Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 5 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΝΑΤΗ ΏΡΑ ΣΤΙΓΜΉ ΠΡΏΤΗ

Στιγμὴ πρώτη.


Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου, ἀπειροδύναμε Κύριε· ὁ οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ φύσιν πυρὸς καὶ ὕδατος μίξας τὲ καὶ μερίσας· καὶ λόγον πᾶσιν ἐνθεὶς
καθ᾽ ὃν τὸν ὅρον οὐχ ὑπερβαίνουσιν· ὁ συνάγων ὡσεὶ ἀσκὸν
ὕδατα θαλάσσης τῇ νεύσει σου, καὶ μετέωρα ταῦτα ὑπ᾿ οὐδενὸς ἐξαπλῶν· ὁ ῥυθμίζων ἅμα καὶ ἀριθμῶν τὰς σταγόνας τῶν ὑετῶν· ὁ τὴν ἴριν ἀλλεπαλλήλοις χρόαις ἐν ταῖς. 
κεφέλαις ἡμισφαιρίζων, τὸ μέγα καὶ προφανὲς τῆς σῆς φιλἀνθρωπίας τεκμήριον.
Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ διευθύνων καὶ διεξάγων διὰ κύκλου τὸν ἅπαντα κόσμον, καὶ πρὸς
πάντα διαρκὴ τὴν δύναμιν ἔχων· ὁ κλονίζων τῇ ὁράσει τῆς τῆς τὰ θεμέλια· ὁ ἐκτινάσσων ὡσεὶ ἔριον τὰς χιόνας· ὁ
τάσσων· ἐν τῇ γῇ τὴν ὀμίχλην ὡσεὶ σποδόν, καὶ ὡσεὶ  ψωμὸν ἐμβάλλων τὸν κρύσταλλον· ὁ ἀστράπτων ἅμα καὶ
στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.
Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ τὰς οὐσίας πάσας ἐναντίως ἐνεργεῖν τῇ οἰκείᾳ φύσει παρασκευάζων· ὁ τὰ ὕψη καὶ πλάτη τῶν οὐρανῶν σπιθαμῇ μετ
τρῶν, τὴν γῆν δὲ καὶ τὴν θάλασσαν δρακὶ συνέχων· ὁ τὰ πάντα ἐν πᾶσιν ὢν καὶ ἀρχὴ καὶ μεσότης καὶ πέρας, ὡς δημιουργὸς καὶ προνοητὴς καὶ περιγραφὴ τῶν ὅλων ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Διαδοχής


Τίς λαλήσει τὰς δυναστείας σου ὁ Θεός, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου;
Τίς ἐπαξίως δοξάσει τὴν ἀπόρρητον σοφίαν τῆς δόξης

Τίς ἐπαξίως δοξάσει τὴν ὑπερίσχυρον δύναμιν τοῦ κράτους σου;
Τίς νοῦς ἐξισχύσει ἢ ποία γλῶσσα θεοπρεπῶς ἀνευφημῆσαι τὴν ἀνέκφραστον μεγαλωσύνην τῆς βασιλείας σου;


Δεν υπάρχουν σχόλια: