Αναζήτηση αυτού του ιστολογίου
Δευτέρα 4 Μαρτίου 2024
Ποίημα της Ιεράς Μονής εν τη Ερήμω του Ιορδάνου Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο τον Ιορδανίτη.
Ποίημα της Ιεράς Μονής εν τη Ερήμω του Ιορδάνου
Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο τον Ιορδανίτη.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δεῦτε συμφώνως, ἀδελφοί, μετὰ χαρᾶς προσπέσωμεν, ἐν κατανύξει βοῶντες, τῷ σεβασμίῳ ἐκ βάθους ψυχής· ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, τάχυνον, ἐλέησον τοὺς πρὸς σὲ καταφεύγοντας. Καὶ εἰρηναίαν αἴτησαι ζωήν, ὅπως σωθέντες σε πόθῳ δοξάσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ἐπικαλουμένῳ μοι, παμμάκαρ, ἐμαῖς ὀδύναις καμφθείς, ἐπιτάχυνον.
Λύτρωσαι τοὺς δούλους σου τῶν παθών, τῶν παρενοχλούντων καθ’ ἑκάστην καὶ πρὸς βυθὸν δεινὸν ἀπωλείας συνελάσας, μελλόντων, πάτερ Γεράσιμε, τῇ πρεσβείᾳ σου.
Κτίστην τὸν τῶν ὅλων, θαυματουργέ, μὴ ἐλλίπῃς, ὅλως ἱκετεύειν ὑπὲρ ἡμῶν, νόσῳ χαλεπῇ συνεχομένων, ἐξ ἧς ὀλέσθαι κινδυνεύομεν.
Θεοτοκίον.
Ἴασαι νοσοῦντας ἡμᾶς δεινῶς, τῆς θανατηφόρου ἀσθενείας τῶν σαρκικῶν, Ἁγνή, ψυχικῶν τε παθημάτων, ὅπως πιστῶς ἀεὶ σε μακαρίζωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατῆρα παντοίων ἐπηρειῶν, ὅσιε, δόκιμον εἰδότες σε ῥύστην, ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν, τοῦ θεραπεύσαι καὶ σώσαι, τὴν ποίμνην σου, Γεράσιμε.
Τὰς δεινὰς ἐπινοίας, τῶν ὁρατῶν Ὅσιε, καὶ τῶν ἀοράτων προφθάσας, ἐχθρῶν, ἀπόσβεσον, τῇ μεσιτείᾳ σοῦ, ἐπιστηρίζων τῷ φόβῳ τοῦ Κυρίου, ἔνδοξε, τοὺς ἀνυμνοῦντας σε, πάτερ Γεράσιμε.
Δεῦτε, ἀδελφοί, μετὰ πίστεως καὶ πόθου, προσέλθωμεν τῷ σεβαστῷ ἡμῶν πατρὶ Γερασίμῳ, ὅπως ῥύσηται ἡμᾶς τῆς τῶν Ἀράβων ἐπιβουλῆς καὶ κακώσεως.
Θεοτοκίον.
Παναγίᾳ Παρθένε, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν Ἱερῶν Ἀποστόλων τὸ σεμνολόγημα, τοὺς ἐν πίστει σε χαρμονικώς ἀνυμνοῦντας, ῥῦσαι ταῖς πρεσβείαις σου, πάσης κακώσεως.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σε γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄῤῥηκτον, Γεράσιμε ὧ τρισμάκαρ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.
Ἐν ἐρημίαις ἀεὶ καὶ σπηλαίοις καὶ ὄρεσι πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφω ψυχὴ νευρούμενος, ταῖς ἀναβάσεσι ταῖς καλαῖς ἑκάστοτε καὶ μοναστῶν στίφη προσενήνοχας Χριστῷ, σῳζόμενα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πειρασμοῖς συνεχόμενοι, πάθεσι ποικίλοις τε, παναοίδιμε, σου δεόμεθα οἱ δοῦλοί σου, ἐξαλεῖψαι τούτους τῇ πρεσβείᾳ σου.
Ἰατῆρα εἰδότες σε, ἀλγεινῶν καὶ παθὼν χαλεπῶν, ἱκετεύομεν σε, Γεράσιμε, θεραπεύσαι τοὺς ἀναξίους δούλους σου.
Σοῦ δεόμεθα, Ἅγιε, ἵλεων ποιήσαι Θεὸν ὀργιζόμενον, καθ’ ἡμῶν τῶν παραβατῶν Αὑτοῦ, καὶ ἀτιμασάντων τε τὰ προστάγματα.
Θεοτοκίον.
Τὰς ψυχὰς ἡμῶν αὕγασον, τοὺς ἐσκοτισμένους, τοῖς πλημμελήμασι, ἡ τὸν ἥλιον κυήσασα, τῆς δικαιοσύνης, Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι δεινῶς ἀσθενοῦσαν τὴν ψυχὴν ἡμῶν, καὶ τὸ σῶμα σῇ πρεσβείᾳ, διδοὺς ἡμῖν ὑγίειαν, εἰρήνην καὶ ἔλεος, ὅσιε Γεράσιμε.
Λύτρωσαι ἡμᾶς, τῆς ἐχθρῶν ἐπιβουλῆς καὶ ὁρμῆς ἐπιμόνῳ τῇ δεήσει σου, κακονοίας πάσας ἐξαφάνισον, πάτερ Γεράσιμε.
Λῦσον τὴν ἰσχὺν τῆς δεινῆς καὶ ὀλεθρίου ὀργῆς, τῆς πανώλους καὶ χολέρας, τῇ πρεσβείᾳ σου, διδοὺς ἡμῖν ὑγίειαν καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ὑπὲρ τῶν εἰς σὲ τὰς ἐλπίδας πάντων, Δέσποινα, κεκτημένων, κόρη, πρέσβευε, ὅπως λυτρωθείημεν πάσης κατακρίσεως.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Συντρίψας τῶν νοητῶν λεόντων μύλας ἐν χάριτι, ὑπέταξας αἰσθητῶς τοὺς θήρας, Γεράσιμε, λέων οὖν ὑπακούει εὐπειθῶς τοῖς σοῖς προστάγμασι.
Τὸν βίον ἀγγελικόν, τὸ φρόνημα, Πάτερ, μέτριος, κτησάμενος, ἐν Χριστῷ πρᾶος ἐχρημάτισας καὶ νῦν κατεσκήνωσας ἐν γῇ τῇ τῶν πραέων, χαρμονῆς θείας πληρούμενος.
Ἐνέκρωσας σαρκὸς ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτὸν τῷ κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις ἀνενδότοις προσεδρεύων Θεῶ.
Θεοτοκίον.
Ἐσκήνωσεν ἐπὶ σοι Πατρός, Ἁγνή, τὸ ἀπαύγασμα, καὶ γεννηθεὶς ἐν σαρκί, τὸν κόσμον ἐφώτισε, καὶ σκότους ἐῤῥύσατο τῆς πολυθεΐας διὰ τοῦτο ἀνυμνοῦμέν σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σε γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄρρηκτον, Γεράσιμε ὧ τρισμάκαρ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασίᾳ τῶν Χριστιανῶν.
Προστασίᾳ τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Χριστὸν τὸν Θεὸν ἀκαταίσχυντος, μὴ ὑπερίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς προσκυνοῦσι σε, καὶ δοξάζουσιν, ἐρημικώτατε Γεράσιμε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεῆμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀνατέθηκας τὴν σὴν ζωὴν τῷ Κυρίῳ καὶ θερμῶς ἐχώρησας, ἐν Ἰορδάνῃ, Πάτερ ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος. Ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας. Οἵδε γὰρ δοξάζειν ὁ Κύριος τοὺς δούλους Ἑαυτοῦ, ὃν παῤῥησίᾳ δυσώπησον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥῦσαι ἐνθέοις σου πρεσβείαις, τῆς κολάσεως, ἡμᾶς τοὺς σοὺς ἱκέτας, εὐφημοῦντας τοὺς σοὺς ἀγῶνας, Γεράσιμε τρισμάκαρ, καὶ τῷ Χριστῷ κραυγάζοντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Στόματι φέρων ὑμνῳδίαν, ἐν μιμήματι ἀπαύστῳ τῶν ἀγγέλων, ἐν ἀγρύπνῳ νοῖ, Γεράσιμε ἐβόας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Στῆσον δεινῶν τὰς καταιγίδας, ἱκεσίαις σου, τὰς νῦν επερχομένας, ἵνα οἱ δοῦλοι σου βοώμεν· πρόφθασον τὰ τέκνα σου, Γεράσιμε τρισμάκαρ.
Θεοτοκίον.
Ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, τοῖς οἰκέταις σου παράσχου, Θεοτόκε, πρὸς Χριστὸν τὸν Θεὸν πρεσβείαν ποιουμένη, τὸν σὸν Υἱὸν καὶ Κύριον, τὸν ἰώμενον τὰ πάθη.
ᾨδὴ η΄. Οἱ Θεορρήμονες Παῖδες.
Λελαμπρυσμένος παρέστης τῷ Δεσπότῃ, ἀσκητικαῖς ἀγλαΐαις, θαυματοφόρε Γεράσιμε, καὶ ταῖς τῶν ἀσωμάτων χορείαις ἠρίθμησαι.
Ἐν ἀκακίᾳ τὸν βίον διανύσας, τοῦ πονηροῦ τὴν καθέδραν ὁλοσχερῶς ἀπεμείωσας, ἀσκητῶν ὡραιότης, ἔνδοξε Γεράσιμε.
Καταστολὴν ἀφθαρσίας, ἐνεδύσω τῇ τῶν παθὼν ἀπεκδύσει, πάτερ θεόφρον Γεράσιμε, καὶ νυμφῶνος ἐνθεοῦ ἀξίως ἐπέτυχες.
Θεοτοκίον.
Ὡς εὐωδέστατον ῥόδον, εὑρηκὼς σε ἐν ταῖς κοιλάσι τοῦ βίου ὁ Ὑπερούσιος, Πάναγνε, διὰ σου εὐωδίαν τῷ κόσμῳ διέπνευσεν.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Νοσοῦσι τὴν τῶν νόσων ἀπαλλαγήν, θλιβομένοις τὴν θείαν παράκλησιν, δίδου ταῖς σαῖς, ἱεραῖς πρεσβείαις πρὸς τὸν Θεόν, τὸν Ποιητὴν τοῦ σύμπαντος καὶ τῶν ἐν ἀνάγκαις καὶ συμφοραῖς, τὴν λύτρωσιν παράσχου καὶ τὴν τῶν επταισμένων, πᾶσι τὴν ἄφεσιν, Γεράσιμε.
Πρεσβείᾳ σου ἀγρύπνῳ πρὸς τὸν Θεόν, ὅσιε πάτερ Γεράσιμε, σκέπε ἡμᾶς, τοὺς ἀνευφυμούντας σε εὐσεβῶς, καὶ πόθῳ δεομένους καὶ ἐξαιτουμένους σου ἐκ ψυχῆς, τὴν θείαν προστασίαν, ἐν τοῖς δεινοῖς τοῦ βίου, ἶνα σε ὕμνοις μεγαλύνωμεν.
Τὴν δέησιν τῶν δούλων σου εὐμενῶς, θεοφόρε Γεράσιμε πρόσδεξαι, νέμων ἡμῖν πάντα τὰ αἰτήματα συμπαθώς, ἂ παρὰ σου αἰτούμεθα, τὰ πρὸς σωτηρίαν τὴν ἑαυτῶν, τοῖς θεῖον σε μεσίτην, θεῷ προσαγαγοῦσι, τῷ Φιλανθρώπῳ Θεῷ καὶ οἰκτίρμονι.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε, χριστιανῶν ἐλπὶς ἡ βεβαίᾳ, περίσῳζε ἐκ πειρασμῶν, τοῦ παρόντος βίου πάντας ἡμᾶς, καὶ τῶν ἐκεῖ κολάσεων, τῶν ἀποκειμένων δίκη Θεοῦ, ἡμῖν τοῖς πλημμελοῦσι, διὰ τῆς μετανοίας, ῥυσθῆναι πρεσβείαις δεόμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν πατέρων ἡ καλλονῇ, χαίροις τῶν Ὁσίων, κανὼν θεῖος ἐν ἀρετῇ, χαίροις Ἰορδάνου ὡράισμα καὶ κλέος καὶ τῆς σῆς ποίμνης, πάτερ Γεράσιμε.
Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τῆς σὴς ποίμνης, τρισμάκαρ, Πάτερ σοφέ, καὶ παράσχου λύσιν πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης φρικτῆς κολάσεως.
Φρούρει τὴν σὴν ποίμνην, πάτερ σοφέ, Γεράσιμε μάκαρ, τὴν τιμῶσαν σε εὐσεβῶς καὶ πανευχαρίστως, καὶ λύων ἐγκλημάτων, τοὺς πόθῳ σε ὑμνοῦντας, ἀξιοθαύμαστε.
Γεράσιμον, τὸν μέγαν ὦ ἀδελφοί, σὺν τῷ Εὐθυμίῳ, Ἰωάννη καὶ Συμεών, Ζωσιμάν, Μαρίαν, Κυριακὸν τὸν θεῖον, καὶ πάντας τοὺς ὁσίους, ὕμνοις τιμήσωμεν.
Ταῖς τῶν Ἀποστόλων σου προσευχαῖς, Προφητῶν Μαρτύρων καὶ ἁπάντων Ἱεραρχῶν, πάντων τῶν Ὁσίων, τῶν ἐν Ἰορδάνῃ, στεῤῥῶς ασκητευσάντων, σῶσον τοὺς δούλους σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέφος ἀθυμίας σκοτεινὸν καὶ στενοχωρίας ὀμίχλη νυνὶ καλύπτομαι, θλίψεις ἀλλεπάλληλαι διαταράττουσιν, ὁ δὲ φόβος κινδύνων με, δεινῶς περιέχει, δέομαι σου, σῶσόν με, πάτερ Γεράσιμε, σὲ γὰρ ὀνομάζω προστάτην, καὶ σοῦ τὴν βοήθειαν, μάκαρ, ἐπικαλουμένω μοι κατάπεμψον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου