Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 16 Ιουνίου 2024

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΏΝΑ.Ευχές είς τό Μεσονυκτίου. Ύμνος Τριαδικόςσὺν Εὐχῇ εἰς τὸ Μεσονυκτικὸν.




- Ύμνος Τριαδικός


σὺν Εὐχῇ εἰς τὸ Μεσονυκτικὸν


Λέγεται δὲ εἰς τὴν ἀρχήν,
μετὰ τὸ εἰπεῖν τὸ Τρισάγιον,
ἢ μετὰ τὸ Πιστεύω εἰς ἕνα Θεὸν καὶ ἔτι μετὰ τὸ Τρισάγιον.

Ἐκ τῶν δογμάτων τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου

Ἐκλογὴ καὶ σύνταξις Θηκαρά Μοναχοῦ


Δόξα τῇ ἀπειροτάτη καὶ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου· ἡ ὑπερούσιος καὶ ὑπέρθεος καὶ ὑπεράρχιος
ἐναρχικὴ παναγία Τριάς, ἡνωμένως ἐν τρισὶν ὑποστάσεσιν
διακρινομένη· καὶ ἡ ἕνωσις, ὑπὲρ νόησιν· ἡ πάντα ὑπὲρ
ἔννοιαν ὑπερβάλλουσα ἁγιότης, ἡ πάντων δεσπόζουσα κυριότης, ἡ πάντων ὑπερκειμένη βασιλεία· ἡ πάντων ἀρχὴ
ὑπεράρχιος, καὶ ἀπειρία πάσης ἀπειρίας, καὶ πάντων πέρας ὑπερτελές· ἡ πάντα ἐν σεαυτῇ περιέχουσα κατὰ μίαν
ὑπερουσίως ἀπειρίας ἁπλότητα.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου· ἡ ὑπέρζωος καὶ ζωοποιὸς καὶ ἀϊδίως ὑπερεκβλύζουσα ζωαρχική
ἀνερμήνευτος ὑπεραστράπτουσα δόξα· ἡ μία καὶ ἁπλῆ καὶ ἁπλουστάτη ζωή· ἡ ἄφραστος" καὶ ἀνείκαστος και
ἀεὶ ὡσαύτως ἔχουσα καὶ ἐπὶ πάντα ἐκτεταμένη πηγαία δύναμις, ἀκωλύτως ἐπὶ πάντα χωροῦσα καὶ ἐνεργοῦσαν καὶ μέχρι μερισμοῦ σαρκὸς καὶ πνεύματος, ἁρμῶν
μυελῶν διικνουμένη· καὶ κριτικὴ ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ
σου· ἡ αὐτο
ϋπέρσοφος πηγαία καὶ ἀποπληρωτικὴ καὶ ὑπερπλήρης σου
σοφία· ἡ μία τῶν ὅλων ἀγαθοποιὸς καὶ παναίτιος, ὑπεροχικῶς ἐκπεφασμένη καὶ ἀφανὴς πρόνοια· ἡ ὑπὲρ πᾶσαν ὑπερβαλλόντως ἀγαθότητα ἀγαθαρχική, πηγαία καὶ παναίτιος αὐτοϋπεράγαθος ἀγαθότης· ἡ ἑνοειδὴς καὶ ἀδιαίρετος ζωὴ καὶ δόξα καὶ δύναμις καὶ σοφία καὶ ἀγαθότης καὶ πρόνοια.

Στιγμὴ πρώτη.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου, ὁ Πατήρ· ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ὑπερουσίου θεότητος καὶ τῆς
δόξης· ὁ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως ποιητής· ἡ ἀναίτιος καὶ πανταίτιος ἀρχή, ἀϊδίου γεννῆτορ Υἱοῦ καὶ
οὐσιωδῶς Πνεύματος ἁγίου πηγή.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὁ ἐνυπόστατος Λόγος τοῦ Θεοῦ· ἡ ὑφεστῶσα σοφία καὶ δύναμις αὐτοῦ· δι' οὗ τὰ πάντα
ἐγένετο τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τὰ αἰσθητὰ καὶ τὰ νοούμενα· εἴτε Χερουβὶμ εἴτε Σεραφὶμ εἴτε Θρόνοι, εἴτε
Κυριότητες εἴτε Δυνάμεις εἴτε Εξουσίαι, εἴτε Αρχαὶ εἴτε
Αρχάγγελοι εἴτε Ἄγγελοι· εἰκὼν τοῦ ἀοράτου Πατρός,
ισότυπος, συναΐδιος, ὁμοούσιος αὐτῷ· ταὐτοθελής, ταὐτοενεργής, ταὐτοδύναμος.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου, τὸ πανάγιον Πνεῦμα· τὸ Κύριον, τὸ θεοποιοῦν, τὸ οὐσιοποιοῦν
πᾶσαν κτίσιν· τὸ ζωαρκές", τὸ παντοκρατές· τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν τῷ Υἱῷ ἀναπαυόμενον· καὶ μεταλαμβανόμενον παρὰ πάσης τῆς κτίσεως· τὸ σῷζον καὶ τὸ ἁγιάζον· τὸ ναοποιοῦν σεαυτῷ τοὺς ἀξίους τῆς σῆς σωτηριώδους ἐπιδημίας· δι᾿ οὗ πᾶσα φωτοποιὸς χάρις τοῖς
ἀνθρώποις ἐκκέχυται, καὶ πᾶσα πρόρρησις καὶ σοφία.


Στιγμὴ δευτέρα.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου· ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα· ἡ ἐν Τριάδι μονάς· ἡ ἐν ἀλλήλαις τῶν θεαρχικῶν ὑποστάσεων ἀκίνητος ἵδρυσις,
ὁλικῶς ὑπερηνωμένη καὶ οὐδενὶ μέρει συγκεχυμένη· ἡ
ἀνείδεος ἐν τοῖς εἴδεσιν ὡς ὑπὲρ εἶδος οὖσα, καὶ ὑπερπλήρης ἐν τοῖς πλήρεσιν ὡς ἀπεριόριστος· ὑπὲρ τὰ ὁρώμενα,
ὑπὲρ τὰ ἀόρατα· ἄποσος, ἀπήλικος, ἀσύνθετος· ἁπλῆ, ἀπερίληπτος, ἀΐδιος· ἄτρεπτος, ἄφθεγκτος, ἀπερινόητος.
.
Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου· ἡ δημιουργοῦσα τὰ πάντα καὶ ζωοῦσα καὶ δυναμοῦσα· καὶ τελεσιουργοῦσα καὶ συνέχουσα· καὶ ἀνακαινίζουσα καὶ προμηθουμένη· ἡ πᾶσι τοῖς ἁγίοις σου ἑνιαίως τὸ θεουργὸν φῶς σου μεταδιδοῦσα, καὶ ἀναλόγως ἐλλάμπουσα, καὶ 
καλοῦσα καὶ ἐνηδύνουσα· πάντων ὁρῶσα καθαρῶς τοὺς τῶν τελουμένων λόγους· εὐθαρσοῦσα τὲ καὶ φαιδρύνουσα τοὺς
ἐπὶ τὴν σὴν χρηστότητα νουνεχῶς ἀνατεινομένους.


Δόξα τῇ παναιτίῳ καὶ ζωαρχικῇ βασιλείᾳ σου· ἡ τῶν κινουμένων κατά τινα ἀνίερον σάλον ἵδρυσις ἱερὰ καὶ τῶν ἑστηκότων ἀσφάλεια· ἡ τῶν ἀποπιπτόντων ἐκ τῆς ἰδίας περὶ τὸ καλὸν ἐνεργείας, ἀνάκλησις καὶ ἀνάστασις· τῶν δὲ παραφθειρόντων τὸ κατὰ φύσιν, ἀνακαινισμὸς καὶ ἀναμόρφωσις· καὶ τῶν ἐπ' αὐτοῖς ἀναγομένων, ὁδηγὸς καὶ ἀναστατικὴ χειραγωγία· ὁ ἀπερίγραπτος καὶ ὑπερούσιος καὶ
παντοκράτωρ τρισήλιος εἷς καὶ μόνος Θεός· ὁ πᾶσαν τὴν
τῶν ὄντων φύσιν διαμορφώσας· ὁ μόνος αἴτιος τοῦ εἶναι τὰ πάντα καὶ τοῦ εὖ εἶναι ἔχειν· ὁ κρατῶν ἁπάντων τοὺς οἴακας καὶ ἄγων ὡς βούλει.


Εὐχὴ
Ἐξομολογοῦμαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου· κλίνω
γόνυ σώματος καὶ ψυχῆς· ἐξαγορεύω σοι τῷ Θεῷ μου τὰς ἀνομίας μου. Πρόσδεξαί μου τὰς δεήσεις· καὶ δώρησαί μοι
τῷ ἁμαρτωλῷ πένθος πενθῆσαι ἐμαυτόν, ἵνα μὴ κλαύσω
εἰς αἰῶνας αἰώνων ανόνητα.
Ὅτι πᾶσαν ἁμαρτίαν ὁ ἄθλιος εἰργασάμην· ὅτι κατεμόλυνά μου καὶ τὸ σῶμα καὶ τὴν ψυχήν· καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς περιέπεσον.

Εἰς τὸ Μεσονυχτικόν


Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτιῶν ἡ πληθύς· πᾶσαν μου αἴσθησιν ὁ τάλας καὶ πᾶν μέλος ἐμίανα, ἔφθειρα, ἠχρείωσα· μίαν καὶ μόνην καταφυγὴν Κύριε ἔχω, τὴν σὴν φιλανθρωπίαν.
Διὸ δυσωπῶς τὴν ἀνείκαστόν σου ἀγαθότητα· συγχώρησόν μοι πάντα τὰ πλημμελήματά μου, οἷα καὶ ὅσα ἐν ὅλῃ τῇ ζωῇ μου ἐξήμαρτον, ἅτινα καθ᾽ ἕκαστον ὁ ἀλάθητος οἶδε σου ὀφθαλμός.
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Αμήν.

Δεν υπάρχουν σχόλια: