Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 5 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΝΑΤΗ ΏΡΑ ΣΤΙΓΜΉ ΤΡΊΤΗ




Διαδοχὴ
Ὑψώθητι ἐν τῇ δυνάμει σου, παντάναξ ὕψιστε ἀγαθέ·
ᾄσομεν ἡμεῖς οἱ ἀχρεῖοι δοῦλοι σου κατὰ χρέος καὶ μαλοῦμεν τὰς δυναστείας σου.
Ὑψώθητι ἐν τῇ δυναστείᾳ σου, ὑψιμέδονα Κύριε παντουργέ· ἐξομολογησόμεθα τῇ μεγαλοπρεπείᾳ σου.
Ὑψώθητι ἐν τῇ βασιλείᾳ σου παντοκράτορ Θεὲ παντοδύναμε· ἀγαλλιασόμεθα ἐν τῇ αἰνέσει σου.
Σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα.
Σοὶ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τὴν δόξαν ἀναξίοις χείλεσι, καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν
ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· τῇ μιᾷ θεότητι, τῇ μιᾷ δυνάμει, τῇ μιᾷ βασιλείᾳ· τῷ
μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν
ἁπάντων ἐν Τριάδι Θεῷ· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Στιγμὴ τρίτη.

Εὐχὴ

Κύριε δώρησαί μοι κλαυθμὸν διηνεκῆ καὶ συντριβὴν καρδίας καὶ λογισμοὺς κατανύξεως.
Κύριε δώρησαί μοι φωτισμὸν καὶ γνῶσιν καὶ ἰσχὺν τοῦ κατανοεῖν καὶ διακρίνειν καὶ ἀποτρέπεσθαι τοὺς πονηροὺς
λογισμούς.
Κύριε μὴ εἰσενέγκῃς με εἰς πειρασμὸν ὅτι λίαν εἰμὶ χαῦνος καὶ ἀσθενὴς ὁ ταλαίπωρος.


Κύριε ρύσαι με ἀπὸ τῆς ἀκηδίας καὶ τῆς ὀλιγωρίας καὶ τῆς ἀληθῆν καὶ δωρησαι μοι ἀνδρείαν πνευματικὴν καὶ ὑπομωνὴν καὶ νῆψιν.

Κύριε ρῦσαι με ἀπὸ τῆς δουλείας τῶν παθῶν καὶ τῆς τυρανιδος  τῶν ἡδονῶν,
Κύριε ρῦσαι με ἀπὸ τῶν ποικίλων μηχανῶν τοῦ αλαστορος καὶ δώρησαί μοι διόρθωσιν  καὶ ἀσφάλειαν του λοιπού 


Κύριε μὴ ἄρης με ἀπὸ τοῦ βίου τοῦ τοῦ ἀνέτοιον ὄντα καὶ ἄκαρπον, ἀλλ᾽ ἔτι καὶ ἔτι μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ
δώρησαί μοι καιρὸν μετανοίας καὶ ἦθος εὐκατάνυχτὸν καὶ ἀείρρυτα δάκρυα, ἵνα δι᾽ αὐτῶν ἐντεῦθεν τὰ πλήθη τῶν
ἀνομιῶν μου ,  απονιψαμενος τῶν ἀφορήτων καὶ φριχτῶν
καὶ ἀτελευτήτων κολάσεων λυτρωθῶ.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκοῦ καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: