Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 12 Σεπτεμβρίου 2024

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον.Τῇ ΙΒ´ (12ῃ) τοῦ μηνὸς Σεπτεμβρίου,.


Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον.
Τῇ ΙΒ´ (12ῃ) τοῦ μηνὸς Σεπτεμβρίου, τελεῖται ἡ ἀπόδοσις τῆς Ἑορτῆς τοῦ Γενεθλίου τῆς Θεομήτορος, ὡσαύτως δὲ καὶ προσκύνησις τῶν Τιμίων Ξύλων.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἄθλησις τοῦ ἁγίου ἱερομάρτυρος Αὐτονόμου, ἐπισκόπου Πραινέστου τῆς Ἰταλίας ἐν Βιθυνίᾳ μαρτυρήσαντος (313).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Κουρνούτου, ἐπισκόπου Ἰκονίου (258).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Θεοδώρου, ἐν Ἀλεξανδρείᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ἰουλιανοῦ πρεσβυτέρου, τοῦ ἐν Γαλατίᾳ. (δ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Μακεδονίου, Τατιανοῦ, καὶ Θεοδούλου, ἐν Μυροπόλει τῆς Φρυγίας τελειωθέντων (362).
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος μάρτυς Ὠκεανὸς πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀνδρόνικος ὁ ἐν τῇ Ἀτρώᾳ ἐν Ὀλύμπῳ τῆς Βιθυνίας, ἐν εἰρήνῃ τελειοῦται. (θ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Δανιὴλ τοῦ νέου, τοῦ ἐν τῷ Θασίῳ Βιθυνίας ἀσκήσαντος καὶ τὴν ἐκεῖσε Μονὴν συστησαμένου, (~†843).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων Λουκᾶ καὶ Εὐθυμίου τῶν ἐκ Θάσου, μαθητῶν τοῦ Μεγάλου Ἰωαννικίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Κορνούτου, τοῦ ἐν Ἀχερᾷ τῆς Κύπρου θεοφιλῶς ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Ἀθανασίου (†1401), ἡγουμένου τῆς Μονῆς Βισότσκ ἐν Σερπούχωφ, μαθητοῦ τοῦ ἁγίου Σεργίου τοῦ Ῥαντονέζ καὶ τοῦ συνωνύμου καὶ Ἀθανασίου τοῦ νέου μαθητοῦ αὐτοῦ (†1395).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Βασσιανοῦ τοῦ παρὰ τὸν ποταμὸν Τίκσεν τῆς Βολογκντὰ ἐν Ῥωσίᾳ ἀσκήσαντος. (†1624)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν τιμίων λειψάνων (1704) τοῦ ὁσίου πατρὸς ἡμῶν Συμεων τοῦ Verkhoturye τῆς Ῥωσίας (1642)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Δοσιθέου, μητροπολίτου Τιφλίδος ἐν Γεωργίᾳ. (†1795)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Γεωργίου ἐκ Νεαπόλεως (Νέφσεχιρ) Καππαδοκίας καὶ ἐν Λευκωσίᾳ τῆς Κύπρου κοιμηθέντος (1816), πνευματικὸς τῆς ὁσίας Φωτεινῆς τῆς Νεαπολίτισσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Εὐμενίου τοῦ Νέου, τοῦ ἐν τῇ Μονῇ Κουδουμᾶ τῆς Κρήτης ἀσκήσαντος (1920). [καὶ 10 Ἰουλίου]
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Νικολάου Κέσι (Kheshy) ἱερομάρτυρος ἐν Ταρσῳ Μ. Ἀσίας, ἐκ Δαμασκοῦ Συρίας (1918-1922) [πατὴρ τοῦ Ἀγ. ἱερομάρτυρος Χαμπὶμπ Κέσι τῆς Δαμασκοῦ Συρίας]
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἀρσενίου τοῦ Ὁμολογητοῦ, [Πέτρου Ἀντρέγιεβιτς Σελτσώφ, (καταδίκου ”ΖΕΚ – 18376”] ἐν εἰρήνῃ τελειωθέντος κατὰ τὸ ἔτος 1972 ἢ 1975.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁράσεως τοῦ προφήτου Ζαχαρίου ἐν τῷ Ναῷ καὶ τῆς ἀφωνίας αὐτοῦ, ἥτις ἐλύθη ἐπὶ τῇ γεννήσει τοῦ Τιμίου Προδρόμου, τὴν κδ´ Ἰουνίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς εὑρέσεως καὶ τῶν θαυμασίων τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικεκλημένης Ῥοβελίστης καὶ εὑρισκομένης ἐν τῇ φερωνύμῳ αὐτῆς Κοινοβιακῇ Μονῇ ἐν Ῥαδοβυζίοις τῆς Ἄρτης

Δεν υπάρχουν σχόλια: