Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 11 Ιουνίου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον τοῦ Μηναίου.Τῇ ΙΒ´ (12ῃ) τοῦ μηνὸς Ἰουνίου.

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον τοῦ Μηναίου.
Τῇ ΙΒ´ (12ῃ) τοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου. (δ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ. (†734)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἀντωνίνης, τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας. (~†295)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Βασιλείδου, Κυρίνου, Ναβὼρ καὶ Ναζαρίου, καὶ τῶν σὺν αὐτοῖς στρατιωτῶν, ἐν Ῥώμῃ ἀθλησάντων. (†304)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου καὶ ὁμολογητοῦ Ἀμφιανοῦ, ἐπισκόπου τοῦ ἐν Κιλικίᾳ. (~†310)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου καὶ ὁμολογητοῦ ἐπισκόπου Ὀλυμπίου, τοῦ ἐν Θράκῃ. (δ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ζήνωνος, ἐπισκόπου Κυρηνείας Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐρημίτου ἐν Αἰγύπτῳ ἀσκήσαντος. (δ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Ἰωάννου, Ἀνδρέου, Ἡρακλαίμονος καὶ Θεοφίλου τῶν ἐρημιτῶν, ἐν Αἰγύπτῳ ἀσκησάντων. (δ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀνθεμίου, ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου, τοῦ προξένου τῆς αὐτοκεφαλίας καὶ τῶν βασιλικῶν προνομίων τῆς Ἐκκλησίας τῆς Κύπρου. (†491)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἰωάννου τοῦ στρατιώτου. (Ϛ´-ζ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἴβηρος, ἐν Ἄθωνι ἀσκήσαντος. (†998)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Λέοντος γ´, πάπα Ῥώμης, ἀρνησαμένου τὴν αἱρετικὴν προσθήκην τοῦ φιλιόκβε (filioque) ἐν τῷ συμβόλῳ τῆς πίστεως. (†816)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Γερεβάλδου (Gerebald), ἐπισκόπου Καβιλλῶνος (Cavillonum, Châlons-sur-Seine) ἐν Γαλλίᾳ. (†885)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἰωάννου τοῦ Τραπεζουντίου, ἐν Ἀσπροκάστρῳ (Akkerman) μαρτυρήσαντος. (†1330 ἢ 1492)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀρσενίου, κτίτορος τῆς μονῆς Κόνεβιτς ἐν Ῥωσίᾳ. (†1447)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ὀνουφρίου τῆς μονῆς Μὰλσκ (Malsk) ἐν Πσκόφ. (†1492)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Ὀνουφρίου καὶ Αὐξεντίου τῶν ἐν Βολογκντᾷ. (ιε´-ιϚ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Κόμελ, κτίτορος τῆς μονῆς Ὀζὲρσκ (Ozersk) ἐν Βολογκντᾷ. (†1542)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Βασσιανοῦ καὶ Ἰωνᾶ, μοναχῶν τῆς μονῆς Πετρὸμσκ (Petromsk) ἐν Σολοφκί. (†1561)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ὀνουφρίου τῆς μονῆς Κατρὸμ (Katrom) ἐν Βολογκντᾷ. (ιϚ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Σεραπίωνος, ἡγουμένου τῆς μονῆς Ἰζβὸρσκ (Izborsk) ἐν Πσκόφ. (ιϚ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ὀνουφρίου, διὰ Χριστὸν σαλοῦ, τοῦ ἐν Ῥομανὼφ καὶ Βόρις-Γλὲβ (Romanov-Borisoglebsk) ἐν Γιαροσλάβλ. (ιζ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἰωάννου, τοῦ ἐν Δαμασκῷ μαρτυρήσαντος. (†1684)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ὀνουφρίου, ἀσκήσαντος ἐν τῇ μονῇ Κορακονησίας Πρεβέζης. (†1780)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ὁσιομαρτύρων, Βενεδίκτου τοῦ Κωνσταμονίτου, τοῦ ἐξ Ἐζεβῶν Σεῤῥῶν, Συνεσίου τοῦ Κωνσταμονίτου, τοῦ ἐκ Τριγλίας, Πέτρου τοῦ Κωνσταμονίτου, του ἐξ Ἰωαννίνων καὶ Τιμοθέου τοῦ ἐκ Βεῤῥοίας, τῶν ἁγιορειτῶν, καὶ ἐν Λευκῷ Πύργῳ τῆς Θεσσαλονίκης ἀθλησάντων. (†1821)

Τῇ αὐτῇ ἡμέρᾳ, Τετάρτῃ τῆς Ϛ´ Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν ἀπόδοσιν τελοῦμεν τῆς ἑορτασίμου Ἀκολουθίας τοῦ Πάσχα.

Δεν υπάρχουν σχόλια: