Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 16 Ιουνίου 2024

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΏΝΑ.Ευχές είς τό Μεσονυκτίου.





Ευχές είς τό Μεσονυκτίου.



Ἰστέον ὅτι αὕτη ἡ Εὐχὴ μόνον τῇ Τρίτῃ λέγεται ἀντὶ τοῦ ᾿Αμώμου.

Προοίμιον τῆς δευτέρας Εὐχῆς
Ανοιξον ὦ Δέσποτα τὴν πλουσίαν χεῖρα σου εἰς χορηγιας κατανύξεως της αθλίας και τῆς ἀθλίας καὶ ταλαιπώρου μου ψυχῆς. Δώρησαι ταπείνωσιν τῇ καρδίᾳ μου καὶ ἄφελε ταύτης τὴν ἀσέβειαν, σφόδρα μοι ἁμαρτωλῷ τυγχάνοντι· οὐ δύναται γῆ ἐσπαρμένη ἀφ' ἑαυτῆς βλαστῆσαι ἄνευ ἐπισκοπῆς τῆς σῆς ἀγαθότητος, οὐδὲ καρδία ἀνθρώπου κατανυγῆναι ἄνευ ἐπισκέψεως τῆς χάριτός σου φιλάνθρωπε· διὰ τοῦτο ἐν πόνῳ καρδίας ἱκετεύω τὴν σὴν ἀγαθότητα.
Δώρησαί μοι ἐν οἷς λέγω κατανύττεσθαι τὴν καρδίαν μου καὶ πενθεῖν καθὼς πρέπει ἁμαρτωλοῖς. Δώρησαί μοι προσέχειν ἐν ὀδύνῃ ταῖς ἁμαρτίαις μου ἐνώπιόν μου διὰ παντὸςκαὶ θρηνεῖν καθώς μοι ἐνδέχεται.

Ἡ Ἀρχὴ
Ως ἐπὶ τοῦ φοβεροῦ σου καὶ ἀπροσωπολήπτου παρεστηκὼς βήματος, ὕψιστε Παντοκράτορ Κύριε Χριστὲ βασιλεῦ, καὶ δίκας ὑπέχων καὶ λογοποιούμενος τὰ ἐμοὶ πεπραγμένα δεινά, οὕτω σήμερον πρὸ τοῦ φθάσαι τὴν ἡμέραν τῆς κατακρίσεως μου, ἐπὶ τῷ ἁγίῳ θυσιαστηρίῳ σου παριστάμενος, καὶ ἐνώπιον τῶν φοβερῶν καὶ ἁγίων ἀγγέλων σου ὑπὸ τοῦ ἰδίου μου συνειδότος κατακαμπτόμενος, προσφέρω σοι τὰς ἀθέσμους μου πράξεις· ὑποδεικνύω μου τὰ τραύματα καὶ θριαμβεύω καὶ δημοσιεύω μου τὰ παραπτώματα: καὶ ἵλεως ἵλεως γενοῦ ταῖς ἀνομίαις μου Δέσποτα. Ἴδε τὴν ταπείνωσίν μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου· ἰδοὺ γὰρ γυμνὸς καὶ τετραχηλισμένος παρίσταμαι καὶ ἐξομολογοῦμαι σοι Πάτερ, ὅσα σοι ἥμαρτον, ὅσα παρώργισα, ὅσα εἰς ἀγανάκτησίν σου διεπραξάμην.
Ημαρτον Κύριε ἐν πορνείαις, ἐν μοιχείαις, ἐν αἱμομιξίαις, ἐν ἀρσενοκοιτίαις.
Ημαρτον Κύριε ἐν μαλακίαις, ἐν κλεψίαις, ἐν αἰκισμοῖς, ἐν ἀδικίαις.
Ημαρτον Κύριε ἐν γαστριμαργίαις, ἐν πλεονεξίαις, ἐν σπατάλαις, ἐν μέθαις.
Ημαρτον Κύριε ἐν ἡδονοφλυγίαις, ἐν ἀπληστίαις, ἐν πονηρίαις, ἐν μνησικακίαις.
Ημαρτον Κύριε ἐν καταλαλιαῖς, ἐν αἰσχρολογίαις, ἐν κατακρίσεσιν, ἐν κατάραις.
Ημαρτον Κύριε ἐν κενοδοξίαις, ἐν ὑψηλοφροσύναις, ἐν ὑπερηφανίαις, ἐν βλασφημίαις.
Ημαρτον Κύριε, ἀδελφὸν ἐξουθένησα· ἀδελφὸν πρὸς ἄλλον ἀδελφὸν ἠρέθισα· τὸν πλησίον μου ἐφθόνησα· λόγοις μάγων ἐπηκολούθησα· ἐθυμώθην πηλὸς ὢν καὶ τέφρα· κάλλος μάταιον ἐθεασάμην καὶ ὑπ᾽ αὐτοῦ ἐθέλχθην· τῆς εὐχῆς μου ἠμέλησα· τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου ἔβλεψα, ἐπειδὴ τὰ ἐμαυτοῦ ἀναρίθμητα πταίσματα παρεβλεψάμην.
Ημαρτον Κύριε ἐν λαθροφαγίαις, ἐν ἀνηκοΐαις, ἐν ἀντιλογίαις, ἐν φιλονεικίαις.
Ημαρτον Κύριε ἐν γελοιασμοῖς, ἐν εὐτραπελίαις, ἐν φλυαρίαις, ἐν πάθεσι, 
Ημαρτον Κύριε ἐν ἀνθρωπαρεσκείαις, ἐν ὑποκρίσεσι, ἐν ψεύδεσιν, ἐν καυχήσεσι.
Ταῦτα μέμνημαι καὶ ἐξαγορεύω σοι Δέσποτα· τὰ δὲ λανθάνοντα, σὺ οἶδας ὡς μύρια ὄντα καὶ ἀναρίθμητα.
Ὅτι πᾶσαν πρᾶξιν αἰσχρὰν καὶ ἄσωτον, μεθ᾽ ὑπερβολῆς καὶ σπουδῆς ἐτέλεσα.
Πάντα μου τὰ μέλη ὑπηρετεῖν καὶ δουλεύειν ταῖς ἁμαρτίαις ἠρέθισα· οἱ ὀφθαλμοί μου, μοιχείας πλήρεις καθ' ἑκάστην ἐγένοντο· ἡ γλῶσσα μου, μάχαιρα ὀξεῖα ἐγένετο κατὰ
τοῦ πλησίον μου· αἱ χεῖρες μου, πᾶσαν ἁμαρτίαν ἐποίησαν· οἱ πόδες μου, ὀξέως ἔδραμον ἐπὶ πᾶσι τοῖς ψυχοφθόροις πάθεσι· τὸν νοῦν, δι᾿ ἐνθυμήσεων πονηρῶν κατεμόλυνα· τὸ πνεῦμα, διὰ συγκαταθέσεων κατεσπίλωσα· πᾶσαν μου αἴσθησιν ὁ τάλας καὶ πᾶν μέλος ἐμίανα.
Αἱ ἀνομίαι μου, ἀσυγχώρητοι· αἱ ἁμαρτίαι μου, καὶ πέραν τοῦ μέτρου. Ἐμίανα τὴν ψυχὴν σὺν τῷ σώματι.
Ἐμίανα τὴν γῆν σὺν τῷ ἀέρι. Καὶ πλὴν τῆς σῆς μακροθυμίας Κύριε, ἡ γῆ με διὰ τὰ κακά μου, βαστάζειν ὡς οἶδα οὐκ ἂν ἠδύνατο.
Τί γὰρ οὐκ ἔπραξα κακόν; Ποῖον ἁμάρτημα οὐκ ἐποίησα; ποῖον κακὸν οὐ διετυπωσάμην ὁ τάλας ἐν τῇ ψυχῇ μου; Ποίαις οὐ συνεσχέθην βδελυρίαις; Ποίαις οὐ διεφθά
την ἀκαθαρσίαις;
Καὶ ταῦτα, καθ᾿ ἑκάστην νουθετούμενος, διδασκόμενος,
ἐλεγχόμενος, ὁδηγούμενος, παρακαλούμενος ὑπὸ τῶν προφητῶν, ὑπὸ τῶν ἀποστόλων, ὑπὸ τῶν διδασκάλων, ὑπὸ τῶν ὁσίων, καὶ ὑπὸ τοῦ ἁγίου καὶ σεπτοῦ Εὐαγγελίου παραγγελλόμενος, καὶ ὑπὸ τῆς χάριτος τοῦ παναγίου Πνεύματος φωτιζόμενος. Ποίας οὖν συγγνώμης εἰμὶ ἄξιος ὁ ἄθλιος ἐγώ;
Ὁ μόνος φοβερὸς καὶ ἀδέκαστος παντὸς ἀνθρώπου κριτής, ὁ ἀκριβὴς καὶ ἀλάθητος ἐξεταστὴς τῶν ἑκάστου ἔργων καὶ λόγων, λογισμῶν τε καὶ ἐνθυμήσεων, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, τῷ βεβήλῳ, τῷ ἀσελγεῖ, τῷ ἀσώτῳ, τῷ ἀσεβεῖ, τῷ παραβάτῃ, τῷ κατακεκριμένῳ καὶ ὑποδίκῳ πάσης κολάσεως καὶ τιμωρίας· καὶ φώτισον τὴν ἀναίσθητόν μου ψυχὴν θεάσασθαι τὰς ἁμαρτίας μου καὶ κατανοῆσαι τὴν ἐν ἐμοὶ ἀμέλειαν καὶ ἀναλγησίαν.
Οὐαί μοι, ὅτι ἐν ἀμελείᾳ καὶ ἀδιαφορίᾳ καὶ ἐν λογισμοῖς αἰσχροῖς, τὸν δοθέντα μοι καιρὸν πρὸς μετάνοιαν, κατηνάλωσα.
Οὐαί μοι, ὅτι ἀμεριμνῶ καὶ μετεωρίζομαι, ἀναισθητῶν ὡς μὴ ὅλως ἔχων ἐγκλήματα καὶ ὡς μὴ εἶναι κρίσιν καὶ ἀνταπόδοσιν.
Οὐαί μοι, ὅτι ἥμαρτον ὑπὲρ ἄνθρωπον· πᾶσαν ἁμαρτίαν διεπραξάμην, ἀνομίας ἐπλήσθην τρίβωνα καὶ ἀσωτίας, καὶ μετάνοιαν οὐκ ἔχω ἀληθινήν.
Ελθὲ εἰς ἑαυτὴν ψυχή μνήσθητι τὰ βαρέα φορτία ὧν βαστάζεις καὶ οὐ βλέπεις ἀνομιῶν· καὶ τὰ ἄπειρα πλήθη ὧν ἐθησαύρισας ἁμαρτιῶν.
Κλαῦσον ἀθλία μετὰ πικρῶν δακρύων, ἕως καιρὸς ἔστι σοι· πρὶν τὸ φοβερὸν ἐλεύσεται πρόσταγμα, πρὶν ὁ καιρὸς ἀπέλθῃ τῆς μετανοίας, πρὶν ἡμᾶς ἐν σκότει ἐξωτέρῳ κλεισθῆναι· ὅπου οὐκ ἔστιν ἀνάκλησις, ὅπου οὐκ ἔστι μετάνοια, ὅπου οὐκ ὠφελήσουσι δάκρυα.
Οὐαί μοι, πότε ἄρα τόσον ἐκβλύσω δάκρυον, ἵνα ἀντισωθῇ τῷ ὕδατι τοῦ βαπτίσματος, ὅπερ ὑπὸ τῆς δίκης ἀπαιτηθήσομαι, ἐπειδὴ τὸ πρῶτον βάπτισμα ἐσπίλωσα και ἠχρείωσα; Ἐγὼ δὲ ὁ τάλας οὕτως ὀφείλων καὶ ὑπὸ τοῦ συνειδότος μου ἀεὶ ἐλεγχόμενος, οὐδὲ ἔχω καρδίαν ταπεινήν.
Οὐαί μοι, τί μοι φανήσεται ὅταν παραστήσωσι κατὰ πρόσωπόν μου τὰς ἁμαρτίας μου, οἷαι καὶ ὅσαι παρ᾿ ἐμοῦ διεπράχθησαν, ἕως ἀργοῦ λόγου καὶ πονηρῶν λογισμῶν καὶ μέχρι πονηρῶν ἐνθυμήσεων; Καὶ ἐλεγχομένης τῆς συν ειδήσεώς μου, φραγήσεται τὸ στόμα μου· καὶ ἀναβρασσομένης τῆς καρδίας μου, σκοτισθήσεται ὁ νοῦς μου, τὸ δὲ πρόσωπόν μου ἀλλοιωθήσεται.
Οὐαί μοι, ποταπὴ ὥρα μοι φανήσεται ὅταν ἴδω ἐμαυτὸν μεμελανωμένον, γυμνὸν διὰ πρόσκαιρον ἀπόλαυσιν τῶν ἡδονῶν τῆς φθαρησομένης σαρκός, δυσῳδίας ὀσμὴν ἀπόζοντα καὶ εἰς φλόγα γεέννης ἀποπεμπόμενον; Τίς εἰς τοὺςαἰῶνας ἐν τῷ ἀσβέστῳ πυρὶ ἐκείνῳ καὶ σκοτεινῷ τὴν φλόγα μου κατασβέσει ἢ τίς ποτὲ τὸ σκότος μου καταλάμψει;
Οὐ γάρ ἐστι πέρας ἐν τούτοις ἢ ἐν ἐμοὶ θάνατος ἕτερος.
Οίδα Κύριε ὅτι κατὰ τὰς ἀνομίας μου, ἄξιον ἐστὶν ἀρθῆναι με τὸν ἀσεβῆ ἀπὸ προσώπου σου καὶ ῥιφῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον· ὅλην μου γὰρ τὴν ζωήν, εἰς πορνείας καὶ μοιχείας καὶ παροργισμοὺς καὶ παραβάσεις καὶ τρυφὰς ἐδαπάνησα. Ἄξιον καὶ δίκαιον ἐστὶ ῥιφῆναι με τὸν ἄσωτον εἰς τὸ ἄσβεστον πῦρ καὶ ἀθάνατον· ὅτι καὶ αὐτὸ τὸν μικρὸν τῆς μετανοίας μου χρόνον, ἐν ἁμαρτίαις ὥσπερ τὸ πρότερον καὶ πάθεσι καὶ ἡδοναῖς κατηνάλωσα.
Οὐδεὶς οὕτως ἐν γνώσει ἥμαρτεν ὡς ἐγώ· καὶ τὰς ἐντολάς σου ἠθέτησεν. Οὐδεὶς οὕτως ἑκουσίως ὠλίσθησεν ὡς ἐγώ· καὶ τὴν ἀγαθότητά σου παρώξυνε. Ποία λοιπὸν κόλασις ἐμὲ τὸν ἄθλιον ὑποδέξεται;
Συντρίβεται καὶ τρέμει καὶ φρίττει μου ἡ ψυχὴ διὰ τὴν ἀφοβίαν καὶ καταφρόνησιν, ἣν εἰσέτι καὶ νῦν ἔχω ὁ ἀσεβὴς ἁμαρτάνων καὶ παραβαίνων τὰ προστάγματα τοῦ Θεοῦ, μὴ εἰς ἔννοιαν φέρων τὰ ἀποκείμενα τοῖς κατ' ἐμὲ ἁμαρτωλοῖς ἐκεῖνα δεινά.
Πῶς ἡ λογοποίησις φοβερά, καὶ ὁ ἐλέγχων ἀπαραλόγιστος;
Πῶς φρικτὴ καὶ ἀμετάθετος ἡ ἀπόφασις;
Πῶς ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμὸς ἀπαράκλητος;
Πῶς ἀνελεήμονες καὶ ἄσπλαγχνοι οἱ ῥομφεύοντες ἄγγελοι;

Πῶς ἡ γέεννα τοῦ πυρὸς ὑπερκαχλάζει δεινὸν συρίζουσα;
Πῶς ἰοβόλος καὶ ἀκοίμητος ὁ ἑσμὸς τῶν σκωλήκων;
Πῶς ὁ βρυγμὸς τῶν ὀδόντων φρικώδης, ὁ καλούμενος τάρταρος, ὃν καὶ αὐτὸς ὁ σατανᾶς φρίσσει;
Πῶς τὸ ἐξώτερον σκότος ἀδιεξόδευτον;
Πῶς ἀπαραμύθητος ὁ κλαυθμὸς ἐκεῖνος καὶ ἄπαυστος;
Ω καρδία ἐπίστρεψον βλέπουσα τοῦ Θεοῦ τὴν φρικτὴν
καὶ ἀνυπόστατον ἀπειλήν. Ὦ ψυχὴ ἁμαρτωλέ· ὦ ψυχὴ μετέωρε· ὦ ψυχὴ ἀνάλγητε· οὐδεμίαν ἔχεις πρόφασιν ἐν τῇ φρικτῇ δίκῃ ἐκείνῃ περὶ σῶν ἀμελειῶν.
Ὁ ἐκ μὴ ὄντων φιλῷ ῥήματι μόνῳ τὰ πάντα παραγαγών· ὁ Θεὸς ὁ πλάσας με· ὁ Θεὸς ὁ μακρόθυμος· ὁ Θεὸς ὁ ὑπεράγαθος· ἡ ἄβυσσος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, ἐξάλειψον τοὺς πυρφόρους καὶ σκοτώδεις χειμάρρους των ἀνομιῶν μου· καὶ ἀφάνισον τὰ πονηρὰ πελάγη τῶν ἁμαρτιῶν μου· καὶ δώρησαί μοι κλαυθμὸν διηνεκῆ τοῦ κλαίειν ἐπὶ ταύταις διαπαντός, ἵνα εὕρω ἐκεῖ ἔλεος ἐν τῇ φρικτῇ δίκῃ ἐκείνῃ. Ὑπὲρ γὰρ τὴν ἄμμον τῆς θαλάσσης ἡμάρτηκα καὶ ἠνόμησα· καὶ ὑπὲρ πάντα ἄνθρωπον, τὴν φιλανθρωπίαν σου παρώργισα.
Οἴμοι Κύριε, ὅτι πεῖραν ἔλαβον τῶν πολλῶν σου καὶἀμυθήτων οἰκτιρμῶν. Ἐφώτισας τὸν νοῦν μου φῶς γνώσεως· ἔλαμψας ἐν τῇ καρδίᾳ μου ἀγαλλίασιν τοῦ φόβου σου καὶ γλυκύτητα τῆς ἀγάπης σου· καὶ ἄνευ τινὸς ἀνάγκης, ἥμαρτον ὡς οὐδείς.
Οἴμοι Κύριε, ὅτι τὰς φοβερὰς καὶ ἁγίας ἐντολάς σου, ἐν γνώσει ἠθέτησα καὶ κατεφρόνησα· τὰς συνθήκας μου και
τεπάτησα, τοῖς θελήμασι τοῦ διαβόλου ἐπηκολούθησα· καὶ πᾶσαν ἐπιθυμίαν τῆς σαρκὸς διετέλεσα· καὶ ἐν ἁμαρτίαις
πολυτρόπως τὴν ψυχήν μου κατέχρανα.
Οἴμοι Κύριε, ὅτι πολλοῖς με χαρίσμασιν ἐκόσμησας, ἀπείρους εὐεργεσίας μοι ἐδωρήσω, μυρίων με ἀγαθῶν ἐνέπλησας· καὶ πολλάκις ἐγένετο ἡ χάρις σου ἐν τῇ καρδίᾳ μου, φῶς καὶ εἰρήνη, ὁδηγὸς καὶ ἰσχύς, ὕψωμα καὶ ἡδύτης· ἐγὼ δὲ πάλιν ὁ τάλας, ἐγενόμην παροργιστὴς ἀθετήσας τὰς δωρεὰς τῆς χάριτός σου· καὶ πᾶν ὅ,τι πονηρὸν καὶ φαῦλον ἐνώπιόν σου διεπραξάμην.
Ταῦτα μοι ἐπὶ τῆς δίκης τῆς φοβερᾶς, ἔλεγχοι ἔσονται καὶ κατήγοροι· ταῦτα μοι ἀνίλεων τὴν κρίσιν ποιήσουσι·
ταῦτα πικροτέραις καὶ φρικωδεστέραις βασάνοις με παραπέμψουσι. Ποίαν γὰρ ὑπὲρ τούτων ἔξω ἀπολογίαν; Ποίαν ὑπὲρ τούτων ἐπινοήσω πρόφασιν; Ποίας ὑπὲρ τούτων
συγγνώμης εἰμὶ ἄξιος ὁ ταλαίπωρος; Ἐγὼ κρίνω έμαυτόν, ἐγὼ κατ᾽ ἐμαυτοῦ ἀποφαίνομαι· ἐν τῷ συνειδότι μου περιφέρω τοὺς μάρτυρας· οὐ δέομαι δικαστοῦ πρὸς ἀπόφασιν, ἔνδον ἔχων ἀποκείμενον τοῦ συνειδότος τὸν δικαστήν· ἐν τῇ ψυχῇ μου βαστάζω τὸ φοβερὸν δικαστήριον.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου· οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· πτοοῦμαι τὸ φῶς τῆς θεότητος ῥυπαροὺς ἔχων τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος· ἐμολύνθησαν γὰρ ὑπὸ τοῦ δαιμονιώδους βλέμματος τῶν
ἐνηδόνων καὶ ἀτάκτων θεωρημάτων.
(ρίψωμεν ὧδε τὴν κεφαλὴν εἰς τὴν γῆν)
Ἐλέησόν με Κύριε τὸν ἐπὶ γῆς ἐρριμένον ἐν καταδίκη ἁμαρτιῶν μου.
Ἐλέησόν με τὸν τελωνίσαντα μου τὴν ψυχήν, καθ' ὅλην μου τὴν ζωήν, καὶ παρανάλωμα τῷ πυρὶ παρασκευασάμενον.
Ἐλέησόν με τὸν αἰσχροῖς καὶ ἔργοις καὶ λόγοις καὶ λογισμοῖς, καὶ σῶμα καὶ ψυχὴν ἀθλίως μολύναντα.
Ἐλέησόν με τὸν διὰ πολλὴν ῥᾳθυμίαν πονηρᾷ γνώμη
Ἐλέησόν με τὸν σὲ καταλιπόντα καὶ τοῖς πάθεσι τῆς δοῦλον τῶν ἡδονῶν γενόμενον.
Ἐλέησόν με τὸν μυριάκις ἐλεηθέντα καὶ τοσαυτάκις σὲ ἀτιμίας δουλεύοντα παροργίσαντα.
Ἐλέησόν με τὸν πάσῃ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ πάσης κολάσεως ὑπόδικον.
Ἐλέησόν με Κύριε τῶν χειρῶν σου τὸ ποίημα, τὸν πολλῶν δακρύων καὶ θρήνων ἐπάξιον.
Δέξαι με μετανοοῦντα· συμπάθησον παρακαλοῦντα· ἱλάσθητι ἐπιστρέφοντι.
Οὐ γὰρ τὸν θάνατον ἠθέλησας τοῦ ἁμαρτωλοῦ, δι᾿ οὗ τὴν ξένην πτωχείαν ἐπτώχευσας, καὶ εἰς τὴν ἐμὴν ἐσχατιὰν
ἐκ τοσούτου πλούτου καὶ ὕψους κατελθεῖν κατεδέξω· οὐδὲ ἔθου μετάνοιαν δικαίοις, οὐδὲ τοῖς μὴ ἁμαρτήσασί σοι Κύ
ριε· ἀλλ᾽ ἔθου μετάνοιαν ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀνάνευσιν ἐπὶ τῷ θανάτῳ μου.
Ήμαρτον Κύριε· ἠνόμησα· παρώργισα· παρεπίκρανα
ὑπερεπλήσθη τῶν κακῶν ἡ ψυχή μου· αἱ ἀνομίαι μου
ὑπερῆραν τὴν κεφαλήν μου· ἐφθάρην· ἠχρειωσάμην, έργαστήριον γεγονὼς ὁ ἄθλιος καθόλου τοῦ διαβόλου προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Ἡ ἐπικατάρατός μου ζωὴ ὡς καπνὸς παρῆλθεν· ὁ δὲ βίος μου, πλήρης ἐστὶν ἁμαρτιῶν καὶ παθῶν, ἀμελείας καὶ αἰσχύνης. Ὑπὲρ τὸ μέτρον παρώργισα τὸ Πνεῦμα σου τὸ ἅγιον· ὑπὲρ ἀριθμὸν παρεπίκρανα τὰ φιλάνθρωπα σπλάγνα σου· διὸ καὶ ἀπόκειταί μοι δικαίως, ἐν τῇ φλογὶ τῆς
γεέννης ἀθάνατα βασανίζεσθαι.
Ἀλλ᾿ ὡς ἀνείκαστον τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν, πανθαύμαστε Βασιλεῦ, ἀνεξίκακε Κύριε· θαυμάστωσον καὶ ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ τὰ ἐλέη σου· καὶ ὡς εἰς βάθη θαλάσσης ἐν τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν, κατάδυσον τὰ ἐμὰ πλημμελήματα.
Ἐμφάνισον Κύριε τὴν ἰσχὺν τῆς εὐσπλάγχνου ῥοπῆς σου. Δεῖξον τὴν τῆς χρηστότητός σου δύναμιν, καὶ ἐπιστρέφοντα δέξαι με· καὶ δώρησαί μοι τῶν ἀνομιῶν μου τὴν
συγχώρησιν. Δώρησαί μοι τὴν ἄφεσιν τῶν ἀμετρήτων μου ἁμαρτιῶν, ὧν ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ ἡμάρτηκα, δι᾿ ἔργων ἢ λόγων ἢ ἐνθυμήσεων πονηρῶν.
Καὶ κράτησόν μου Δέσποτα τὴν ψυχὴν τὸ λοιπὸν τῆς ζωῆς μου εἰς τὸ θέλημά σου καὶ κυβέρνησον ὡς γινώσκει ἡ εὐσπλαγχνία σου, ἕνεκεν τοῦ πλήθους τῶν οἰκτιρμῶν σου.
Φώτισον Κύριε τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς τῆς διανοίας μου, εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας σου· καὶ ῥῦσαι
τὴν ψυχήν μου ἀπὸ τῶν συμφυέντων αὐτῇ κακῶν, καὶ προλήψεων πονηρῶν.
Ῥῦσαι Κύριε τὴν ψυχήν μου καὶ ἀπὸ λογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν· καὶ μὴ παραδῴης ψυχὴν ἤδη
ἐξομολογουμένην σοι τοῖς θηριώδεσι δαίμοσιν, ἀλλὰ δώρησαί μοι φιλάνθρωπε δάκρυα μετανοίας καὶ κατανύξεως, τοῦ κλαίειν ἐπὶ ταῖς ἁμαρτίαις μου μέχρις ἐσχάτης μου ἀναπνοῆς.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου  καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ εἰς τὰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








Δεν υπάρχουν σχόλια: