον τὸ πελαγος τῆς εὐσπλαγχνίας σου.
Ἁγίασόν με τῷ παναγίῳ καὶ ἁγιαστικῷ σου Πνεύματο ἵνα κἀγὼ ναὸς ἁγιάσματος τῇ δωρεῷ τῆς χάριτός σου γε
νόμενος, ἐπαξίως ἀναμέλπω καὶ δοξάζω τὴν ἀκατάληπτον
διανοίαις καὶ ἄφατον παντελῶς ἀνθρωπίνῃ φωνῇ δύναμιν τῆς βασιλείας σου.
Καὶ γενέσθω Κύριε ἡ παροῦσα μου θυσία εὐπρόσδεκτος
ἐνώπιόν σου·
Ὅτι σὲ μόνον ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου
ψυχή.
Προοίμιον
Αἴνει ἡ ψυχή μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ
μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.Εἰς τὴν ἐνάτην Ωραν
Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα κτίσις τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ἀλαλάξωμεν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ᾄσωμεν καὶ δοξάσωμεν τὰς δυναστείας αὐτοῦ.
Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου