Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 20 Ιουνίου 2024

Ὁ λαος ισταται δια την ανάγνωσιν του Συναξαρίου. Συναξάριον τοῦ Μηναίου Τη Κ΄(20ῃ) του μηνος Ιουνίου.

 






Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Συναξάριον τοῦ Μηναίου

Τῇ Κ΄(20ῃ) τοῦ μηνὸς Ἰουνίου, σύναξιν ἐπιτελοῦμεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπονομαζομένης Ὁδηγητρίας, καὶ εὑρισκομένης ἐν τῇ Ἱερᾷ Μονῇ Ξενοφῶντος Ἁγίου Ὄρους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἰνᾶ, Πινᾶ, Ῥιμμᾶ, μαθητῶν τοῦ ἁγίου Ἀποστόλου Ἀνδρέου, ἐν Σκυθία μαρτυρησάντων κατὰ τὸν Β´ αἰῶνα.(Βλ. † 20 ᾿Ιανουαρίου).

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων, ἐν Χαλκίδι Συρίας μαρτυρήσαντος ἐν ἔτει τριακοσιοστῷ καὶ ἑνδεκάτῳ (311)

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στουδιος πατρίκιος Κωνσταντινουπόλεως, κτήτωρ τῆς Μονῆς Ἁγίου Ἰωάννου τοῦ Προδρόμου «τοῦ Στουδίου» ἐν Ξηρολόφῳ πλησίον τῆς Χρυσῆς Πύλης (ε΄ αἰ)

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ναούμ, Ἱεροκήρυκος Βουλγαρίας, μαθητὴς τῶν Ἁγίων Ἰσαποστόλων Κυρίλλου καὶ Μεθοδίου, ἐν ἔτει ἐννενηκοστῷ καὶ δεκάτῳ (910) τελειωθέντος.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ κατάθεσις τῶν ἱερῶν λειψάνων καὶ περιβολαίων τῶν Ἁγίων Ἀποστόλων Λουκᾶ, Ἀνδρέου καὶ Θωμᾶ, τοῦ προφήτου Ἐλισσαίου καὶ τοῦ μάρτυρος Λαζάρου τοῦ Πέρσου, ἅτινα κατετέθησαν ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων τῶν μεγάλων, ἐν Κωνσταντινουπόλει (960)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων δύο Ἀσκητῶν, ἐν ἐρήμῳ ἐν εἰρήνῃ τελειωθέντων.

Τῇ αὐτῇ μέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Μηνᾶ, ἐπισκόπου Πολόκ τῆς Ρωσίας τῆς Λαύρας τοῦ Κιέβου καί τελειωθέντος ἐν εἰρήνη, τό 1116

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Γκλὲμπ-Γεωργίου πρίγκιπος τοῦ Βλαδιμήρ (1174), υἱοῦ τοῦ ἡγεμόνος Ἀνδρέου Μπογκολιούμπσκϊυ (4 Ἰουλίου)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Καλλίστου Α´ Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ξανθοπούλου, μαθητὴς τοῦ ῾Οσίου Γρηγορίου τοῦ Σιναΐτου ἐν εἰρήνῃ δὲ τελειωθέντος, ἐν ἔτει χιλιοστῷ τριακοσιοστῷ ἑξηκοστῷ καὶ τρίτῳ (1363)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Καβάσιλα τοῦ Χαμαετοῦ, τοῦ Θεσσαλονικέως, μαθητὴς τοῦ ἁγίου Γρηγορίου Σιναΐτη, τελειωθέντος δὲ ἐν εἰρήνῃ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Μαγγάνων (1392)

Τῇ αὐτῇ μέρᾳ, ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων (1630) τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Γουρία, ἀρχιεπισκόπου Καζάν (1563)

Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῆς ῾Υπεραγίας Θεοτόκου τῆς «Μόντενᾳ» – τοῦ Κοζίνο ἐν Ῥωσίᾳ.(1717)

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος νεο-ἱερομάρτυς καὶ ὁμολογητὴς: Ἀλέξανδρος (Ντυουκάρεφ, 1938) ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέις ἐν Μπούτοβω Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Κοίμησις τοῦ Ὁσίου πατρὸς ἡμῶν Θεοδοσίου Ὀρλὼφ τῆς Λαύρας Ποτσάεφ τῆς Ῥωσίας (2003)

 

Στίχοι

Ἰθύνειν καὶ ὀδηγεῖν τοῖς κρείττῳ,

Δυσωπήθητι τοῖς οἰκτιρμοῖς Σου Κόρη.

Εἰκάδε Παμμεδέουσαν ἐσθλὴ αὐδὴ γλυκυθύμως ᾄδει.

 

«Γρηγορεῖτε καὶ προσεύχεσθε, ἴνα μὴ εἰσέλθητε εἰς πειρασμόν» (Μάτθ. κστ’ 42)·

«Ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν» (Ἐφεσ. ε΄, 16)

Δεν υπάρχουν σχόλια: