Πολλὰ τὰ δεινὰ
κοὐδὲν ἀνθρώπου δεινότερον πέλει·
τοῦτο καὶ πολιοῦ
πέραν
πόντου χειμερίῳ
νότῳ
χωρεῖ,
περιβρυχίοισιν
περῶν ὑπ᾽ οἴδμασιν,
θεῶν
τε τὰν ὑπερτάταν,
Γᾶν
ἄφθιτον, ἀκαμάταν,
ἀποτρύεται,
ἰλλομένων ἀρότρων
ἔτος εἰς ἔτος,
ἱππείῳ γένει
πολεύων.
Κουφονόων τε φῦλον
ὀρ-
νίθων ἀμφιβαλὼν ἀγρεῖ,
καὶ θηρῶν ἀγρίων
ἔθνη
πόντου τ᾽ εἰναλίαν
φύσιν
σπείραισι
δικτυοκλώστοις
περιφραδὴς ἀνήρ·
κρατεῖ
δὲ μηχαναῖς ἀγραύλου
θηρὸς ὀρεσσιβάτα,
λασιαύχενά θ᾽
ἵππον ὑπαξέμεν ἀμφίλοφον
ζυγὸν
οὔρειόν τ᾽ ἀκμῆτα
ταῦρον.
Καὶ φθέγμα καὶ ἀνεμόεν
φρόνημα καὶ ἀστυνόμους
ὀργὰς ἐδιδάξατο,
καὶ δυσαύλων
πάγων ὑπαίθρεια
καὶ
δύσομβρα φεύγειν
βέλη
παντοπόρος· ἄπορος
ἐπ᾽ οὐδὲν ἔρχεται
τὸ μέλλον· Ἅιδα
μόνον
φεῦξιν οὐκ ἐπάξεται·
νόσων δ᾽ ἀμηχάνων
φυγὰς
ξυμπέφρασται.
Σοφόν τι τὸ
μηχανόεν
τέχνας ὑπὲρ ἐλπίδ᾽
ἔχων,
τοτὲ μὲν κακόν, ἄλλοτ᾽
ἐπ᾽ ἐσθλὸν ἕρπει,
νόμους παρείρων
χθονὸς
θεῶν τ᾽ ἔνορκον
δίκαν
ὑψίπολις· ἄπολις
ὅτῳ τὸ μὴ καλὸν
ξύνεστι τόλμας
χάριν·
μήτ᾽ ἐμοὶ
παρέστιος
γένοιτο μήτ᾽ ἴσον
φρονῶν
ὃς τάδ᾽ ἔρδοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου