Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 16 Ιουνίου 2024

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΏΝΑ.Ευχές είς τό Μεσονυκτίου. Εὐχὴ ἑτέρα τοῖς αἱρουμένοις.Η ἑκάστην ἡμέραν ἐξομολογούμενος καὶ καθένα.



Εὐχὴ ἑτέρα τοῖς αἱρουμένοις
Η ἑκάστην ἡμέραν ἐξομολογούμενος καὶ καθένα.
Ἀλλὰ δέδοικα και τρέμω Κύριέ μου Κύριε, μήπως και ἁμαρτάνων, τὴν μακροθυμίαν σου διεγείρω πρὸς ἀγανάκτησιν· καὶ τίς ὑποίσει Κύριε τὸν θυμόν σου;
Οἴμοι, οἴμοι, ὅτι πονηρᾷ συνηθείᾳ, καὶ μὴ θέλων ὁ τάλας, ἀεὶ ὡς δοῦλος δεσπόταις ὑποτάσσομαι ταῖς ἡδοναῖς, ταῖς δυσωδίαν καὶ ἁμαρτίας ὀσμὴν ἀποζούσαις καὶ ταῖς πικρίαν αἰώνιον προξενούσαις.
Καὶ τὸν δοθέντα μοι πρὸς ἐργασίαν καιρὸν οὐ μόνον ἀνέτως βιῶ, ἀλλὰ καὶ ἐν γλωσσαλγίαις, ἐν φλυαρίαις, ἐν γαστριμαργίαις, ἐν πάθεσιν, ἐν ἀνθρωπαρεσκείαις, ἐν παροργισμοῖς, ἐν κενοδοξίαις, ἐν ψεύδεσι· λόγῳ μετανοῶ, καὶ
τοῦ ἁμαρτάνειν οὐ παύομαι· ἐξομολογοῦμαι τὰς ἁμαρτίας μου, καὶ πάλιν ταῖς αὐταῖς ἐπιμένω.
Ἐπεὶ οὖν ὑπεράγαθε Δέσποτα πάντας τοὺς προσερχομένους σοι διὰ μετανοίας ἐλεεῖς καὶ πάντας οἰκτείρεις ὡς ἔργα τῆς σῆς δεξιᾶς, οὕτω καὶ αὐτὸς παρὰ τῆς μεγάλης σου φιλανθρωπίας τὴν σωτηρίαν ἐπιμελῶς ζητῶ.
Επίστρεψόν με Κύριε ἕνεκεν τοῦ ἐλέους σου· μετὰ γὰρ συντριβῆς καὶ ταπεινώσεως δέομαι, μὴ ἐξουθενώσῃς.
Ικανώς σε παρεπίκρανα ἐξ ἀπροσεξίας· ἡδυνθείην τῇ χάριτί σου ἐκ φιλανθρωπίας.
Ικανῶς σε παρώργισα τὸν ἐμὸν σωτῆρα καὶ λυτρωτήν· φώτισόν με τῇ χάριτι τοῦ παναγίου σου Πνεύματος.
Δώρησαί μοι διόρθωσιν, καὶ τὸ λοιπὸν τῆς ζωῆς μου, ἀναμάρτητον καὶ εἰρηνικὸν βράβευσόν μοι.
Φύλαξόν με ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας· βοήθησόν μοι καὶ σωθήσομαι· καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διὰ παντός.
Ἐγὼ Δέσποτα θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, οὐ παύσομαι τοῦ ἐπιρρίπτειν ἐμαυτὸν εἰς τὰ ἐλέη σου· ὅπως κτίσῃς ἐν ἐμοὶ σωφροσύνην σταθηρὰν ἀπὸ τῆς γαστριμαργίας μικρῶν τε καὶ μεγάλων, γαλήνην τῶν ψυχικῶν καταστάσεων, ἀπάθειαν ἀκύμαντον· ἵνα μὴ πάλιν καταπίπτω εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ' ἐν ἀληθείᾳ εὐλογῶ καὶ δοξάζω σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τὸν ἕνα ἐν Τριάδι Θεόν, ὃν ὑμνεῖ καὶ δοξάζει πᾶσα ἡ κτίσις, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: