Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 6 Φεβρουαρίου 2019

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΟΡΤΑΙΤΙΣΣΑΝ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΙΒΗΡΩΝ ΑΓΙΟΥ ΟΡΟΥΣ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ
ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ
ΠΟΡΤΑΙΤΙΣΣΑΝ
ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΙΒΗΡΩΝ ΑΓΙΟΥ ΟΡΟΥΣ

Εὐλογητὸς Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ  εἰς τοὺς αἰῶνας τῶν αἰώνων.    Ἀμήν.
Ψαλμός  142
   Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
   Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
  Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
   Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
   Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
   Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
   Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
   Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
   Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
   Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
  Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
   Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
   Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σου εἰμι.
Ἦχος δ.΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
 Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος  ἐν ὀνόματι  Κυρίου.
Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
 Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
  Τῇ θαυμαστῇ Σου Πόρταΐτισσα σκέπῃ, δι’ ἧς λυτροῦσαι ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς˙ ὥσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τὴν Σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχῇ, προσιόντας Σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας ταῶν αἰώνων.    Ἀμήν.
Ὅμοιον.
  εὐκλεὴς καὶ Παναγία Εἰκών Σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ Σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα ἡ Μονὴ τῶν Ἰβήρων, πάσης ἀπαλλάτεται διὰ Σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀρραγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων Σοι.



Ψαλμός   50
  λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
     Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
     Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
     Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
     Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
     Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
     Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
     Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
     Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
     Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
     Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
     Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ  πνεύματι ἡγεμονικῷ στήριξόν με.
     Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
     Ρύσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.
    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.
   Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
    Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄.Αρματηλάτην.
  Τὰ μεγαλεῖα τῆς σεπτῆς Εἰκόνος Σου, ἀνευφημεῖσαι τολμῶν ἐν ὑλικῇ γλώσσῃ, καὶ ρυπῶσι χείλεσι˙ τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται,Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.
   Ρῶσιν καὶ χάριν ἀληθῆ καὶ ἔλεος, ἡ Σὴ Ἁγία Εἰκών, δαψιλῶς βλυστάνει, ὡς πηγὴ ἀκένωτος, καὶ θλίψεων τοὺς ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς Σῆς ἀγαθότητος, πάντων τάς καρδίας εὐφραίνουσα.
  δυνηρῶν ἐπιφορῶν ἀπάλλαξον, καὶ νοσημάτων δεινῶν, καὶ τῶν ἐν τῷ βίῳ, Κόρη περιστάσεων, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ σεπτῇ Σου Εἰκόνι, τῇ δοξασθείσῃ Πανάχραντε, τῇ ἐπισκιάσει τῆς δόξης Σου.
 περθεν Κόρη τῶν πυλῶν ηὐδόκησας, τῆς τῶν Ἰβήρων Μονῆς, τὸ θεοειδὲς Σου σωθῆναι ἐκτύπωμα˙ ἐντεῦθεν Πόρταΐτισσα, φερωνύμως ἐκλήθης, ὡς θυρωρὸς αὐτεπάγγελτος, ταύτης Σου τῆς ποίμνης καὶ πρόμαχος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
   Ρῦσαι πάσης ἀνάγκης, καὶ προσβολῆς Ἄχραντε, ταύτην Σου τὴν ποίμνην Παρθένε, ἀνακειμένην Σοι, καὶ πᾶσαν ἄδικον, βουλὴν διάλυε τάχος, κατ’ αὐτῆς δεόμεθα, ὦ Πορταΐτισσα.
  ν τῇ Σῇ προστασίᾳ, καὶ μητρικῇ χάριτι, καὶ συμπαθεστάτῃ προνοίᾳ, καὶ ἀντιλήψει Σου, ἀεὶ προστρέχοντες, οἱ τὸν Σὸν κλῆρον οἰκοῦντες, Κόρη Πόρταΐτισσα διασωζόμεθα.
  λαστήριον θεῖον, ὡς ἀληθῶς ἔδειξας, ἡμῖν Πόρταΐτισσα Κόρη, τὸ Σὸν ἐκτύπωμα, ὦ προσπελάζοντες, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἴασιν λαμβάνομεν τῇ Σῇ χρηστότητι.
  Παραδόξως ἀφῖκται, ἡ Σὴ Εἰκὼν Ἄχραντε, πάλαι ἐκ Νικαίας ἐν Ἄθω,τῇ εὐδοκίᾳ Σου, καὶ ὑπὲρ ἥλιον, τῆς ἀρωγῆς Σου ἀστράπτει, πᾶσι τὰ δωρήματα τοῖς Σὲ δοξάζουσι.
  Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ  ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως  προστρέχοντας  τῇ Σῇ σκέπῃ.
  πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
(Μνημονεύομεν ἐκείνους δι΄οὕς ἡ Παράκλησις τελεῖται)
Κύριε ἐλέησον.   (12 φορές)

Ἦχος β΄. Πρεσβεία θερμή.
  Προστάτις θερμή, καὶ μέγα καταφύγιον, καὶ σκέπη στερρὰ καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν Σὴν ἐκζητούντων βοήθειαν διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους Σου Πανάμωμε.
Ὠδὴ δ΄. Σῦ μου ἰσχύς.
  λῃ ψυχῇ, καὶ διανοίᾳ προστρέχομεν, Θεοτόκε, τῇ Σῇ ἀγαθότητι, καὶ ἐκβοῶμέν Σοι ἐν κλαυθμῷ, κλῖνόν Σου τὰ ὦτα, εἰς τάς φωνὰς ἡμῶν Ἄχραντε, καὶ πλήρου τάς αἰτήσεις Πορταΐτισσα Κόρη, τάς ἡμῶν ὡς Θεοῦ Μήτηρ εὔσπλαγχνος.
   Ρήσεις τάς Σάς, ἅς ἀπεφήνω Πανάχραντε, περὶ ταύτης, τῆς κληρονομίας Σου πλήρου Παρθένε ὡς συμπαθής, καὶ μὴ ἀποστήσῃς ἐκ ταύτης τὴν προστασίαν Σου˙ ἡμάρτομεν γὰρ Κόρη, ἀλλὰ Σοὶ καθ’ ἑκάστην, τάς ἐλπίδας ἡμῶν ἀναφέρομεν.
  Τάς ψυχικάς, ἡμῶν ὀδύνας θεράπευσον, καὶ τάς νόσους, πάσας τάς τοῦ σώματος, τάς δυσφορήτους καὶ χαλεπάς, ἴασαι Παρθένε, καὶ Θείῳ φόβῳ στοιχείωσον, ἡμῶν τάς διανοίας, Πορταΐτισσα Κόρη, πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.
  Νόμοι ἐν Σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ Σὲ καὶ καινοπρεπῆ˙ καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα Σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.
Ὠδή ε ΄. Ἵνα τὶ με ἀπώσω.
  να τὶ ἐλαμπρύνθη, ἡ δεδοξασμένη Εἰκὼν τοῦ προσώπου Σου, καὶ ἐμεγαλύνθη, ὑπὲρ λόγον Ἁγνὴ Πορταΐτισσα; ξένως γὰρ ὡς ἦκεν, ἡμῖν ποτέ διὰ θαλάσσης, οὕτω ξένα ἐργάζεται θαύματα.
  Τῶν δαιμόνων τὰ θράση, καθ’ ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καὶ τῶν μελετώντων, πονηρὰ καὶ κενὰ Πορταΐτισσα, κατὰ τοῦ Σοῦ Ὂρους, ὃ ἠρετίσω ὡς οἰκεῖον, τάς δεινὰς σκευωρίας ματαίωσον.
  ερὰν Σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, οἱ Σοί δοῦλοι, πρὸς Σὲ καταφεύγομεν˙ διὸ τάς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.
  Σωτηρίας πρὸς τρίβον, καὶ πρὸς μετανοίας ὁδὸν τὴν σωτήριον, ἴθυνον Παρθένε, τοὺς θερμῶς προσιόντας τῇ σκέπῃ Σου, καὶ μετὰ τὸ τέλος, ὑπὲρ ἡμῶν ὡς ἐπηγγείλω, ἀγαθὰ τῷ Θεῷ ἡμῶν λάλησον.
Ὠδὴ ς΄. Τὴν δέησιν.
  Σωμάτων Σε, ἰατῆρα ἄμισθον, καὶ ψυχῶν θεραπευτὴν κεκτημένοι, ὡς ἀληθῶς Πορταΐτισσα Κόρη, τῇ εὐκλεεῖ Σου Εἰκόνι προστρέχομεν, καὶ ἐξ αὐτῆς τάς δωρεάς, τῆς εὐνοίας Σου πίστει λαμβάνομεν.
  κύμαντος, τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἡ Θεία Εἰκών Σου, ᾖκεν ἡμῖν ὡς λιμὴν σωτηρίας, καὶ τῶν δεινῶν κατευνάζει τὰ κύματα, γαλήνην δὲ τὴν ἀληθῆ, πρυτανεύει ἡμῖν Πορταΐτισσα.
  Τὴν πύλην μοι, τῆς ζωῆς ὑπάνοιξον, ἀφαρπάζουσα πυλῶν με τοῦ ᾅδου, ἡ Πυλωρὸς τῆς Μονῆς τῶν Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπήν μοι τῶν χρεῶν, τῶν πολλῶν  μου εὐσπλάγχνως βραβεύουσα.
  γίασται, ἀληθῶς ἡ θάλασσα, διαπλεύσει τῆς Ἁγίας Μορφῆς Σου, ἡ δὲ Μονὴ τῶν Ἰβήρων ὡς πλοῦτον, τῆς ἀρωγῆς Σου αὐτὴν ὑπεδέξατο, ἅπας ὁ Ἄθως δὲ αὐτήν, ὡς ἐλπίδος πυρσὸν κατεπλούτησε.
  Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης και ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.
  χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Και πάλιν δέησις.
Κύριε ἐλέησον   (12 φορές)
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
  ς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός Σου Ἄχραντε, ὑμνεῖ Σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει Σοι˙ ἀπαύστως με φύλαττε Δέσποινα.
Προκείμενον.
  Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον (Λουκᾶ α΄ 39-49.  56)
Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
   ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε  τὸ βρέφος ἐν τῇ κοιλίᾳ Αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῆ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη Σύ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μεϗ Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου,ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ˙ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β΄.
  Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
  Τῆς Πορταϊτίσσης ταῖς Θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἦχος πλ. β΄.  Ὅλην ἀποθέμενοι.
  χει Σε Πανάχραντε, τὸ μέγα ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα διὰ Σοῦ πάσης γάρ, θλίψεως λυτροῦται˙ Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, Μάνδρα τῶν Ἰβήρων ἡ ἔνδοξος ἀλλ’ ὦ Θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσι τὴν χάριν Σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν Σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους Σου.
 


Ὁ Ἱερεὺς.
   Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου,Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων


Ἀποστόλων˙ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου,
Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν˙ τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου˙ τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων  ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον.   (12 φορές)

Ὠδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
  Νόσους ποικίλας θεραπεύει, καὶ ἀκάθαρτα πνεύματα διώκει, τῆς Εἰκόνος τῆς Σῆς, ἡ χάρις Θεοτόκε˙ ἐντεῦθεν Πορταΐτισσα, πᾶσα γλῶσσα Σὲ δοξάζει.
  Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἡμᾶς ἐχθροῦ τάς πανουργίας, καὶ συμμάχει ἡμῖν, ἀεὶ ὡς καθυπέσχου, κατὰ τοῦ πολεμήτορος, καθ’ ἡμῶν ὠρυομένου.
  λαιον, ἄλευρον καὶ οἶνον, ὡς ἐπλήθυνάς ποτε ἐν τῇ Μονῇ Σου, οὕτω δίδου Ἁγνή, τοῖς Σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς  εὐνοίας Σου, τάς πλουσίας εὐλογίας.
  Σκέπε τὴν Σὴν κληρονομίαν, Πορταΐτισσα ἐκ πάσης ἐπηρείας˙ ὅτι ἅπας πρὸς Σέ, ὁ Ἄθως ἀτενίζει, ἐν εὐκαιρίαις Ἄχραντε, καὶ  ἐν θλίψεσι τοῦ βίου.

Ὠδὴ η΄. Τὸν ἐν Ὄρει ἁγίῳ.
  ν ἑσπέρᾳ πρωΐ καὶ μεσημβρία˙ ἐν ἡμέρᾳ νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω Σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, τὴν Σὴν σεπτὴν Εἰκόνα.

  ασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτὸς με δεῖξον, Δέσποινα κληρονόμον.
  Σὲ αἰνοῦσιν Ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγύρεις καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα,Πάναγνε κυρίως, ἀνυμνολογοῦσι τὴν Σὴν σεπτὴν Εἰκόνα.
  Χαῖρε πύλη καὶ γέφυρα καὶ κλίμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι’ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου, θάλασσαν καὶ γῆθεν ὑψούμεθα πρὸς πόλον.
Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
  ς θάλαμον ραον κα φαεινόν, ς εώδη νυμφνα Πανάμωμε, ς εανθ, κπον κα παράδεισον εθαλ, ς νοητν γίασμα, ς χρυσοπορφύρωτον κιβωτόν, ς μψυχον χωρίον, κα πύρινον ς θρόνον, τν Σν Εκόνα νομάζομεν.
  σχὺν καὶ θυμηδίαν ἐν τοῖς δεινοῖς, καὶ παράκλησιν Κόρη ἐν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπὸ τὴν σκέπην Σου τὴν σεπτήν, Παρθένε Πορταΐτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη, καὶ μετοχὴν ζωῆς τῆς κρείττονος.
  Μὴ παύσῃ περισκέπουσα ἐν παντί, τὸ περίβλεπτον Ὂρος Σου Ἄχραντε, τὸ εὐλαβῶς, Κόρη ἐν ἡμέρᾳ τε καὶ νυκτί, τὸ Ἅγιόν Σου ὄνομα, φέρον ἐν τῷ στόματι καὶ νοΐ, παρέχουσα ἐν τούτῳ, τῆς Σῆς ἐπιστασίας, χειρὶ πλουσίᾳ τὰ γνωρίσματα.
  Ναμάτων ψυχοτρόφων καὶ γλυκερῶν, ὡς πηγὴ σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ρεῖθρα τὰ θεόβρυτα μυστικώς, καὶ ἅπασαν τὴν Ποίμνην Σου, ἄρδεις καὶ εὐφραίνεις προφητικῶς˙  ἀλλὰ καὶ μετὰ τέλος, ἡμᾶς ἀκατακρίτους, τῷ Σῶ Υἱῷ Ἁγνὴ παράστησον.
  Ἄχραντος Εἰκών Σου καὶ εὐκλεής, ὥσπερ ἥλιος Κόρη ὑπέρλαμπρος, αἴγλῃ τῇ Σῇ, ἐκ τῆς τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἐν τῷ Ὂρει Σου, καὶ εἰς πάντα κόσμον ὑπερφυῶς, καὶ λύει παθημάτων, τὴν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.
  Νοός μου τὴν ὁμίχλην τὴν χαλεπήν, τῷ φωτὶ τοῦ προσώπου Σου δέομαι, λῦσον Ἁγνή, καὶ τὰ τῆς ψυχῆς μου πάθη δεινά, θεράπευσον καὶ σῶσόν με, ἐκ τῆς δυναστείας τοῦ πονηροῦ, καὶ ὣρᾳ τοῦ θανάτου, ἐξάρπασόν με Κόρη, ἐκ τῶν χειρῶν τοῦ κασμοκράτορος.
                                                                     

                  Μεγαλυνάρια.
   ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
  Πρόσδεξαι τοὺς ὕμνους Μῆτερ Ἁγνή, οὓς ἐν τῷ ναῷ σου, σοὶ προσφέρομεν εὐλαβῶς, καὶ δὸς ἡμῖν χάριν, τοῦ προσκυνεῖν ἀξίως, τὴν Πάνσεπτον Εἰκόνα σου Πορταΐτισσαν.
  κε ξενοτρόπως ἡ Σὴ Εἰκών, ἐν τῷ Ὂρει Ἄθω, καὶ ἐδόθη ὡς θησαυρός, τῇ Μονῇ Ἰβήρων, Ἁγνή Θεογεννῆτορ˙ διὸ ὑμνολογοῦμεν τὰ Σὰ θαυμάσια.
  Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ Μονῆς Ἰβήρων, Πορταΐτισσα ἀρωγή, καὶ παντὸς τοῦ κόσμου ἐξαίρετος προστάτις, καὶ κηδεμὼν καὶ σκέπη Θεογεννήτρια.
  Στήλη θεοτύπωτος ἐμφανής, τῆς περὶ ἡμᾶς Σου, προστασίας ἡ Σὴ Εἰκών, πέλει Θεοτόκε διὸ ἅπας ὁ Ἄθως, ὑμνεῖ καὶ μεγαλύνει Σὲ Πορταΐτισσα.
  Σκέπε τὴν Μονήν Σου πάσης ὀργῆς, καὶ βλάβης Παρθένε, καὶ μανίας τοῦ δυσμενοῦς καὶ ἐν ὣρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον Θεοτόκε τοὺς πεποιθότας Σοι.
  Τούς τοῦ Ὂρους Ἄθω Καθηγητάς, Μοναστὰς Μιγάδας, Ἱεράρχας καὶ Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν.
    Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Ἅγιος Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3 φορές)   
   Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν.
    Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω βασιλεία Σου. Γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμὰς ἀπὸ τοῦ πονηροῦ.
  τι Σοῦ ἐστιν βασιλεία, καὶ δύναμις, καὶ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.   Ἀμήν.
Τροπάρια.
Ἦχος πλ. β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.


  
Π
άντας τοὺς προστρέχοντας πιστῶς,τῇ Σῇ κραταιᾷ προστασίᾳ, καὶ τὴν Εἰκόνα Σου, χάριν τε καὶ ἔλεος ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως Ἁγνὴ προσκυνοῦντας, σῶζε Πορταΐτισσα πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.
  Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
    Τν πσαν λπίδα μου ες Σ νατίθημι, Μτερ το Θεο, φύλαξον με π τν σκέπην Σου.
Δι’ εχν τν γίων Πατέρων μν, Κύριε ησο Χριστέ, Θες μν, λέησον κα σσον μᾶς.    μήν.















Δεν υπάρχουν σχόλια: