Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 5 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΝΑΤΗ ΏΡΑ ΣΤΙΓΜΉ ΔΕΎΤΕΡΗ


Εὐχὴ καὶ Ὕμνος

Εἰ γὰρ αἱ ἀσώματοι τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ καὶ πασῶν τῶν οὐρανίων δυνάμεων τάξεις τὴν κατ᾽ ἀξίαν
δοξολογίαν ἀνενεγχεῖν σοι οὐ δύνανται, πῶς ἂν δυνηθείη ἀνθρωπίνη φύσις κατ᾽ ἀξίαν ὑμνῆσαι ποτὲ τὸ ἀπειροδύναμον καὶ τὸ ὑπερμέγεθες τῆς θεϊκῆς σου ἀπειρίας;
Εἰ οὖν καὶ μὴ δυνάμεθα, ἀλλ᾽ ὀφείλομεν ὅμως καὶ ἡμεῖς
οἱ ἁμαρτωλοὶ καὶ θνητοὶ καὶ ἀνάξιοι δοῦλοι σου, ὕμνον καὶ δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν, κατὰ δύναμιν ἀναπέμπειν σοι τῷ ποιητῇ ἡμῶν καὶ τροφεῖ καὶ κηδεμόνι ἐν
πᾶσι τῆς ζωῆς ἡμῶν, ὅσον χωρεῖ ἡμῶν ἡ πτωχεία τῆς φύσεως.

Στιγμὴ δευτέρα.


Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου, παντοδύναμε Κύριε· ὁ τὰ πάντα, ἐπουράνιά τε καὶ καταχθόνια
καὶ τὰ καθ᾽ ἑκάτερα τοῦ παντὸς περάσματα πρὸς σεαυτὸν
συνδέων τὸ καὶ συνέχων, τὸ καθόλου μηδενὶ διατειχιζόμενος· ἡ ἄφραστος φύσις καὶ ἀνεκφώνητος· ἡ πάντων τῶν
ὑπὲρ αἴσθησίν τε καὶ νόησιν πραγμάτων ὑπόστασις· ἡ πάσης τῆς διὰ φωνῆς σημασίας ὑπερεξῃρημένη καὶ πασῶν
ὑψηλοτέρα τῆς τῶν ζητούντων κατανοήσεως· ὃν ὑμνοῦσι
Θρόνοι, Κυριότητες καὶ Ἐξουσίαι· ὃν δοξάζουσι Χερουβὶμ
καὶ Σεραφὶμ καὶ Δυνάμεις· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι καὶ Ἀρχαί.
Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ μήτε
ἀρχὴν ἔχων μήτε τέλος, μήτε αἰτίαν τοῦ εἶναι, μήτε τὴν
οἱανοῦν κίνησιν ἔχων κατὰ τὸ εἶναι πρὸς αἰτίαν τινά, μόνος κατ᾽ ἀλήθειαν τὸ κυρίως ἔχων καὶ ὢν καὶ καλούμενος·
ἡ ἀθεώρητος καὶ ἀπαράλλακτος καὶ ἀΐδιος οὐσία, καὶ ἀϊδιότητος τοῖς ἀἰδίοις καὶ ἀθανάτοις ποιήμασί σου χαριστικι· ἡ πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις· ὁ ὢν καὶ προὼν καὶ ἀεὶ ὢν εἰς τοὺς αἰῶνας, ἄναρχός τε καὶ ἀτελεύτητος· ἐξ οὗ καὶ δι' οὗ καὶ ἐν ᾧ τὰ πάντα
συνέστηκεν· οὗ τὸ κράτος ἄπειρον καὶ ἀνείκαστον, καὶ ἡ δόξα ἀκατάληπτος καὶ τὸ ἔλεος ἄμετρον.

Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι μένων ἀσήμαντος· ὁ παντὸς
διασημαντικοῦ νοήματος ὑπερκείμενος, ὡς ὑπὲρ τὸ νοεῖν
ὑπάρχων καὶ τὸ νοεῖσθαι· μήτε νοῶν προσδεόμενος, μήτε
τῷ νοοῦντι φυσικῶς διὰ τὴν σχέσιν ὑποκύπτων τὲ καὶ νοούμενος· πᾶσαν τῶν νοούντων νόησιν διαφεύγων, καὶ πᾶσι
τοῖς νοητοῖς τυγχάνων ἀπερινόητος· ἡ ὑπὲρ ἔκπληξίν τε καὶ
ὑπὲρ ἔκφασιν δύναμις· ἡ δημιουργικὴ τῶν ὄντων καὶ εὑρετικὴ τῶν μὴ ὄντων καὶ συνεκτικὴ τῶν γεγονότων καὶ προορατικὴ τῶν μελλόντων· ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν ἐπὶ νεφελῶν ὑπερθοάζων· ἀπερινόητα ἐπὶ θρόνου δόξης τῆς
βασιλείας σου, καὶ τῇ θεϊκῇ σου δυνάμει ἀοράτως φέρων
τὰ σύμπαντα· ὁ ἔχων συντρέχουσαν ἅμα τῇ βουλῇ σου τὴν
δύναμιν· ὁ μυρίους καὶ ἀπείρους κόσμους κατὰ τὸν παρόντα, μιᾷ ῥοπῇ τοῦ λόγου σου ὑποστῆσαι δυνάμενος.


Δεν υπάρχουν σχόλια: