Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 8 Νοεμβρίου 2023

Παρακλητικός Κανών εις τον Άγιο Θεοφάνη τον Έγκλειστο Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

 





Παρακλητικός Κανών εις τον Άγιο Θεοφάνη τον Έγκλειστο

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

 

 

†Εορτάζεται στις 6 Ιανουαρίου

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

 

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Καὶ τὰ κάτωθι τροπάρια·

 

῏Ηχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ περιούσιος λαὸς τῆς Ῥωσίας, τοῦ Θεοφάνους τοῦ Ἐγκλείστου τῇ μνήμῃ, περιφανῶς ἀγάλλεται, καὶ χαίρων σκιρτᾷ, οὗτος γὰρ ἐποίμανε, τὸν λαὸν τοῦ Κυρίου, θρόνου προϊστάμενος, Ἱεράρχης ὡς μέγας καὶ κατὰ μόνας εἶτα ἀσκηθείς, ἔγραψε λόγους, σοφίας καὶ γνώσεως.

 

Δόξα.

Ὅμοιον.

Ἐν τῷ φωτὶ τῆς τοῦ Χριστοῦ ἀληθείας, περιπατῶν ὁ ἀσκητὴς Θεοφάνης, τοὺς ἐν σκιᾷ καθεύδοντας, ἐγείρει βοῶν· ἔλθετε πρὸς Κύριον, καὶ φωτίσθητε πάντες, χαίρων γὰρ προσδέχεται, τοὺς Αὐτῷ προσιόντας, ὡς Φωτοδότης αὖθις καινουργεῖ, τῆς Βασιλείας, ἡμέραν ἀνέσπερον.

 

Καὶ νῦν.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·

Ὁσίου Θεοφάνους φῶς οἱ λόγοι. Ἰσιδώρας.

 

῏Ηχος πλ. δ´. ᾿ῼδὴ α´. ῾Υγρὰν διοδεύσας.

Ὁ πόθος σου ὅλος ἀπὸ παιδός, Θεῷ ἐπεδόθη ὦ Θεόφανες ἱερέ, διὸ καὶ προθύμως ὑπερεῖδες, τῶν ἐπὶ γῆς ἡδονῶν τὴν τερπνότητα.

 

Σκιρτάτωσαν Ῥώσων αἱ πατριαί, καὶ γὰρ Θεοφάνης ἐν ὁσίοις ὁ θαυμαστός, δοξάζει Χριστοῦ τὴν ἐκκλησίαν, καὶ τῶν θαυμάτων ἐκλάμπει ταῖς χάρισιν.

 

Ἰδὼν τῆς ψυχῆς σου τὸ εὐγενές, Θεόφανες Πάτερ σὲ ἐκάλεσεν ὁ Θεός, δουλεῦσαι Αὐτοῦ τῷ ἀμπελῶνι, καὶ τῶν ψυχῶν σὲ ποιμένα κατέστησεν.

 

Θεοτοκίον.

Οἱ ῥήτορες πάντες καὶ οἱ σοφοί, Παρθένε Μαρία σιωπῶσι καὶ γὰρ ποσῶς, οὐ δύνανται Κόρη ἑρμηνεῦσαι, τοῦ τοκετοῦ σου τὸν τρόπον τὸν ἄφραστον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑψηλός σου ὁ βίος, ἡ σὴ τιμὴ εὔγνωστος, ὅσιε Θεόφανες πάτερ, θεομακάριστε, αἱ ἀρεταί σου πολλαί, ἡ πολιτεία σου θεία, οἱ καρποὶ τῶν ἔργων σου, ἀξιοθαύμαστοι.

 

Θεοφάνους ὁσίου, τὰ ἱερὰ τρόπαια, τάξεις οὐρανίων Ἀγγέλων, ὑπερεθαύμασαν, πῶς ἐπὶ γῆς παροικῶν, εἰς οὐρανοὺς τῆς καρδίας, ἐν σπουδῇ μετέθηκεν, ὅλον τὸν ἔρωτα.

 

Ἐν κελλίῳ ἐκλείσθης, τὰ τῶν Γραφῶν λόγια, ἔχων συνε¬χῆ σου μελέτην, πάτερ Θεόφανες, καὶ ἐκτενέσιν εὐχαῖς, ἀδιαλείπτως σχολάζων, τῷ Θεῷ προσήγγισας, ἐν οἰκειότητι.

 

Θεοτοκίον.

Οὐδαμῶς διεφθάρη, ἡ σὴ νηδὺς Πάναγνε, ὅτε τὸν Θεὸν ἀπειράνδρως, ἐκυοφόρησεν, ἀλλ’ ὑπὲρ φύσιν ἁγνή, διετηρήθη καὶ μένεις, καθαρὰ καὶ ἄσπιλος, καὶ ἀειπάρθενος.

 

Αἰνέσωμεν, ἀξιοχρέως τὸν ἔγκλειστον Θεοφάνην, ὅτι πλείστας ἐπιστολὰς ἡμῖν ὡς πολύτιμον, παρέδωκε πλοῦτον κληρονομίας.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις Κάθισμα.

῏Ηχος β´. Πρεσβεία θερμή.

Τὴν κλῆσιν λαβών, Κυρίῳ ἠκολούθησας, προσκαίρους τρυφάς, προθύμως ἀρνησάμενος, καὶ σαυτὸν Θεόφανες, εἰς μεγάλην ἄσκησιν δέδωκας, τὰ τῶν Ἀγγέλων τάγματα σπουδῇ, ζηλώσας παμμάκαρ ὡς ἰσάγγελος.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Φωτεινὸς ὥσπερ ἥλιος, ἀσκητὰ Θεόφανες ἐξανέτειλας, καὶ τὰ πέρατα ἐλάμπρυνας, τῇ φαιδρᾷ σου πάτερ ἱλαρότητι.

 

Ἀγρυπνίαις δεήσεσι, καὶ ἀδιαλείπτοις εὐχαῖς Θεόφανες, προσωμίλεις τῷ Δεσπότῃ σου, ἐν φωνῇ γνωρίμου οἰκειότητος.

 

Νουνεχὴς καὶ ἀκέραιος, πρᾶος συμπαθέστατος καὶ μακρόθυμος, ἐγκρατὴς καὶ εὐκατάνυκτος, σὺ ὑπῆρξας ὅσιε Θεόφανες.

 

Θεοτοκίον.

Ὀδυρμοὶ καὶ τὰ δάκρυα, Εὔας τῆς προμήτορος μετετράπησαν, εἰς χαρὰν καὶ ἀγαλλίασιν, διὰ σοῦ Μαρία Μητροπάρθενε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὕλην τῶν παθῶν, τῇ μακρᾷ σκληραγωγίᾳ σου, ἀπεξήρανας Θεόφανες σοφέ, καλλιεργήσας, τὴν θεάρεστον ἀπάθειαν.

 

Σκεῦος ἐκλογῆς, ἐκλεκτὸν καὶ πολυέραστον, ταῖς τοῦ πνεύματος ἀστράπτον δωρεαῖς, σὺ ἀνεδείχθης, παμμακάριστε Θεόφανες.

 

Φίλος τοῦ Θεοῦ, σὺ ἐγένου ὦ Θεόφανες, καὶ ἐργάτης ἄχρι τέλους σου πιστός, μὴ ἀθετήσας, πρὸς Αὐτὸν τὰς ὑποσχέσεις σου.

 

Θεοτοκίον.

Ὤ τῶν ὑπὲρ νοῦν, καὶ ἀῤῥήτων μεγαλείων σου, Παναμώμητε Παρθένε Μαριάμ, πῶς ἀπειράνδρως, τὸν Θεὸν ἐκυοφόρησας.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Συνέσεως, ἐραστὴν σὲ ἔγνωμεν, σωφροσύνης γνησιότατον φίλον, τῆς καθαρᾶς, προσευχῆς τε ἐργάτην, τῆς ἐγκρατείας εὐθύτατον γνώμονα, καὶ τύπον τῆς ὑπομονῆς, ὁσιώτατε πάτερ Θεόφανες.

 

Ὁ λύχνος σου, τῆς ψυχῆς Θεόφανες, τῷ ἐλαίῳ τῆς ζωῆς ἐπληρώθη, ὅθεν λαμπρῷ, τῷ προσώπῳ παρέστης, τῷ σῷ Νυμφίῳ Χριστῷ ἀγαλλόμενος, ἀκούσας δοῦλε μου πιστέ, εἰς φωτὸς τὸν νυμφῶνα μου εἴσελθε.

 

Ἰδίαις σου, ταῖς χερσὶ συνέγραψας, ψυχοτρόφους ὦ Θεόφανες βίβλους, ἐπιστολάς, ὠφελίμους συνάμα, καὶ διδαχὰς τῆς σοφίας καὶ γνώσεως, αὐτὰς οὖν ἔχομεν ἡμεῖς, ὡς πολύτιμον πλοῦτον καὶ ἄσυλον.

 

Θεοτοκίον.

Λυτρούμεθα, διὰ σοῦ Πανύμνητε, τῆς ἀρχαίας τοῦ Ἀδὰμ καταδίκης, καὶ τῆς πικρᾶς, τυραννίδος τοῦ ᾍδου, ὅτι Χριστὸν Ζωοδότην ἐκύησας, ἀνοίξαντα Θεαρχικῶς, οὐρανῶν Βασιλείας τὴν εἴσοδον.

 

Αἰνέσωμεν, ἀξιοχρέως τὸν ἔγκλειστον Θεοφάνην, ὅτι πλείστας ἐπιστολὰς ἡμῖν ὡς πολύτιμον, παρέδωκε πλοῦτον κληρονομίας.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον.

῏Ηχος β´. Προστασία τῶν Χριστιανῶν.

Τῆς σοφίας τῆς ἀληθινῆς τὸν ἐκφάντορα, ἡσυχίας τῆς θεοφιλοῦς τὸν διδάσκαλον, Θεοφάνην τὸν ἀσκητὴν αἰνέσωμεν ᾠδαῖς· καὶ γὰρ πνεύματος τὰς διδαχάς, κληρονομίαν ὡς γραπτήν, τοῖς πιστοῖς καταλέλοιπεν, ἔγκλειστος εἰς κελλίον, πτωχότατον διαμείνας, καὶ οἰκειούμενος Θεῷ, ἀγρυπνίαις καὶ δεήσεσιν.

 

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον,

Ἐκ τοῦ κατὰ Ἰωάννην.

(Κεφ. ι΄, Στιχ. 9-16).

Εἶπεν ὁ Κύριος· Ἐγὼ εἰμὶ ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμὶ ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὤν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτὸς ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κᾀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κᾀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

 

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

῏Ηχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Χαίρει καὶ εὐφραίνεται, μητροπρεπῶς ἡ Ῥωσία, ἀσκητὰ Θεόφανες, ἀγλαῶς τιμῶσα σου τὴν πανήγυριν, ἐν αὐτῇ ἔλαμψας, ἐν τιμῇ καὶ δόξῃ, Ἱεράρχης ὡς ἐπάξιος, λαὸν ἐποίμανας, ἀγαθοπρεπῶς τῇ συνέσει σου· καὶ γέγονας ὑπόδειγμα, τῆς θεοσεβείας καὶ πίστεως, εἶτα ἐν ἐγκλείστρᾳ, ἰσάγγελον ἐξήσκησας ζωήν, καὶ σὺν Ἀγγέλοις παρίστασαι, Κυρίῳ δεόμενος.

 

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οὐδενὸς τῶν προσκαίρων, καὶ ματαίων ὁ πόθος σὲ ἐδελέασε, Θεόφανες παμμάκαρ, ἀλλ’ ὅλῃ σου καρδίᾳ, καὶ ψυχῇ ἐπεπόθησας, τὰ ἀγαθὰ τῆς ζωῆς, τὰ ἄφθαρτα καὶ θεῖα.

 

Γραφικῶς ἡ ψυχή σου, ἐκολλήθη Κυρίῳ σοφὲ Θεόφανες, ὡς ἔλαφος διψῶσα, προσῆλθες οὖν ὑδάτων, εἰς πηγὰς ἔνθα ἔπιες, τῆς αἰωνίου ζωῆς, τὰ νάματα ἀφθόνως.

 

Ὁ σοφὸς Θεοφάνης, ἐκ Ῥωσίας ὡς σάλπιγξ βοᾷ τοῖς πέρασιν, ἐγείρεσθε ἐξ ὕπνου, ῥαθύμου ἀμελείας, καὶ προθύμως ἐργάζεσθε, τὰς τοῦ Θεοῦ ἐντολάς, ἐν αἷς ἡ σωτηρία.

 

Θεοτοκίον.

Ἰησοῦν τὸν Σωτῆρα, ἀπειράνδρως Παρθένε ἐκυοφόρησας, πληρώσασα δικαίων, τὰς θείας προσδοκίας, καὶ τὰς πύλας ἀνοίξασα, τοῦ Παραδείσου τὰς πρίν, τῇ πτώσει κεκλεισμένας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἰσχὺν μεγάλην, τὴν τοῦ Σταυροῦ ἐζωσμένος, τὰς δυνάμεις τοῦ σκότους καθεῖλε, τρόπαια ὑψώσας, ὁ θεῖος Θεοφάνης.

 

Σκεῦος ἐδείχθης, τῆς ἐκλογῆς τῆς τιμίας, ὦ Θεόφανες ὅσιε Πάτερ, εὔχρηστον εἰς ἔργα, χρηστῆς διακονίας.

 

Ἰχνηλατίσας, τῶν ἀσκητῶν τὴν πορείαν, πενιχρῷ ἐν κελλίῳ ἐκλείσθης, μόνος ἐντυγχάνων, Θεόφανες Κυρίῳ.

 

Θεοτοκίον.

Δεῦτε συμφώνως, τὴν Θεοτόκον Μαρίαν, ἀνυμνήσωμεν ταύτῃ τὸ χαῖρε, ψάλλοντες τῆς λύπης, τὸν θρῆνον γὰρ καθεῖλεν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὡς θείαν διαθήκην, τῆς κληροδοσίας, τῆς οὐρανίου παρέχεις, τὰς βίβλους τὰς σάς, τὰς ἐν σοφίᾳ γραφείσας, μάκαρ Θεόφανες.

 

Ῥιζόθεν τὰς τοῦ σκότους, ἔτεμες ἀκάνθας, ἀσκητικῇ σου ἀξίνῃ, αὐξήσας καλῶς, τὰ τοῦ φωτὸς τοῦ ἀδύτου, ἄνθη Θεόφανες.

 

Ἀγάλλου ἡ Ῥωσία, τῇ τοῦ Θεοφάνους, τοῦ θεομόρφου υἱοῦ σου, φαιδρᾷ ἑορτῇ, καὶ ἱεροῖς ἐγκωμίοις, τοῦτον ὑπάντησον.

 

Θεοτοκίον.

Συνάπτονται τὰ κάτω, τοῖς ἐπουρανίοις, τῇ ὑπὲρ νοῦν σου κυήσει, Παρθένε Ἁγνή, καὶ οἱ βροτοὶ τοῖς Ἀγγέλοις, συνεπαγάλλονται.

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

῟Ων ἡ ἀκροστιχίς·

«Χαῖρε ἔγκλειστε».

Χαίροις ἡ σεμνότης Ἱεραρχῶν, χαίροις τῆς Ῥωσίας ὁ ὑπέρτατος θαυμασμός, χαίροις συγγραφέων σοφῶν ἡ κοσμιότης, Θεόφανες παμμάκαρ ἔγκλειστε Ὅσιε.

 

ᾌσμασιν αἰνέσωμεν ἱεροῖς, θείου Θεοφάνους τοῦ ἐγκλείστου τὰς ἀρετάς, οὗτος γὰρ Ἀγγέλων ἐν γῇ τὴν πολιτείαν, ἐξήσκησε ποθήσας κάλλη οὐράνια.

 

Ἴδιον ἐκτήσω οὐδὲν ἐν γῆ, οὐ ματαίαν δόξαν οὐδὲ πλοῦτον οὐδὲ τιμήν, οὐ τινὸς προσκαίρου προσπάθειαν οὐδόλως, τὰ ἄνω ἀγαπήσας πάτερ Θεόφανες.

 

Ῥώσων ἐγκαυχῶνται αἱ πατριαί, σοῦ τῇ ἀναδείξει ὦ Θεόφανες ἀσκητά, σὺ γὰρ ἐν ὑστέροις τοῖς χρόνοις τῶν πατέρων, τῶν πάλαι εἰς τὰ ἴχνη θείως ἐβάδισας.

 

Ἔγκλειστος διέμεινας ἐν πτωχῷ, ὅσιε κελλίῳ καὶ ἐδόξαζες τὸν Θεόν, οὗτος δὲ πλουσίαν σοὶ δέδωκε τὴν χάριν, οἰκείως ὁμιλῶν σοι πάτερ Θεόφανες.

 

Ἔπαρσιν καθεῖλες τοῦ δυσμενοῦς, σοῦ τῇ ταπεινώσει καὶ τῇ ἄκρᾳ ὑπομονῇ, ὅθεν ἀνυψώθης εἰς ὕψος θεωρίας, Θεόφανες καὶ ἔγνως κάλλη τὰ ἄῤῥητα.

 

Γράμμασι Θεόφανες ἱεροῖς, γνῶσιν ὑφηγήσω τὴν οὐράνιον τοῖς πιστοῖς, τούτοις καταλείψας χρηστὴν κληρονομίαν, πολλῶν ἐπιστολῶν σου τὰ ἀποφθέγματα.

 

Λέλυκας τὸ σκότος τὸ ζοφερόν, φῶς ἐξανατείλας ὦ Θεόφανες ἱλαρόν, καὶ τῆς ἀληθείας τὴν εἴσοδον δεικνύεις, πιστῶν διασφαλίζων τὰ διαβήματα.

 

Εὖγε τῆς σοφίας σου τῆς χρηστῆς, εὖγε τῆς τιμῆς σου τῆς μεγάλης καὶ θαυμαστῆς, εὖγε τῆς πολλῆς σου Θεόφανες ἀξίας, ἥν τάξεις τῶν ἀγγέλων ὑπερθαυμάζουσιν.

 

Ἴθυνας λαόν σου τὸν εὐσεβῆ, εἰς Εὐαγγελίου ὦ Θεόφανες τὰς πηγάς, ὕδωρ ὑποδείξας ζωῆς τῆς αἰωνίου, ὡς θεῖος Ἱεράρχης καὶ χριστομίμητος.

 

Σκεῦος χρηματίσας τῆς ἐκλογῆς, Πνεύματος Ἁγίου ὑπεδέξω τὰς δωρεάς, εἰς διακονίαν τεθεὶς τῇ Ἐκκλησίᾳ, ἣν ἔφερες εἰς πέρας μάκαρ Θεόφανες.

 

Τάλαντον ὅ ἔλαβες ἐκ Θεοῦ, δοῦλος ὡς εὐγνώμων ὦ Θεόφανες καὶ πιστός, ηὔξησας πλειόνως ἀκούσας τοῦ Κυρίου, εἰπόντος σοὶ εἰς δόξαν κρείττονα εἴσελθε.

 

Ἔπαρον τὰς χείρας σου ἐκτενῶς, ἔλεος τὸ μέγα ὦ Θεόφανες ἐκ Θεοῦ, ὑπὲρ τοῦ λαοῦ σου αἰτούμενος ὡς ἔχων, μεγάλην παῤῥησίαν πρὸς τὸν φιλάνθρωπον.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

 

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…

 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

 

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

 

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Ἐρήμου πολίτης.

Θεοφάνους ὁσίου, τοῦ ἐγκλείστου θαυμάσωμεν, τὴν θεοφιλῆ πολιτείαν, καὶ τὴν κρείττονα ἔφεσιν, σοφίας γὰρ ὑπῆρξεν ἐραστής, καὶ βίβλων θεοσόφων συγγραφεύς, κατὰ μόνας προσευχόμενος ἐκτενῶς, ἀγάπης τῇ ἐγγύτητι· χαίροις ὁ Ἱεράρχης ὁ κλεινός, χαίροις σοφὲ διδάσκαλε· χαίροις ὁ τῆς Ῥωσίας τὸν λαόν, ποιμάνας ἐν εὐθύτητι.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

 

῏Ηχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις τῆς Ῥωσίας ἀπαρχή, στῦλε τοῦ Χριστοῦ Ἐκκλησίας, Ἀρχιερέων κρηπίς, σκεῦος ἁγιότητος, τὸ ἐκλεκτότατον, τῆς σοφίας θησαύρισμα, τῆς γνώσεως ῥεῖθρον, εὔγνωστε διδάσκαλε, τῆς θείας χάριτος. Χαίροις τῶν ὁσίων ἡ δόξα, χαίροις ἀσκητῶν κοσμιότης, ἔγκλειστε Θεόφανες μακάριε.

 

Χαίροις ἡσυχίας ἐραστά, τῆς θεολογίας ἡ σάλπιγξ, τῶν ἀρετῶν ὁ κανών, ὅσιε Θεόφανες, θεοπτικώτατε, ὁ γνωρίσας τοῦ Πνεύματος, τὰ ἄῤῥητα κάλλη, φθάσας εἰς τὰ ὕψη τε, τὰ ἐπουράνια· ἔνθα σὺν ἁγίοις Ἀγγέλοις, ὕμνον τῷ Κυρίῳ προσάδεις, τὴν Αὐτοῦ δοξάζων ἀγαθότητα.

 

Ἔνδον τοῦ κελλίου σου κλεισθείς, ὅσιε Θεόφανες πάτερ, ἐν προσευχῇ ἐκτενεῖ, ἄκρᾳ ἐγκρατείᾳ τε, πολιτευόμενος, τῷ Θεῷ ἐν ἐγγύτητι, εὑρέθης οἰκεῖος, τούτου ἐπισπώμενος, τὸ θεῖον ἔλεος· βίβλους νουθεσίας συγγράψας, καὶ ἐπιστολὰς ὠφελίμους καὶ σωτηριώδη ἀποφθέγματα.

 

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

 

Δίστιχα Ἀκροτελεύτια·

Ἀπόκλεισόν μοι δέομαι, τὰς τῶν παθῶν εἰσόδους,

ὦ ἔγκλειστε Θεόφανες, ὅσιε Ἱεράρχα,

καὶ ἁμαρτίας τῶν δεσμῶν, ἐλεύθερόν με δεῖξον,

φωτὸς τοῦ θείου εὐχερῶς ἀνοίγων μοι τὰς πύλας,

βοᾷ σοὶ ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα,

ἵνα εὐχαῖς σου ἱεραῖς Θεῷ εὐαρεστήσω,

καὶ Τούτου τὴν ἀνείκαστον δοξάζω εὐσπλαγχνίαν,

Πατρός, Υἱοῦ καὶ Πνεύματος, τοῦ ἐν Τριάδι Μόνου,

ᾯ πρέπει ἡ προσκύνησις καὶ δόξα εἰς αἰῶνας.

ΑΜΗΝ.

Δεν υπάρχουν σχόλια: