Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον τοῦ Μηναίου.
Τῇ ΙΑ’ (11ῃ) τοῦ μηνὸς Ἰουνίου, ἡ Σύναξις τελεῖται τῆς Ὑπεραγίας Θεοτόκου
ἐν τῷ ᾌδειν, ἤτοι ἡ ὑπὸ τοῦ Ἀρχαγγέλου Γαβριὴλ παράδοσις τοῦ ὕμνου «Ἄξιόν ἐστιν».
(982)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα. (α´
αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος ἔνδοξος μάρτυς Θεόπεμπτος μετὰ καὶ ἑτέρων
τεσσάρων, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Φήλικος καὶ Φουρτουνάτου τῶν αὐταδέλφων
ἐν Vicenza Ἰταλίας (296)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Βαρνάβα τοῦ θαυματουργοῦ,
τοῦ ἐν Βάσσᾳ Κοιλανίου τῆς Κύπρου ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Βαρνάβα τοῦ παρὰ τὸν ποταμὸν
Βετλούγκᾳ τῆς Ῥωσσίας ἀσκήσαντος. (1445)
Τῇ αὐτῇ ἡμέρᾳ, μετακομιδή τῶν ἱερῶν λειψάνων (1572) τοῦ ὁσίου πατρὸς ἡμῶν᾿Εφραίμ,
τοῦ ἐρημίτου ἐν Novotorzhk, τῆς Ῥωσίας. (1053)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ζαφειρίου, ὅστις τὴν
τῶν Ἀγαρηνῶν πλάνην θεοσόφως ἐλέγξας, ἐμαρτύρησεν ἐν Θεσσαλονίκῃ, κατὰ τὸ ἔτος
͵αωκα´ (1821).
Τῇ αὐτῇ ἡμέρᾳ, ὁσία Μελάνη ἀσκήτρια ἐν Ζαντόνσκ τῆς Ῥωσίας (1836)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου νέου Ἱερομάρτυρος Μητροφάνους
τοῦ Τσὶ-Σούνγκ, Τατιανῆς τῆς πρεσβυτέρας αὐτοῦ, τῶν τέκνων αὑτῶν Ἰωάννου καὶ Ἡσαΐου
μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας· τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ
Ματθαίου Χάϊ-Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης
Τσού, καὶ ἑτέρων σκβ´ (222) Κινέζων Μαρτύρων, τῶν ἐν Πεκίνῳ κτανθέντων ὑπὸ τῶν
εἰδωλολατρῶν Πυγμάχων (Μπόξερς) καὶ στερρᾷ τῇ πίστει ὁμολογησάντων καὶ
μαρτυρησάντων ἐν ἔτει ͵αϠ´ (1900).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Λουκᾶ τοῦ ἰατροῦ, ἀρχιεπισκόπου
Συμφερουπόλεως καὶ Κριμαίας, τοῦ Ῥώσσου ὁμολογητοῦ. (†1961)
Στίχοι
Ἦσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ.
Ἄδεις δὲ καὶ νῦν, Ἄξιόν σε ὑμνέειν.
Πρώτῃ τε καὶ δεκάτῃ Ναὸς σεπτὸς Μητρὸς Θεοῖο,
Ὁ ἐν ᾌδειν δέξατον ἱερὸν Γαβριήλ.
Στίχοι Τὸ δένδρον ἐπότισαν Ὀρθοδοξίας,
Οἱ ἐν Πεκίνῳ ἀθλήσαντες Κινέζοι.
Στίχοι Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
Καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
O Άγιος Μητροφάνης Chang Tzi-tzung
και οι συν αυτώ Άγιοι Κινέζοι Μάρτυρες και Ομολογητές
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου