Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 6 Σεπτεμβρίου 2024

Παρακλητικός Κανών εις το Γενέθλιο της Υπεραγίας Θεοτόκου και Αειπαρθένου Μαρίας Ποίημα Μοναχής ΜακρίναςΙερά Μονή Κωσταλεξίου Φθιώτιδος






†Εορτάζεται στις 8 Σεπτεμβρίου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Καὶ τὰ παρόντα τροπάρια·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡς τῶν ἀνθρώπων κραταιὰν προστασίαν καὶ ἱερᾶς ἡμῶν Μονῆς ἐποπτείαν, χαριστηρίοις ᾄσμασιν βοῶμέν σοι, Ἁγνή· χαίροις χαριτόβρυτε δωρεῶν ἐπομβρία, πάντας ἡ δροσίζουσα δαψιλῶς, Παναγία, τοὺς εὐλαβῶς καὶ πίστει ἀκραιφνεῖ, τὴν πάνσεπτόν σου γεραίροντας Γέννησιν.


Δόξα.Τὸ αὐτό. Ἢ τὸ Ἀπολυτίκιον τῆς Γεννήσεως. Ἦχος ὁ αὐτός, Αὐτόμελον.

Ἡ Γέννησις σου, Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον.


Καὶ νῦν.

Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.



Ὁ Ψαλμὸς Ν´(50)Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον,πλὴν τῶν δ΄ τροπαρίων ἐκάστου ᾠδὴς.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. 

Ὑγρὰν διοδεύσας.

Ἀντάξιον ὕμνον τῶν γηγενῶν, οὐδεὶς ἐξισχύει, σοὶ προσφέρειν ὡς ἀληθῶς· ἡμεῖς δὲ εἰς τὴν φιλανθρωπίαν, τὴν σὴν θαῤῥοῦντες, τὴν δέησιν ψάλλομεν.


Βυθοῦ με ἐξάγαγε τῶν παθῶν, δι’ ὧν ἐμακρύνθην, ἐκ νεότητος τοῦ Θεοῦ, δεινῷ πολεμήτορι ψυχῆς μου, προσκολληθεὶς ἀσυνέτως ὁ δείλαιος.


Γεννήσει σου Ἄχραντε τῇ σεπτῇ, βροτῶν ἐνεργεῖται, σωτηρίας ἡ ἀπαρχή, διὸ τὰς οἰκούσας τῇ Μονῇ σου, ἐν βίβλῳ ζώντων γραφῆναι εὐδόκησον.


Ἐκ στείρας νηδύος θεοπρεπῶς, σήμερον γεννᾶται, ἡ τεκοῦσα τὸν Πλαστουργόν, πληροῦσα τὰ πάντα εὐφροσύνης, τὰ τε ἐπίγεια καὶ τὰ οὐράνια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.Δυναστείᾳ σου, 

Μῆτερ, τῇ θεϊκῇ τείχισον, ταύτην σου τὴν ποίμνην Παρθένε, σὲ θησαυρίζουσαν, φρουρὸν καὶ πρόμαχον, τῶν τοῦ ἐχθροῦ ῥυομένην δεινῶν ἐπιθέσεων, Θεοχαρίτωτε.


Ἐν εἰρήνῃ τὸν νοῦν μου διαπαντὸς φύλαττε, πάντα λογισμὸν ψυχοφθόρον μακρὰν διώκουσα· σὺ γὰρ ὡς τέξασα τὸν Ἀρχηγὸν τῆς εἰρήνης, παῤῥησίαν κέκτησαι, μέγιστην Ἄχραντε.


Ζοφερὸν διαλύει, πολυειδῶν θλίψεων, οἷα περ ἧ ὡς λαμπροτάτη, ἐξανατέλλουσα, ἡ σὴ πανήγυρις, τοῦ Γενεθλίου Παρθένε, ἥνπερ ἑορτάζοντες, σὲ μακαρίζομεν.


Ἐκ τῆς ῥίζης προῆλθεν τοῦ Ἰεσσαὶ βλάστημα Ἅγιον ἡ ἄμωμος Μήτηρ, τοῦ Παντοκράτορος, ἡ διανοίξασα, τοῦ Παραδείσου τὰς πύλας, κεκλεισμένας πρότερον, διὰ τὸν ἄνθρωπον.

Διάσωζε, τοὺς εὐλαβείᾳ καὶ πόθῳ ἀνευφημοῦντας, ἑορτὴν τῆς σῆς Γεννήσεως τὴν πάντιμον, ἀπὸ κινδύνων καὶ πάσης ἄλλης ἀνάγκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.

Μονήν μας ἱεράν, πιστῶς ἀνακειμένην σοι, Παρθένε ἁγνή, τῇ μητρικῇ προνοίᾳ σου, σκευωρίας ἀνθρώπων ἀσινῆ διαφύλαττε, 

Ἄχραντε, ὅπως ἀεὶ χρεωστικῶς τὰς εὐεργεσίας σου δοξάζωμεν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ ψυχή μου ῥερύπωται, ὅλη ἁμαρτήμασιν, Παναμώμητε, ἀλλὰ σὺ εὐχαῖς σου ποίησον, ταύτην ἀποπλῦναί με τοῖς δάκρυσιν.

Θείῳ φόβῳ ὀχύρωσον, ἐκ τῆς ῥαθυμίας με πολεμούμενον, ὅπως τρίβον ἀγαλλόμενος, τὴν στενὴν βαδίζω τῆς ἀσκήσεως.

Ἰατρείας τοὺς πάσχοντας, θείαις σου πρεσβείαις σὺ καταξίωσον, τοὺς προστρέχοντας τῇ Μάνδρᾳ σου, πίστει προσκυνῆσαί σου τὴν Γέννησιν.

Ἡ Θεόνυμφος τίκτεται, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τὴν σήμερον, χαρμοσύνην τὴν οὐράνιον, πάσῃ οἰκουμένῃ προμηνύουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Κόσμου τὰ τερπνά, νουνεχῶς τοὺς καταλείψαντας, καὶ Χριστῷ ἀκολουθήσαντας, τοῦ κοσμικοῦ ξένους ἀνάδειξον φρονήματος.

Λύτρωσαι Ἁγνή, νοσημάτων καὶ κακώσεων, τοὺς ἀνενδότως καταφεύγοντας, εἰς τὴν τιμίαν σου Μονήν, ἥνπερ ἐδόξασας.

Μέμνησο ψυχή, τὸ «ὁ θέλων εἶναι πρώτιστος, πρέπον γενέσθαι ὡς ὁ ἔσχατος» καὶ ταῖς πρεσβείαις τῆς Παρθένου ταπεινώθητι.

Πρόξενος ζωῆς, αἰωνίου σὺ γεγένησαι, τοῖς ἀπειθήσασι τὸ πρότερον, τῇ σῇ Γεννήσει Θεοτόκε ἀειπάρθενε.

ᾨδὴ στ΄. 
Ἱλάσθητί μοι, Σωτήρ.

Νοσσία τὰ ἑαυτῆς, οἶα περ ὄρνις, Πανάμωμε, σκεπάζει ἐπιμελῶς, οὕτω καὶ τὴν ποίμνην σου τήρησον ἀλώβητον, τῶν ἐπερχομένων πειρασμῶν τε καὶ θλίψεων.

Ξίφος εἰς χεῖρας πιστῶν ὑπάρχει ἡ ἀδιάλειπτος τοῦ Ἰησοῦ ἡ εὐχή, δαιμόνων τὰς φάλαγγας κατακόπτουσα, Δέσποινα, ἥνπερ δίδαξόν με, μητρικῇ σου οἰκειότητι.

Ὁδήγησον ἀσφαλῶς, ὡς εἰς λιμένα γαλήνιον, τὸν κλῆρον σου παντελῶς εἰς σὲ ἀτενίζοντα, εἰς τὸ θεῖον θέλημα, Ἄχραντε παρθένε, τοῦ Κυρίου τὸ σωτήριον.

Συνέστιοι θεϊκῶν, οἱ γηγενεῖς τῶν ἐλλάμψεων, ἐσκοτισμένοι τὸ πρίν, Θεῷ ἀπειθήσαντες, γεγόνασι, Δέσποινα, φωτὶ ἀνεσπέρῳ τοῦ ἁγίου Γενεθλίου σου.

Διάσωζε τοὺς εὐλαβείᾳ καὶ πόθῳ ἀνευφημοῦντας ἑορτὴν τῆς σῆς Γεννήσεως τὴν πάντιμον, ἀπὸ κινδύνων καὶ πάσης ἄλλης ἀνάγκης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.Ἦχος β΄. 
Πρεσβεία 
θερμή.

Ἐν πίστει θερμῇ καὶ πόθῳ, Κόρη ζέοντι, τὴν σὴν ἑορτήν, φωσφόρον καὶ πανίερον, ἐκτελοῦντες σήμερον, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐπιτυχεῖν δεόμεθα, Ἁγνή, τῇ πανευπροσδέκτῳ μεσιτείᾳ σου.

Προκείμενον.Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.Στίχος. 
Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὕς σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Εὐαγγέλιον.Ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α΄ 39-49, 56).


Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα.Ταῖς τῆς Παναχράντου πρεσβείαις 

Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.Ταῖς τῆς Θεοτόκου πρεσβείαις 

Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παρθένε πανάμωμε, Ἰωακεὶμ καὶ τῆς Ἄννης, φυτὸν οὐρανόσδοτον, σήμερον ἐβλάστησας φύσιν βρότειον, Θεῷ ὡς πρότερον, ὅπως οἰκειώσῃς, τὸν Σωτῆρα παρθενεύουσα, σὺ γὰρ ἐκύησας, τὸν καταπατήσαντα θάνατον· καὶ νῦν τοὺς ἑορτάζοντας, θείαν σου τὴν 

Γέννησιν φύλαττε, τοῦ ὠρυομένου, ὡς λέοντος ἡμᾶς καταπιεῖν, θέλοντος Μῆτερ, τοὺς δούλους σου, τοὺς σὲ μεγαλύνοντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμῶν ἐν τῷ μέσῳ, εὑρισκόμενος Μῆτερ, καθικετεύω σε, ἱκάνωσον σὸν δοῦλον, γενναίως ὑπομένειν, μελῳδοῦντα Κυρίῳ μου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥιζουχίας ἁγίας, τὸ ἐξ ἐπαγγελίας, ἄνθος ἀμάραντον, τὰς θείας ὑποσχέσεις, ἅσπερ εὐηγγελίσω, τοῖς τιμῶσί σε πλήρωσον, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Σῷζε ἀχαριστίας, γογγυσμοῦ φιλαυτίας καὶ κατακρίσεως, νομίμως τοὺς ἀθλοῦντας, ἐν ταύτῃ τῇ Μονῇ σου, Παναγία θεόνυμφε, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Τῶν ἀνθρώπων τὰ πλήθη, τῇ Γεννήσει σου ὕμνοις, πανηγυρίζουσι, φθορᾶς τῆς τοῦ θανάτου, λυτρούμεθα Παρθένε, καὶ Κυρίῳ κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. 
Τὸν Βασιλέα τῶν οὐρανῶν.

Τήρει σοὺς δούλους, τῷ τῆς ἀγάπης συνδέσμῳ, ὁμοφρόνους καὶ ἐκ τῶν πολυτρόπων, σκέπε σκανδάλων, παρθένε Θεοτόκε.

Ὑποταγῆναι, ἕως θανάτου προθύμως, ὡσπερ εἶ ὁ Υἱός σου Μαρία, ἀπέργασαι σὸν δοῦλον, βουλήσει τῇ ἐνθέῳ.


Φιλαδελφίας, τῷ θησαυρῷ πλούτισόν με, ἡ 
Ἀγάπην τέξασα τῷ κόσμῳ, ὥστε ἀδελφοῦ μου, αἱρεῖσθαι τὸ συμφέρον.


Τὸν Βασιλέα, τῶν Οὐρανῶν ὃν ὑμνοῦσι, Ἀσωμάτων πᾶσαι στρατηγίαι, ἔτεκεν ἀσπόρως, ἡ σήμερον τεχθεῖσα.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Χριστοῦ τῇ ἀγαπήσει, δός μοι καταφλεχθῆναι, τῷ θεοφρόνως τὴν θείαν πανήγυριν, τοῦ Γενεθλίου Παρθένε, ἐπιτελοῦντί σου.


Ψυχῆς μου Θεοτόκε, ἀρίστη ἡγεσία, θεουργικῶν ἀναβῆναι τὴν κλίμακα, τῶν ἀρετῶν ἴθυνόν με, ταῖς ἱκεσίαις σου.

Ὡς Μήτηρ τοῦ Σωτῆρος, καὶ πάντων Ὀρθοδόξων, τοὺς τὴν Ἁγίαν σου Γέννησιν σήμερον, πανευσεβῶς ἑορτάζοντας, σῶσον Δέσποινα.


Ἐτέχθης παρ’ ἐλπίδα, ἐκ τῆς στείρας Ἄννης, τὸν Λυτρωτὴν τοῦ παντὸς ἡ κυήσασα, ὑπὲρ ἡμῶν ὃν ἱκέτευε, Δέσποινα.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,


Χαίροις ἀσθενούντων ἡ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις θλιβομένων, Σεμνὴ παραμυθίᾳ καὶ πάντων ἱκετῶν σου, τὸ καταφύγιον.


Λύτρωσαι Παρθένε ἐκ πειρασμῶν, θλίψεων κινδύνων, δυσιάτων ἀσθενειῶν, τοὺς μετ’ εὐλαβείας τιμῶντας ἐτησίως, τὴν πάμφωτον ἡμέραν τοῦ Γενεθλίου σου.


Λώβης τῶν αἱρέσεων ἀβλαβεῖς, ἡμᾶς Θεοτόκε, διαφύλαττε ἐς ἀεί, καὶ τῇ Ἐκκλησίᾳ γαλήνην δίδου Μῆτερ, πολυμερῶν σχισμάτων παύουσα τάραχον.


Ἴδε τοὺς νοσοῦντας γονυκλινῶς, σὲ ἐκλιπαροῦντας, ἐν τῇ πανσέπτῳ αὐτῇ Μονῇ, καὶ δώρησαι Παρθένε, αὐτοῖς τὴν θεραπείαν, ἡ σήμερον τεχθεῖσα πρὸς πάντων λύτρωσιν.


Λύπης μου διάλυσον αὐθωρόν, νέφος Παναγία, ὡς ἀράχνειον τὸν ἱστόν, θείας εὐφροσύνης ψυχήν μου ἐμπιπλῶσα, ὅπως ἀεὶ δοξάζω τὰ μεγαλεῖά σου.


Φθόνῳ τὴν σὴν Μάνδραν μανιωδῶς, οὐ παύεται Μῆτερ, ὁ ἀντίδικος πολεμῶν· ἀλλὰ σὺ Παρθένε, ὡς ἔφορος καὶ ῥύστης, ἡμῶν αὐτοῦ τὸ θράσος, εἰς τέλος σύντριψον.


Ἐν ἀκτημοσύνῃ τὴν βιοτήν, Παρθένε σφραγίσαι, καὶ ἐν πλήρη ἀποταγῇ, πιστούς σου ἱκέτας τοὺς ἀγωνιζομένους, ἐν ταύτῃ τῇ Μονῇ σου, Ἁγνὴ εὐόδωσον.


Ἕτερα. Ἀντωνίου Μάρκου.

Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, ἀνθρώπων βεβαία, σωτηρία καὶ ἀσφαλής· χαίροις Παραδείσου, ἡ πυλωρὸς καὶ ᾄδου, κατάργησις τελεία, Παρηγορήτισσα.

Σκέπε τοὺς προστρέχοντας τῇ σεπτῇ, Μονῇ σου Παρθένε, ἐκπληροῦσα αὐτῶν εὐχάς· σοὶ γὰρ ὡς μητέρα, προσφεύγουσι ἐκ πόθου, καὶ σὲ ὁμολογοῦσι, Θεογεννήτρια.

Τῆς παρηγορίας θείαν πηγήν, τῆς παραμυθίας, μὴ κενούμενον ποταμόν, καὶ τῆς οὐρανίου ἡμῖν ἐπευλογίας, Παρθένε ὁμολογοῦμεν σεπτὴ Γερόντισσα.

Κατάπαυσον τὸν τάραχον τῆς ψυχῆς, τῶν δούλων σου Κόρη, θεοπόθητε Μαριάμ, καὶ δώρησαι εἰρήνην καὶ θείαν εὐλογίαν, πᾶσι τοῖς μεγαλύνουσι σοῦ τὸ ὄνομα.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καὶ κλείομεν μετά τοῦ·


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶτοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄

.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·


Ἦχος β΄. 


Ὅτε ἐκ τοῦ ξύλου.Δεῦτε τὴν Μητέρα τοῦ Θεοῦ, ἐκ γαστρὸς ἀκάρπου τεχθεῖσαν, πρὸς σωτηρίαν ἡμῶν, πάντες προσκυνήσωμεν συνευφραινόμενοι, οἰκειότητι φύσεως, ἰδοὺ κληρουχίαν, Αὐτῆς τὴν ἀπόλεκτον, περιφρουρεῖ ἀκλινῶς, πάσης προσβολῆς ἐναντίας, πάσης ψυχικῆς ἀσθενείας καὶ θανατηφόρου ἐπιθέσεως.



Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.Ἀμήν.

Δεν υπάρχουν σχόλια: