Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 5 Μαΐου 2026

Παρακλητικός Κανών εις τον Οσιονεομάρτυρα Εφραὶμ τον εκ Τρίκκης.

 


῞Οσιονεομάρτυς  Αγιος  ̉ Εφραίμ κ Τρίκκης

 

῾Ο ῞Αγιος  ̉Εφραὶμ εἶναι ἕνας ἀπὸ τοὺς «νεοφανεὶς ἁγί­ους». ῾Η ζωὴ του ἀποκαλύφθηκε προσωπικὰ στὴν μοναχὴ Μα­καρία στὰ μέσα τοῦ 20ου αἰ. ἀπὸ τὸν ἴδιο τὸν ῞Αγιο.

   Ο ῞Αγιος, κατὰ κόσμο Κωνσταντῖνος Μόρ­φης, γεννήθη­κε στὰ Τρίκαλα στὶς 14 Σεπτεμβρίου 1384 μ.Χ. Σὲ μικρὴ ἡ­λικία ἔμεινε ὀρφανὸς ἀπὸ πατέρα καὶ τὴ φρο­ντίδα τῆς οἰ­κογένειας, μετὰ τὸν Θεό, ἀνέλαβε ἡ μητέρα του.

   Σὲ ἡλικία 14 ἐτῶν, γιὰ νἀ ἀποφύγει τὸν ἐξισλαμισμὸ πῆ­γε στὴν ῾Ι. Μ. τοῦ Εὐαγγελισμοῦ τοῦ ὄρους τῶν  ̉Αμω­μων, ὅ­που μετὰ ἀπὸ δοκι­μασία ἔγινε ἱερομόναχος. Τὸ 1424 μ.Χ. Τούρκοι εἰσέβαλαν στὸ Μοναστήρι κι ἔ­σφα­ξαν ὅλους τοὺς Πατέρες. ῾Ο ῞Αγιος ἀπουσίαζε στὴ σπηλιὰ του γιὰ προ­σευχὴ κι ὅταν ἐπέστρεψε ἀντίκρι­σε ἔ­ντρομος τὰ πτώματα τῶν Πατέρων.  ̉Αφοῦ τοὺς ἔθαψε τοὺς θρήνησε γοερῶς. Τὸ ἄλλο ἔτος ἐ­πανῆλ­θαν οἱ Τούρκοι καὶ βρῆκαν τὸν ῞Α­γιο τὸν ὁποῖον κρέμασαν σ̉ ἕνα δένδρο καὶ τὸν βασά­νισαν.  

   Κοιμήθηκε στὶς 5 Μαΐου τοῦ 1426 μ.Χ. Στὶς 3  ̉Ιανουαρίου 1950 βρέ­θηκαν τὰ λείψανά του. Τὸ 2011 τὸ Οἰκουμενικό Πατρι­αρχεῖο τὸν κατέταξε στὸ ὀρθόδοξο ἑορτολόγιο.

 

Παρακλητικς Κανν

ες τν Οσιονεομάρτυρα ̉ Εφραμ τν κ Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τ Κύριε εἰσάκουσον, μεθ̉̉ τ Θες Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς τῶν Τρικκαίων θησαυρὸς πέλεις μέγας,* ῎Ο­ρους  ̉Αμώμων ἀετὸς ὑψιπέτης* καὶ μοναζόντων σέμνω­μα,  ̉Εφραίμ ἱερέ˙* ῞Οθεν καταξίωσον τοὺς τι­μῶντας σην μνήμην* γαλήνης ἐμπίπλασθαι καὶ ποι­κίλων χα­ρίτων,* ἵνα δοξάζωσι συμφώνως οἱ πιστοὶ* τὸν σὲ δο­ξάσαντα σημείοις καὶ θαύμασι.

 

Δόξα Πατρὶ... τ ̉Απολυτίκιον Ηχος πλ. δ’. Ταχύ προκαταλαβε.

Τῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρου­ρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰα­τρὸς* ἐδείχθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄ­ρει  ̉Αμώμων* ἔλαβες παρὰ Κτίστου* μαρτυρί­ου στε­φάνους.* ῞Αγιε  ̉Εφραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ* σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

 

Καὶ νῦν... Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν,  Δέσποινα,  ἐκ  σοῦ˙*  σοὺς   γὰρ    δού­λους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Νʹ (50ος) Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος

ᾨδὴ αʹ.  Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας[1]

̉Εφραὶμ σοι προσπίπτω δεητικῶς* καὶ σοι, θεοφό­ρε,* χείρας αἴρω ἱκετικὰς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦ­μαι* ἣν δώρησαί μοι ταχέως, μακάριε.

 

Φρονίμων παρθένων τὴν βιωτὴν* ἐζήλωσας, πά­τερ,* καὶ ἐβίωσας ἀληθῶς* διὸ καὶ κατέστης, ἀ­θλοφόρε,* τοῦ Παραδείσου οἰκήτωρ, τρισένδοξος.

 

῾Ροὰς τῶν δακρύων μου, θαυμαστέ,* ̉Εφραίμ, μὴ πα­ρίδῃς,* ἀλλὰ δέομαι ταπεινῶς* θεράπευσον τάχος τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν τῶν κρυφίων, πολύα­θλε.

 

Θεοτοκίον.

̉Αξίως τιμήσωμεν οἱ πιστοί,* Παρθένον Μαρίαν, τὴν Μητέρα τοῦ Λυτρωτοῦ* καὶ πάντων τῶν ἐν θλίψεσι ὄντων* καταφυγή καὶ ταχεῖαν ἀντίληψιν 

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Ικετεύω σε, μάρτυς* τὸν τῆς ψυχῆς τάραχον* κα τῆς ἀκηδίας τὴν ζάλην* τάχος διάλυσον* σὺ γάρ,  ̉Εφραὶμ  θαυμαστέ,* τῶν  ̉Ορθοδόξων  προστά­της* ἀνεδείχθης, ἅγιε,* καὶ καταφύγιον.

 

Μοναστῶν ἀνεδείχθης,* θαυματουργὲ ῞Αγιε,* καὶ τῶν ̉Ορθοδόξων, θεόφρων,* τεῖχος καὶ πρόμα­χος,* διὸ ἀπαύστως πιστοὶ* πρός σε προσφεύ­γουσι πόθῳ* καὶ αἰτοῦσιν ἅπαντες* ῥώμην καὶ δύνα­μιν.

 

Σοὶ προσπίπτω ὁ τάλας,* θαυματουργὲ ῞Οσιε,* καὶ σοι αἴρω τὰς χείρας,*καθικετεύων σε,* θεράπευ­σόν μου ταχύ* ἐκ νοσημάτων ποικίλων* ἃ τὸ τάλαν σῶμά μου* κατατιτρώσκουσι.

 

Θεοτοκίον.

῏Ω Πανάχραντε κόρη,* χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος* σὺ με προστά­τευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀν­θρώπων* καὶ παθῶν, Πανάμωμε,* ψυχῆς ἀπάλλα­ξον. 

 

Διάσωσον* ἀπό κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς,  ̉Εφραίμ,* σοι προσφεύγο­μεν* ὡς ἔχοντι τῷ Χριστῷ παῤῥησίαν.

 

 ̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον,* θαυμάτων πηγὴ* καὶ πιστῶν καταφύγιον* ὑ­πάρ­χεις,  ̉Εφραίμ θεοπρόβλητε˙* διὸ πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς* τοὺς πίστει σοι, μάρ­τυς, καταφεύγοντας.

 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Ζηλοφθόνως πορεύομαι* καὶ ὑψηλοφρόνως ὁ τά­λας, ἔνδοξε,*  διὸ  σπεύδω  σοι  δεόμενος* καὶ  αἰτοῦ­μαι χάριν σου καὶ ἔλεος.

 

 ̉Ελευθέρωσον τάχυον* ἐκ παντοδαπῶν παθῶν τὴν καρδίαν μου* καὶ τὸ σῶμα μου ἀπάλλαξον* ἐκ ποι­κίλων νόσων, ̉Εφραὶμ εὔσημε.

 

Τῶν παθῶν ἐνδιαίτημα* γέγονα ὁ τάλας,  ̉Εφραὶμ ἔν­δοξε,* διὸ σπεύδω σοι δεόμενος* ἔλεος ποιήσαι τῷ ἱκέτῃ σου.

 

Θεοτοκίον.

Οἱ ποθοῦντες μετάνοιαν* καὶ καταλλαγῆναι Θε­ῷ, Πανάχραντέ,* σοι προστρέχομεν δεόμενοι* ἁμαρ­τάδων ἄφεσιν καὶ ἔλεος.

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Νέος ἀθλητὴς* ἀνεδείχθης, ἀξιάγαστε,* διὸ σοι πό­θῳ προστρέχουσι πιστοὶ* καθικετεύοντες λαβεῖν παθῶν τὴν νέκρωσιν.

 

῞Υμνους καὶ ᾠδάς* σοὶ προσφέρομεν ἱκέταις σου* τα­πεινῶς δεόμενοι,  ̉Εφραίμ,* παρασχεῖν ἡμῖν* χαρὰν τὴν ἐπουράνιον.

 

Φώτισον ἡμᾶς* τοὺς ἀχρείους, θεοδόξαστε,* καὶ Θεὸν ἱκέτευε θερμῶς* ἐκδιώξαι τῆς ψυχῆς τὸ σκό­τος, Πά­ντιμε.

 

Θεοτοκίον.

῎Αναρχον Θεὸν* καθικέτευε, Πανάχραντε,* ἵνα ῥυ­σθῶμεν τῶν τοῦ πονηροῦ* παγίδων καὶ πλανῶν,*  ̉Αειμακάριστε.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Νεότης σοι καταφεύγει, ἅγιε,* καὶ αἰτεῖται σὴν στεῤ­ῥὰν προστασίαν* ἣν συ παράσχου ἀπαύ­στως, θεό­φρον,* καὶ ἐξ ἀπάτης τοῦ πλάνου διάσω­σον,* ἡ­μᾶς δὲ ἴχνεσι Χριστοῦ* τοῦ βαδίζειν ἀεὶ κατά­ξίωσον.

 

 ̉Απαύστως τὸν Λυτρωτὴν ἱκέτευε* ὑπὲρ τῶν σῶν τέ­κνων, θεοφόρε,* καὶ ἐξευμένισον δέομαι, τά­χος,* ἵ­να ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ λά­βωμεν χάριν Θεοῦ* οἱ ἀνάξιοι δούλοι σου, ἔνδοξε.

 

Νῦν πάντες εἰς σὲ προσφεύγομεν πίστει* καὶ αἰτού­μεθα ἀπαύστως, θεόφρων,* τὸν Λυτρωτὴν καὶ Σω­τήρα τοῦ κόσμου* ὑπὲρ ἡμῶν ἱλέωσαι, μακά­ριε* καὶ βοήθει ἡμᾶς διελθεῖν* τὴν θείαν πύλην, ἀοί­δημε.

 

Θεοτοκίον.

Τὴν δόξαν καὶ ̉Εκκλησίας τὸ κλέος* καταξίωσον ἰ­δεῖν, Θεοτόκε,* τῶν ἀλλοδόξων τὰ πλήθη, Παρ­θέ­νε,* καὶ εἰσελθεῖν ἐν αὐτῇ ταῖς πρεσβείαις σου* καὶ πάντας ἡμᾶς τοὺς πιστοὺς* σὺν ἀγγέλοις οἰκῆ­σαι βοήθησον.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς,  ̉Εφραίμ,* σοι προσφεύγο­μεν* ὡς ἔχοντι τῷ Χριστῷ παῤῥησίαν.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπη­σον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...

Σὺ προστάτης ἡμῶν ἀκαταίσχυντος, ῞Αγιε,* καὶ με­σίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος.* Μὴ πα­ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦ­σον συ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερ­μῶς δεομένων σου˙* ῥῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶζε ἐκ τῶν κινδύνων* τοὺς  ̉Ορθοδόξους, θαυμαστέ,*  ̉Ε­φραίμ, ῾Ελλάδος τὸ καύχημα. 

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελί­ου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου. 

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιʹ 32–36, ιαʹ 1) ἁ­γίου Εὐαγγελίου τὸ ἀνάγνωσμα...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Επεν Κύριος τος αυτο Μαθητας˙ πς στις ὁ­μολο­γσει ν μο μπροσθεν τν νθρπων, μο­λογή­σω κγ ν ατ μπροσθεν το πατρς μου το ν ορα­νος˙ στις δ̉ ν ρνσητα με ἔ­μπροσθεν τν νθρπων, ρνσομαι ατν κγ μπροσθεν το πατρς μου το ν οὐ­ρανος. Μ νομί­σητε τι λθον βαλεν ερνην π τν γν˙ οκ λ­θον βαλεν ερνην, λλ μχαιραν. ῏Ηλθον γρ δι­χσαι νθρωπον κατ το πατρς ατο κα θυγα­τρα κατ τς μητρς ατς κα νμφην κατ τς πενθε­ρς ατς˙ κα χθρο το νθρπου ο οκια­κο ατο. Κα γέ­νετο τε τλεσεν ησος διατσσων τος δδεκα μαθητας ατο, μετβη κεῖ­θεν το διδσκειν κα κηρσσειν ν τας πλεσιν αὐ­τν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ …

Ταῖς τοῦ ῾Οσιάθλου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μὴ παρίδῃς, ἔνδοξε,* τῶν ̉Ορθοδόξων τὰ τέκνα,*  ̉Ε­φραίμ πανσεβάσμιε,* τῶν Τρικκαίων καύχη­μα καὶ προπύργιον,* νόσοι κατέβαλον* ὅλον μου τὸ σῶ­μα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς κα τῶν ἀνθρώπων περίγελων* ἰατρῶν βοήθειαν καὶ πα­ραμυθίαν οὐκ ἔχω πλέον,* διὸ σοι προσπίπτω* καὶ δέ­ομαι ὁ τάλας, ὦ  ̉Εφραίμ,* μὴ  παραβλέπῃς τὴν  δέησιν* ἐμοῦ τοῦ τρισάθλιου.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

Ο Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς ...

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

̉Ανοήτως διῆλθον* τὸν τοῦ βίου μου χρόνον, χριστο­ειδέστατε,* διὸ σε ἱκετεύω* ματάνοιαν παρά­σχου,* ὅπως κράζω σωζόμενος˙* ῾Ο τῶν Πατέρων ἡ­μῶν* Θε­ός, εὐλογητὸς εἶ.

 

Τῆς σαρκὸς τὰς κινήσεις* καὶ νοὸς τὰς ἐπάρσεις,  ̉Ε­φραίμ, σὺ κοίμησον,* ἐχθρῶν δὲ ἐπιθέσεις* κατά­στειλον ταχέως,* ἵνα πάντες κραυγάζωμεν* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

 

῾Ο λοψύχως βοῶ σοι* ὁ ἀχρεῖος ἱκέτης,  ̉Εφραίμ τρι­σόλβιε,* διάσωσόν με τάχος* ἐκ πάσης ἐπηρείας,* ἵνα ᾄδω, μακάριε˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θε­ός, εὐ­λογητὸς εἶ.

 

Θεοτοκίον.

Τῆς ψυχῆς μου τὰ πάθη,* Θεοτόκε Παρθένε, τά­χος διάλυσον* καὶ σῶσον σον ἱκέτην* ἐκ πάσης ἀῤῥω­στίας,* ἵνα χαίρων ἐξάδῳ σοι˙*῾Ο τῶν Πατέρων ἡ­μῶν* Θεός, εὐλογητὸς εἶ.

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὴν ἀκηδίαν,* ̉Εφραίμ, ταχὺ ἀπελαύνεις* καὶ παρέ­χεις σοῖς τέκνοις ἀπαύστως* δύναμιν καὶ ῥώ­μην,* σεμνὲ ῾Οσιομάρτυς.

 

῞Ολον τὸν βίον* κατεσπατάλησα, μάκαρ,* ἀσε­βῶς κα ἀσώτως διάγων,* διὸ σοι προστρέ­χω,*  ̉Ε­φραὶμ πνευματοφόρε.

 

Νῦν σοι προσπίπτω* γονυκλινῶς, θεοφόρε,* καὶ σε­μνῶς ἱκετεύω σὲ μάρτυς,* ῥῦσαι τὴν ψυχὴν μου* ἐκ πάσης ἀσθενείας. 

 

Θεοτοκίον.

Τὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυμνοῦ­σιν ἀπαύστως βοῶντες˙* Χαῖρε Θεοτόκε, τὸ κλέος τῶν ̉Αγγέλων.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Προσπίπτομέν σοι, μάκαρ,* καὶ πάντες δεόμε­θα* τοὺς σοὺς ἱκέτας καλῶς διαφύλαξον* καὶ ἐκ χει­ρῶν ἀρχεκάκου* τάχος διάσωσον. 

 

Νῦν πόθῳ δυσωπῶ σε,*  ̉Εφραὶμ μεγαλομάρτυς,* καὶ προσκυνῶν σου τὰ λείψανα δέομαι* τοῦ παρα­σχεῖν τῷ ἀθλίῳ* τέλη ἀνώδυνα.

 

῾Υμνῶ σὲ καὶ γεραίρω,* ̉Εφραίμ, Τρίκκης τὸ εὔ­χος* καὶ τῶν  ̉Αμώμων τοῦ ὄρους τὸ σέμνωμα* καὶ ἐξαι­τῶ ταῖς λιταῖς σου* πταισμάτων ἄφεσιν.

 

Θεοτοκίον.

Μαρία Θεοτόκε,* δόξα τῶν ̉Αγγέλων* καὶ τῶν πι­στῶν χαρμονὴ  καὶ βοήθεια,* τῷ  σῷ ἱκέτῃ παρά­σχου* χαρὰν οὐράνιον.

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πανα­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τεκοῦσαν,* τὴν ὄντως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Νῦν Τρίκκη ἀγάλλεται, θαυμαστέ,* καὶ σοῦ, ἀθλο­φόρε, ἐξαιτεῖται τὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου, σεμνὲ ῾Οσιομάρτυς,* καὶ ἐξ ἐχθρῶν ἀνόμων* ταύτην διάσωσον.

 

Οὐκ ἔχω ὁ τάλας, θαυματουγέ,* ἀκλόνητον πί­στιν καὶ ἀγάπην εἰλικρινῆ,* διὸ καὶ πτοοῦμαι* Χριστὸν ἰδεῖν, θεόφρον,* καὶ σὲ προβάλλω πρέσβυν,*  ̉Εφραὶμ τρισόλβιε.

 

Τὴν ῾Ελλάδα φύλαττε, θαυμαστέ,* ̉Εφραὶμ Νεομάρ­τυς,* ἐκ τῶν κυκλοῦντων αὐτὴν ἐχθρῶν* κατοῖς δεο­μένοις* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώμην* καὶ βίον ἔνθεον. 

 

῎Εχουσα προστάτην καὶ βοηθὸν* ἡ Τρικκαίων πό­λις* οὐ πτοεῖται ἐξ ἀπειλῶν* παντοίων, θεό­φρων,* ὡς καὶ ἐκ τῶν παγίδων, ἃς ὁ σατὰν ἐκφαί­νει,* ̉Εφραὶμ τρισόλβιε.

 

Χαίροις ὁ τῆς Τρίκκης θεῖος βλαστὸς* καὶ τῆς  ̉Εκ­κλησίας ὁ ἀτίμητος θησαυρός˙* Χαίροις ὁ ποιή­σας* τὸ ὄρος τῶν  ̉Αμώμων* ἰάσεων ταμεῖον,* ̉Εφραίμ πα­νάρι­στε.

 

Πλήθη ̉Ορθοδόξων τῇ σῇ Μονῇ* προσέρχονται, μά­καρ,* ἵνα λάβωσι παρὰ σοῦ* δύναμιν καὶ ῥώ­μην,*  ̉Ε­φραὶμ πνευματοφόρε,* τῶν  ̉Ορθοδόξων κλέος* καὶ θεῖον καύχημα.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβεί-αν* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Ο­τι Σοῦ... ὁ Χορός:  ̉Α­μήν καὶ εἶτα τ  ̉̉̉Απολυτίκιον.

Ηχος πλ. δʹ. Ταχὺ προκατάλαβε…

Τῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρου­ρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰ­ατρὸς* ἐδεί­χθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄ­ρει  ̉Αμώ­μων* ἔλαβες παρὰ Κτίστου* μαρτυρί­ου στε­φάνους.* ῞Αγιε  ̉Ε­φραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

 

Δέησις.  ̉Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν:

Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντων ἐπακούεις, ἀγαθέ,* τῶν πόθῳ καὶ πί­στει αἰ­τοῦντων* τὴν προστασίαν τὴν σὴν,* μάρτυς ἀξιά­γαστε  ̉Εφραίμ παμφίλτατε,* καὶ κινδύ­νων καὶ θλί­ψεων* λυτροῦσαι σὰ τέκνα* τὰ κατατρυ­χόμενα* ὑ­πὸ ποικίλων παθῶν,* ὅθεν ἐν πολλῇ κατά­νύξει* δεόμε­θα πάντες* ῥῦσαι ἐκ τῶν νόσων ἡμᾶς, ἔνδοξε.

 

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψε­ως.

 

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉ Α­μήν.

 

 

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…    

Δεν υπάρχουν σχόλια: