Αναζήτηση αυτού του ιστολογίου
Παρασκευή 12 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ
Ἀρξάμενος ψάλλειν τὸν Ἑσπερινόν, λέγε πρῶτον· Βασιλεῦ οὐράνιε, τὸ Τρισάγιον,
τὸ Κύριε ἐλέησον (ιβ΄). Δόξα. Καὶ νῦν.
Εἶτα τὴν Εὐχὴν ταύτην·
Δός μοι χάριν ἐν λόγῳ καὶ λόγον ἐν χάριτι· ὁ τῆς χάριτος παροχεὺς καὶ τοῦ λόγου δοτήρ, ἀκατάληπτε
Φώτισόν τὸν νοῦν καὶ συνέτισόν μου τὴν καρδίαν καὶ εὐλόγησόν μου τὴν ψυχήν.
Κύριε. μου
Κάθαρόν μου τὰ χείλη καὶ ἁγίασόν μου τὴν γλῶτταν.
Ἐλέησόν μου τὴν τόλμαν καὶ ἀγάθυνόν μου τὴν συνείδησιν, ὅπως τοῖς ἀρρήτοις σου θαρρήσας ὁ τάλας οἰκτιρμοῖς, μετ᾿ εὐφροσύνης εὐλογήσω καὶ αἰνέσω τὴν ἀπειράγαθον βασιλείαν σου.
Ὅτι παρὰ σοῦ πᾶσα σοφία καὶ σύνεσις, καὶ νόημα χρηστὸν καὶ ῥῆμα καὶ φώτισμα· καὶ σὺ μόνος χορηγὸς ὁ Θεὸς
ἁπασῶν τῶν χαρίτων, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου