Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 5 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΝΑΤΗ ΏΡΑ ΕΥΧΉ

.
Ὕμνος εἰς τὴν ἐνάτην Ωραν


Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου, δημιουργὲ τῶν ἁπάντων, τρισυπόστατε καὶ ὁμοούσιε μεγαλοδύναμε Κύριε· ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύι ἀτεχνολόγητας· καὶ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος· παράγεις γὰρ ἑτοίμως ἅπερ ἐθέλεις μόνῳ βουλήματι· ἡ ἀνώνυμος καὶ ἀσήμαντος πάσῃ διανοίᾳ ὕπαρξις, ἡ πάσης ὑπάρξεως ποιητική·
οὐσία ἀναίτιος, αἰτία παναλκής· ἡ πάσης οὐσίας ὑπερούσιος οὐσία· ὁ τὰ ἐπὶ πάσης τῆς γῆς ποτὲ ὕδατα εἰς μίαν συναγωγὴν τῷ λόγῳ συναθροίσας· ὁ τὸ ἀρχέγονον σκότος τῆς ἀβύσσου διώξας, καὶ διατμήξας· τὸ πρωτόγονον φάος.

Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ πάντων τῶν ὄντων, τῶν τε μετεχόντων καὶ μεθεκτῶν, τῶν τε νοουμένων καὶ λεγομένων ἀσυγκρίτως ἀπειράκις ὑπερεξῃρημένος· ὁ μήπου τὸ παράπαν ἐξ ἀϊδίου ἔχων τὶ σαὐτῷ συνεπινοούμενον· ὁ τῶν αἰώνων ποιητής· ὁ τῆς ζωῆς ἀέναος χορηγός, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος.

Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ ὑπερούσιος καὶ ἔτι μᾶλλον τῆς καθ᾽ ὑπερουσιότητα θέσεως ἀπείρως ὑπερεπέκεινα· ὁ χρόνου τὲ καὶ φύσεως καὶ τῶν ὑπὲρ τὴν ὁρατὴν φύσιν νοητῶν, δημιουργὸς καὶ δεσπότης· ὁ
πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ πᾶσαν ὑπόστασιν τῶν φύσεων οὐσιώσας· ὁ πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας, ἀρχῆς τε καὶ μεσότητος καὶ τέλους δη-
μιουργός.


Διαδοχή - Αποστροφὴ
Ὑπεραρθήτω ἡ δόξα Κυρίου ὑπὲρ πᾶσαν δόξαν·
Καὶ ἡ αἴνεσις αὐτοῦ ὑψωθήτω ὑπὲρ πᾶσαν αἴνεσιν·
Μεγαλυνθήτω τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ·
Διηγοῦνται οἱ οὐρανοὶ τὴν δόξαν τῆς μεγαλωσύνης σου Κύριε.

Τριαδικὸν
Ὑπεράρχιε, σύμμορφε, πανσθενεστάτη Τριάς·
Φῶς τριλαμπές· ζωή, σοφία καὶ φῶς·
Πάτερ, Λόγε, Πνεῦμα ἅγιον· συνάναρχε, σύνθρονε καὶ
συναΐδιε.


Δεν υπάρχουν σχόλια: