Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 11 Δεκεμβρίου 2022
Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Σπυρίδωνα
Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Σπυρίδωνα
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
Ποίημα Έκδοση Ιεράς Μητρόπολης Κέρκυρας, Παξών και Διαποντίων Νήσων
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζεται στις 12 Δεκεμβρίου
Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ’. Ό ὐψωθεῖς ἔν τῷ Σταυρῶ.
Τόν Ἱεράρχην τοῦ Χριστοῦ τόν Πανένδοξον, καί τροπαιοῦχον εὐσεβείας ἀήττητον, τῶν Ὀρθοδόξων καύχημα, Σπυρίδωνα σοφόν, πάντες ἀνυμνήσωμεν, πρός αὐτόν ἐκβοῶντες, ῥῦσαι ἱκεσίαις σου, πειρασμῶν καί κινδύνων, τούς μετά πόθου, Πάνσεπτε, τό σόν, καταφιλοῦντας ἱερόν ἐκτύπωμα.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Τῆ θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοῖ καί προσπέσωμεν ἔν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων μή ἀποστρέψῃς σούς δούλους κενούς σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὅ Κανών.
Έχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.
Ὠδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Σπυρίδων Μακάριε τῶν πιστῶν, ἀντιλήπτωρ μέ γα, τήν πρεσβείαν σου συνεργόν, ἡμῖν πᾶσι δίδου τοῖς ἐκ πόθου, ἀσπαζομένοις τήν θείαν Εἰκόνα σου.
Πᾶσαι εὐσεβούντων ὦ θαυμαστέ, Σπυρίδων αἵ τάξεις, ἀνυμνοῦσι σε ἀληθῶς· Θεός γάρ ὅ Πλάστης καί Δεσπότης, άξιοχρέως σε Πάτερ ἐδόξασε.
Φωτί τῷ ἀΰλῳ ἔν Ούρανω, Σπυρίδων Παμμάκαρ, σῦν Ἀγγέλοις σύ ἐντρυφῶν, ταῖς πρός τόν Δεσπότην εὐπροσδέκτοις, ἡμᾶς λιταῖς σου φωταγώγησον.
Θεοτόκιον.
Συνέχομαι κινδύνοις καί πειρασμοῖς, καί πρός σέ Παρθένε, καταφεύγων ἐπιζητῶ, τήν λύσιν αὑτῶν καί σωτηρίαν διό λιταῖς σου τόν δοῦλον σου οἴκτειρον.
Ὠδή γ’. Σύ τό στερέωμα.
Νεκράν ὡς ἐφώνησας, ἐκ τοῦ μνημείου Σπυρίδων Ὅσιε, οὕτω κάμε, πταίσμασι θανόντα, σαῖς λιταῖς ἐξανάστησον.
Κόρος οὐ προσγίγνεται, τοῖς σέ τιμῶσι, Σπυρίδων Ὅσιε· Σύ γάρ ἡμῶν, προστάτης καί ῥύστης, καί τιμῇ καί ἀντίληψις.
Ἀπᾴσῃς με θλίψεως, καί ἐκ κινδύνων, Σπυρίδων Ὅσιε, σαῖς προσευχαῖς, καί παντοίων νόσων, καί κολάσεως λύτρωσαι.
θεοτοκίον.
Ἔχων τήν ἐλπίδα μου, ἔν σοί Πανάσπιλε δέσποινα, ὅλην πρός σέ, ἀνατείνω χαίρων τήν ψυχήν καί διάνοιαν.
Ἐκ θλίψεων καί ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τούς τήν θείαν Μνήμην σου θερμῶς Ἑορτάζοντας, ὦς ῥύστης τῶν θλιβομένων Σπυρίδων
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ’.
Τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τό κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἔν τῷ κόσμῳ, τῆ ἔν σῆ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διό καί νῦν γεραίρομεν πίστει τήν μνήμην σου.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
‘Ω πολύφωτε Ἥλιε, τῶν Πατέρων κλέος, Σπυρίδων Ὅσιε, τούς τιμῶντας σε άξίωσον, φωταγωγηθήναι ταῖς πρεσβεῖαις σου.
Παρεστῶς τοῦ Παντάνακτος, θρόνῳ αἰωνίῳ τούς ἀνυμνοῦντας σε, ὦ Σπυρίδων, ἐλευθερῶσον, ἐκ παντός κινδύνου ἱκεσίαις σου.
Ὦς τόν ὄφιν μετέβαλες, εἵς χρυσόν, Σπυρίδων Παναγιώτατε, οὕτω δέομαι μετάβαλε, ἀπό τῶν κακῶν με εἰς μετάνοιαν.
Θεοτοκίον.
Ῥῦσαι, Μῆτερ, τόν δοῦλον σου, ἐκ τῶν κατεχόντων δεινῶν με θλίψεων ἐπί σοι γάρ ἀνατίθημι, πᾶσαν τήν ἐλπίδα Ἀειπάρθενε.
Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Λῦσον τῶν παθῶν, τήν ὀμίχλην, Ἁγιώτατε, τῆ φωταγωγίαι τῶν σεπτῶν σου λιτῶν, καί πρός τρίβους, βίου με ἀγίου όδήγησον.
Νόσων Ἰατρός, καί κινδύνων ῥύστης ἔνθεος, σύ ἀνεδείχθης Σπυρίδων Ἱερέ· διό ψυχήν μου, ταῖς λιταῖς σου νῦν θεράπευσον.
Ῥῦσαι με δεινῶν, ὦ Σπυρίδων ἱερώτατε. τόν σοι εὐλαβῶς καταφεύγοντα, καί ταῖς λιταῖς σου, πάσης θλίψεως ἀπάλλαξον.
Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς οἰκέταις σου χορήγησον,τοΐς κατεχομένοις ὑπό τῶν θλίψεων, τήν σωτηρίαν, μεσιτείαις σου πρός Κύριον.
Ὠδή ς’. Τῆν δέησιν έκχεῶ.
Νεκρώσας σου τῆς σαρκός τάς κινήσεις, ἐξανέστησας νεκρούς ὦ Σπυρίδων, ζωοποιῶ καί ένθέω σου λόγῳ. Ὅθεν καμοῦ τήν ψυχήν, Πάτερ Ἅγιε, ταῖς σαῖς λιταῖς ὦς συμπαθῇς, νεκρωθεῖσαν τοῖς πάθεσι ζώωσον.
Συνέχει με τῶν πταισμάτων θάλασσα, καί χειμάζει τρικυμία κινδύνων, καί πρός βυθόν ἀπωλείας καθέλκει, τῶν ἀνιάτων παθῶν ἤ ἀντίπνοια, Θεόν ὅ κηρύξας τόν Χριστόν, ὦ Σπυρίδων τόν κλύδωνα κόπασον.
Προστάτα τῶν θλιβομένων Σπυρίδων, μολυνθεῖσαν ἡδοναῖς τήν ψυχήν μου, διά λουτροῦ κατανύξεως θείας, καθαρτικῶν τε δακρύων άπόλουσον καί ῥῦσαι με τῆς φοβερᾶς, σαῖς λιταῖς καί ἀσβέστου κολάσεως.
Θεοτοκίον.
Φυγάδευσον ἐκ τῆς ἀθλίας σαρκός μου, τήν ἀνίατον ἀσθένειαν, Κόρη, καί τῶν δεινῶν ἀλγηδόνων με ῥῦσαι, καί θεραπείαν τελείαν μοι δώρησαι, καί σῶσον με τόν ἐπί σοί, πεποιθότα ταῖς θείαις πρεσβείαις σου.
Ἐκ θλίψεων καί ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τούς τήν θείαν Μνήμην σου θερμῶς Ἑορτάζοντας, ὦς ῥύστης τῶν θλιβομένων Σπυρίδων
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἲτησις καὶ τὸ
Κοντάκιον Ἦχος δ’.
Τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τό κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἔν τῷ κόσμῳ, τῆ ἔν σῆ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διό καί νῦν γεραίρομεν πίστει τήν μνήμην σου.
Καί εὐθύς τό Προκείμενον. Ἠχός δ’ ’.
Τό στόμα μου λαλήσει σοφίαν, καί ἤ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν Οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ί’. 5-16).
Εἶπεν ὅ Κύριος· Ἐγώ εἶμι ἤ θύρα· δι’ ἐμοῦ έάν τις εἰσέλθῃ, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεῦσεται, καί νομήν εὑρήσει. Ό κλέπτης ούκ ἔρχεται, είμή ἶνα κλέψῃ, καί θύσῃ καί ἀπολέσῃ· ἐγώ ἦλθον, ϊνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἶμι ὅ ποιμήν ὅ καλός. Ό ποιμήν ὅ καλός τήν ψυχήν αύτοΰ τίθησιν ὑπέρ τῶν προβάτων ὅ μισθωτός δε καί οὐκ ὤν ποιμήν, οὖ οὐκ είσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχομενόν καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὅ λύκος ἁρπάζει αὑτά, καί σκορπίζει τά πρόβατα. Ό δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἔστι καί οὗ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὅ ποιμήν ὅ καλός, καί γιγνώσκω τά ἐμά καί γιγνώσκομαι ὑπό τῶν ἐμῶν, καθώς γινώσκει με ὅ Πατήρ κἀγώ γιγνώσκω τόν Πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἆ ούκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κεκεῖνα με δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Δόξα Πατρί…
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, έλέησόν με ὅ Θεός…
Προσόμοιον.
Ἦχος πλ’ β’. Ὀλήν ἀποθέμενοι.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε Κέρκυρα νῆσος, ταύτην ἀξιάγαστε, φαειναῖς αὐγάζοντα, ταῖς λαμπρότησιν ἤ καί νῦν δώρησαι, τήν εἰρήνην Πάτερ, καί τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τήν ἔπαρσιν, καί παρεμβολάς κάμψας βέλεσι, Σπυρίδων Θεοδόξαστε, καί τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τάς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἔν παρρησία δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὅ Θεός τόν λαόν σου.
Ὠδή ζ’. Παῖδες Ἑβραίων.
Σῶσον τούς σε ἀνευφημοῦντας, Ὁσιώτατε Σπυρίδων Ἱεράρχα, καί τῷ θείῳ φωτί καταύγασαν σούς δούλους, καί σαῖς λιταῖς ἐξάρπασον, τῆς Σατάν μηχανουργίας.
‘Ρῦσαι, Σπυρίδων Ἱεράρχα, σαῖς πρεσβείαις σου, δαιμόνων ἐπηρείας, λογισμῶν πονηρῶν σούς δούλους καί κινδύνων, ὅπως ἀεί σῳζόμενοι, καταχρέως σε ὑμνῶμεν.
Παῦσον, Σπυρίδων σαῖς πρεσβείαις, τῆς ψυχῆς μου τήν ἄρρητον ὀδύνην, καί δεινῶν συμφορῶν σόν δοῦλον καί κινδύνων, καί τῶν παθῶν ἀπάλλαξον, ὦς πατήρ τῶν θλιβομένων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τήν κακίαν, καί δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίας τῆ σῆ προστρέχω ἀνακράζων διάσωσόν με, Πάναγνε, Μητρικαῖς σου ἱκεσίαις.
Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἀσθενειῶν τε, χαλεπῶν καί κινδύνων, Ἰατρόν σε γινώσκω ὦ Σπυρίδων· ῥῦσαι οὖν ψυχήν μου, λιταῖς σου ἀθυμίας.
Τῶν κατεχόντων, ἀνιαρῶν τούς σοῦς δούλους, ἐλευθέρωσον, Σπυρίδων Ἱεράρχα· θείαις σου πρεσβείαις, αὐτοῖς διδοῦς τήν λύσιν.
Μή διαλείπῃς, τόν Ἰησοῦν ἱκετεύων, ὦς προστάτης Πιστῶν, ὦ Σπυρίδων· διαφυλαχθῆναι, ἤμας ἐκ πάσης βλάβης.
Θεοτόκιον.
Ἵλαθι, Κόρη, τῷ οἰκτροτάτο σου δούλῳ, καί ἐκ νόσων ἀνιάτων με ῥῦσαι· ἶνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Τούς πόθῳ τῆ σῆ σκέπη, Ἅγιε Σπυρίδων, καταφυγόντας κινδύνων διάσωσον, καί ἐκ παθῶν καί τῶν νόσων, λιταῖς σου λύτρωσαι.
Φρουρῶν μή διαλίπῃς, Ὅσιε Σπυρίδων, τούς σέ τιμῶντας πιστῶς καί δοξάζοντας, καί σαῖς πρεσβείαις, κινδύνων αύτούς λυτρούμενος.
Λυτρούμενος ὡς ὤφθης, πρότερον Σπυρίδων, τούς ἔν Κέρκυρα πιστῶς σοι προστρέξαντας· οὕτω καί νῦν πάσης, ῥῦσαι με περιστάσεως.
Θεοτοκίον.
Μαρία σωτηρίας, λιμένα σε εἰδότες, τῆ Παναχράντῳ σου σκέπη προστρέχομεν, καί ἐκ τῶν νόσων ῥυσθῆναι σέ ἱκετεύομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Τριμυθοῦντος ἤ καλλονῇ, χαίροις ἆσθενούντων καί πασχόντων ὅ ἰατρός, χαίροις τῶν Πατέρων ὡράισμα καί κλέος, τρισόλβιε Σπυρίδων, σέ μεγαλύνομεν.
Πρέσβευε Σπυρίδων Θαυματουργέ, ὑπέρ Όρθοδόξων καί ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὅπως τῶν πταισμάτων τήν λύτρωσιν λαβόντες, παρά Θεοῦ σέ πᾶντες, πόθῳ γεραίρωμεν.
Δέησιν προσάγαγε τῷ Θεῶ, Σπυρίδων Παμμάκαρ, ὑπέρ δουλῶν τῶν σῶν, Σοφέ, τῶν τυραννουμένων ὑπό παντοίων νόσων, θλίψεων καί κινδύνων, καί τούτους λύτρωσαι.
Σπυρίδων τά ὄμματα τῆς έμής, ψυχῆς τυφλωθέντα, ἁμαρτήμασι χαλεποῖς, φώτισον λυταῖς σου, φωτί θεογνωσίας, καί ῥῦσαι με τοῦ Ἄδου, πικρῶν κολάσεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καί τό τροπάριον. Ἦχος ἀ’.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καί θαυματουργός Θεοφόρε Σπυρίδων Πατήρ ἡμῶν διό νεκροῖ σύ ἐν τάφῳ προσφωνεῖς, καί ὄφιν εἰς χρυσοῦν μετέβαλες· καί ἔν τῷ μέλπειν τάς ἀγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντας σοι, Ἱερώτατε. Δόξα τῷ δεδοκώτι συ ἰσχύν· δόξα τῷ σέ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διά σοϋ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’ . Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Σκεῦος ἀπετέλεσας σαυτόν, Πνεύματος Ἀγίου τρισμάκαρ καθάρας σου τήν ψυχήν χρῖσμα θεῖον ἔλαβες, ’Ἀρχιερεύς γεγονώς, καί προστάτης θερμότατος, λαοῦ Ὀρθοδόξου τού ἐγκαυχωμένου σου, τῆ παναγία Σορῷ· ὅθεν, ὦ Σπυρίδων θεόφρον, εὔχου τῷ Θεῶ ὑπέρ πάντων, ἡμῶν τῶν τιμώντων καί εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Μνήσθητι οἱ αναγινώσκοντες καί Ψάλλοντες τοῦ συντάξαντος
ταπεινοῦ Ἐπισκόπου Αργυρουπόλεως Σεραφείμ.
Χαιρετισμοί του εν Αγίοις Πατρός ημών Σπυρίδωνα Επισκόπου Τριμυθούντος του Θαυματουργού Προστάτου Νήσου Κέρκυρας
Εγκώμια εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος
Παρακλητικός Kανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῷ Θεοφόρῳ εὐλαβῶς προσπελάσωμεν, οἱ χαλεπῶν ὑπό δεινῶν κατεχόμενοι, ἐν κατανύξει κράζοντες ψυχῆς πρός αὐτόν, Ἅγιε βοήθησον, ἱεράρχα Σπυρίδων, πρόφθασον καί λύτρωσαι λυπηρῶν σούς ἱκέτας, ὡς παρρησίαν ἔχων πρός Θεόν, σέ γάρ Προστάτην οἱ πάντες κεκτήμεθα.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
καί εὐθύς ὁ Κανών τοῦ Ἀγίου.
ᾨδή ἅ΄.Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπό χειλέων ἐναγῶν προσᾴδω σοι, ὕμνον Σπυρίδων σοφέ, ἀλλ᾽ εὐμενῶς τοῦτον, Ἱεράρχα πρόσδεξαι, καί τόν Χριστόν δυσώπησον, συμπαθέστατε Πάτερ, τοῦ οἰκτειρῆσαι με τάχιον, βέβλημαι γάρ ὅλος τοῖς πάθεσιν.
Ἀγαλλομένῃ ἡ Κερκύρᾳ ἅπασα, τήν σήν φαιδράν ἑορτήν, ἄγει ἐτησίως, Πάτερ παμμακάριστε, Σπυρίδων ἁγιώτατε, ἥν ἀεί περιέπειν, μή διαλείπῃς θεσπέσιε, πρέσβυν σε πλουτοῦσαν ἀκοίμητον.
Θεόθεν δῶρον τό σόν σκῆνος ἔνδοξε, ὤφθη Σπυρίδων ἡμῖν, ὅ προφανῶς βρύει, ἰαμάτων χάριτας, καί παύει τά δυσίατα, τῶν ψυχῶν ἡμῶν πάθη, Θαυματουργέ ἱερώτατε, ὅθεν εὐφροσύνως τιμῷμεν σε.
Θεοτοκίον.
Λόγον μοι Λόγε τοῦ Θεοῦ πρυτάνευσον, ὅπως τό χαῖρε τῇ σῇ, μητρανάνδρῳ λέξω, χαῖρε ὄλβος ἄσυλος, χαῖρε ἁγνείας σκήνωμα. χαῖρε ῥάβδος ἡ θεία, τοῦ Ἀαρῶν ἡ βλαστήσασα, χαῖρε μυριώνυμε Δέσποινα.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος
Ἱκετεύω Τρισμάκαρ, αἱρετικῶν τάραχον, καί τῆς ἀσεβείας τήν ζάλην, διασκεδάσαι σε, σύ γάρ θεόληπτε, τόν ἀρχηγόν τῆς γαλήνης, προσκυνεῖν ἐδίδαξας Τριάδα ἔνθεον.
Ἐπί σέ καταφεύγω, τόν συμπαθῆ Ὅσιον, ὅπως σῇ πρεσβείᾳ Σπυρίδων, ῥυσθῶ ὁ δείλαιος, τῆς αἰωνίου ποινῆς, καί ἀφορήτου αἰσχύνης, τύχω δέ λαμπρότητος θείας καί χάριτος.
Ἀληθῶς σύ ἐδείχθης, Ἀρχιερεύς ὅσιος, ἄκακος ἀμίαντος Πάτερ, Χριστοῦ ἑπόμενος, διδασκαλίαις ἀεί, καί νῦν αὐλίζῃ θεόφρων, ἔνθα φῶς ἀνέσπερον ὡς Ἱερώτατος.
Θεοτοκίον.
Νοῦν καί φρένα καί λόγον, δῶρον Θεοῦ εἴληφα, ὅπως ἐπιγνούς τόν Δεσπότην, ἔργοις τιμήσω καλοῖς, ἐγώ δέ πάθεσι, τήν δωρεάν ἀτιμάσας, τόν δοτῆρα ὕβρισα Δέσποινα σῶσον με,
Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τούς σούς ἱκέτας, ὅτι πάντες ἡμεῖς ἐν σοί θαρροῦντες προστρέχομεν, φρουρόν καί προστάτην σε κεκτημένοι.
Ἐπίβλεψον, ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, καί δέησιν ἱκέσιον, προσάγαγε νῦν, Σπυρίδων ἱερώτατε, τῷ Θεῷ, καί αἴτησαι, τοῖς πιστοῖς δωρήσασθαι ἄφεσιν, καί ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς, τῆς Νήσου Κερκύρας ὁ ὑπέρμαχος.
ᾨδή δ΄. Σύ μου ἰσχύς Κύριε.
Ἄλλην ἡμεῖς κιβωτόν ἁγιάσματος, τήν τιμίαν, θήκην τοῦ Λειψάνου σου, Πάτερ σοφέ, ἔχομεν πιστῶς ἥν περικυκλοῦντες, περιδεῶς ἀτενίζομεν, τῷ θείῳ σου Λειψάνῳ, Ἱεράρχα τιμῶντες, τόν ἐνάρετον βίον σου ἔνδοξε.
Θαῦμα σύ εἶ, πάνσοφε ἡμῖν θεώμενος, μετά πότμον, ἄφθαρτον γάρ ἔμεινε, τό θεῖον σκῆνος Πάτερ τό σόν, δόξα τῷ Κυρίῳ, τῷ οὕτως σέ θαυμαστώσαντι· ἀλλά μή διαλείπῃς, τῷ Σωτῆρι πρεσβεύειν, ὑπέρ πάντων τῶν πίστει ὑμνούντων σε.
Ἐξ’ ἀναγκῶν, καί πάσης ἄλλης κακώσεως, τήν σήν ποίμνην ῥῦσαι κινδυνεύουσαν, Σπυρίδων Πάτερ θαυματουργέ, τῶν πιστῶν προστάτα· διό μή παύσῃ δεόμενος, Χριστοῦ τοῦ φιλανθρώπου, οἰκτειρῆσαι καί σῶσαι, τῇ πρεσβείᾳ σόυ πάντας ἐκ θλίψεως.
Θεοτοκίον.
Ὅλος ἑσμός, ἁμαρτιῶν περικείμενος, δεδεμένος, ὅλος πλημμελήμασι, καί δουλωθείς ὅλος τῷ ἐχθρῷ, ὅλος προαιρέσει, ὑπέκυψα τῷ ἀλάστορι· οὐχ ἔχω πλήν σοῦ ἄλλην, προσδοκίαν Παρθένε, σπεῦσον ῥῦσαί με ὅπως δοξάζω σε.
ᾨδή ἐ΄. Ἴνᾷ τί μέ ἀπώσω.
Ἐλλαμπόμενος Πάτερ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώττῃ, τῆς Τριάδος τό φέγγος τό ἄχραντον, θεῖε Ἱεράρχα, πιστῶν τό κλέος καί ἡ δόξα, τῆς Συνόδου τῆς πρώτης ὑπέρμαχε.
Νοερῶς σύν Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστόν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καί κινδύνων τούς σέ μακαρίζοντας, λειτουργέ ὑψίστου, Σπυρίδων Πάτερ θεοφόρε, ὡς λαχών παρρησίας πρός Κύριον.
Ἐν τῇ θείᾳ σου μνήμη, Ἄγγελοι καί Δίκαιοι πανηγυρίζουσιν, ὡς τῶν πρωτοτόκων, Ἐκκλησίαν φαιδρύνας σαῖς πράξεσι, σύσκηνον λαβόντες, τήν σήν ψυχήν Σπυρίδων μάκαρ, τό δέ σῶμα ἡμῖν τεθησαύρισται.
Θεοτοκίον.
Τόν ἀχώρητον Λόγον, ἄνθρωπον γενόμενον, ἐν σοί ἐχώρησας, ὅν ἀεί δυσώπει, ὡς υἱόν σου Παρθένε καί Κύριον, πάσης ἐναντίας, ἐπιβουλῆς νῦν ἀπαλλάξαι, τούς σούς δούλους ἁγνή θεονύμφευτε.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Τήν δέησιν ἐκτενῶς πρός Κύριον, μή ἐλλείπῃς Ἱεράρχα προσάγειν, ὑπέρ ἡμῶν, τῶν τιμώντων ἐκ πόθου, τήν σήν σεβάσμιον μνήμην ἀοίδιμε, Σπυρίδων καύχημα πιστῶν, Τριμυθοῦντος Ποιμήν ὁ πανάριστος.
Παράκλησιν οἱ πιστοί εὑράμενοι, τήν Σορόν τήν ἱεράν σοῦ Λειψάνου, πάντες θερμῶς, προσερχόμεθα ταύτῃ, καί σέ λιτάζοντες πόθῳ κραυγάζομεν, Σπυρίδων, χάρις τῷ Θεῷ, τῷ Προστάτην ἡμῖν σέ δωρήσαντι.
Προστάτην μου, τῆς ζωῆς ὡς εὕροιμι, θεοφόρε Ἱεράρχα Κυρίου, τῶν δυσχερῶν, διαλύοντα νέφος, καί ψυχικήν μοι γαλήνην δωρούμενον, πρεσβείαις σου ταῖς ἱεραῖς, Σπυρίδων Πατέρων ἀγλάϊσμα.
Θεοτοκίον.
Οὐ κρύπτω σου τόν βυθόν τοῦ ἐλέους, καί τήν βρύσιν τῶν ἀπείρων θαυμάτων καί τήν πηγήν τήν ἀέναον ὄντως, τῆς πρός ἐμέ συμπαθείας σου Δέσποινα, ἀλλ᾽ ἅπασιν ὁμολογῶ, καί βοῶ καί κηρύττω καί φθέγγομαι.
Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τούς σούς ἱκέτας, ὅτι πάντες ἡμεῖς ἐν σοί θαρροῦντες προστρέχομεν, φρουρόν καί προστάτην σε κεκτημένοι.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία εἰ τῶν εὐσεβῶν πάντων ἄμαχος, ἱκεσία πρός τόν ποιητήν ἀχαταίσχυντος· μή παρίδῃς οὖν εὐλαβῶν ἱκέσιον φωνήν· ἀλλά φάνηθι ὡς συμπαθής, Σπυρίδων Πάτερ ἀρωγός, τοῖς θερμῶς σοι κραυγάζουσι· τάχυνον δή παμμάκαρ, καί σπεῦσον Χριστῷ πρεσβεῦσαι, τοῦ οἰκτειρῆσαι νῦν ἡμᾶς, Θεοφόρε τούς τιμῶντας σε.
Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ί’. 5-16).
Εἶπεν ὅ Κύριος· Ἐγώ εἶμι ἤ θύρα· δι’ ἐμοῦ έάν τις εἰσέλθῃ, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεῦσεται, καί νομήν εὑρήσει. Ό κλέπτης ούκ ἔρχεται, είμή ἶνα κλέψῃ, καί θύσῃ καί ἀπολέσῃ· ἐγώ ἦλθον, ϊνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἶμι ὅ ποιμήν ὅ καλός. Ό ποιμήν ὅ καλός τήν ψυχήν αύτοΰ τίθησιν ὑπέρ τῶν προβάτων ὅ μισθωτός δε καί οὐκ ὤν ποιμήν, οὖ οὐκ είσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχομενόν καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὅ λύκος ἁρπάζει αὑτά, καί σκορπίζει τά πρόβατα. Ό δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἔστι καί οὗ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὅ ποιμήν ὅ καλός, καί γιγνώσκω τά ἐμά καί γιγνώσκομαι ὑπό τῶν ἐμῶν, καθώς γινώσκει με ὅ Πατήρ κἀγώ γιγνώσκω τόν Πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἆ ούκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κεκεῖνα με δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί ψάλλομεν τό παρόν Ἰδιόμελον. Ἦχος Πλ. β΄.
Ὅτε καιρός τῆς ἀπό γῆς ἐκδημίας σου, τότε τήν Ἱεράν σου ψυχήν θεῖοι Νόες ἀνελάμβανον, Ἱεράρχε ἀοίδιμε, καί πρός οὐρανίους μονάς, ἔνϑα Ἱεραρχῶν ἁπάντων ὁ σύλλογος, γηθοσύνως ἐναπέθεντο· τό δέ σεβάσμιον σκῆνος σου Τριάς ἡ μεγαλουργός ἀφθαρτίσασα, πηγήν θαυμάτων ἀνέδειξε, καί πάντων Ὀρθοδόξων παράκλησιν· διό καί ἡμεῖς συνελθόντες, Ἁγιώτατε Πάτερ, Σπυρίδων Σοφέ, πόθῳ καί δέει τήν θείαν περικυκλοῦμεν σου Λάρνακα, καί τό ἱερόν καί ἅγιον Σῶμα σου περιχαρῶς ἀσπαζόμενοι, ῥῶσιν ψυχῶν τε καί σωμάτων λαμβάνομεν, μεγαλύνοντες τόν σέ δοξάσαντα Κύριον, ὦ καί πρεσβεύεις ἀδιαλείπτως ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδή ζ΄. Παῖόες Ἑβραίων ἐν καμίνῳ.
Πλῆσον χαρᾶς καί εὐφροσύνης, τούς τῷ θείῳ νῦν Ναῷ σου προσιόντας, καί Χριστῷ τῷ Θεῷ, συμφώνως μελῳδοῦντας, εὐλογητός εἶ Κύριε, ὁ Θεός εἰς τούς αἰῶνας.
Πρόστηθι πάντων ἱεράρχα, τῶν ἐχόντων σε φρουρόν ἀεί καί ῥύστην, καί Χριστῷ τῷ Θεῷ, ἀπαύστως μελῳδούντων, εὐλογητός εἶ Κύριε, ὁ Θεός εἰς τούς αἰῶνας.
Μή με ἐάσῃς ἱεράρχα, ἀπροστάτευτον βοῶ σοι ἐκ καρδίας ἀλλά ῥῦσαι ὁ νῦν, ἐκ πονηρῶν ἀνθρώπων, τάς μηχανάς καί ἔνεδρα, τούτων, Πάτερ διαλύων.
Θεοτοκίον.
Σκέπη, γενοῦ καί προστασία, καί ἀντίληψις καί καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καί ἐλπίς ἀπηλπισμένων.
ᾨδή ἡ΄. Τόν ἐν ὅρεί Ἁγίῳ δοξασθέντα.
Τήν τιμίαν σου Λάρνακα κυκλοῦντες, εὐωδίας πληρούμεθα ἀρρήτου, ὅθεν πιστῶς, βοῶμέν σοι Θεόληπτε, πλήρωσον εὐχάς τε, θερμάς καί ἱκεσίας, τῶν σέ ἀνευφημούντων.
Μή παρίδῃς, Σπυρίδων ἱκεσίαν, τοῦ σοῦ δούλου, θερμῶς σοι ἀνακράζω· ἀλλ᾽ ἐκτενῶς τόν Κύριον ἱκέτευε, δοῦναι μοι τήν λύσιν, τῶν πλημμελημάτων, ὧν ἔπραξα ὁ τάλας.
Ἰδού Πάτερ, οἱ πάντες ὡς λιμένα, σέ εὑρόντες, σωτήριον ἐν ζάλαις, ἀπό ψυχῆς, βοῶμεν καί νῦν πρόφθασον, φάνηθι προστάτης, πάντων Ὀρθοδόξων, ἀντίπαλος βαρβάρων.
Θεοτοκίον.
Περιστάσεις, καί θλίψεις καί ἀνάγκαι, εὕροσάν με Ἁγνή, καί συμφοραί τοῦ βίου, καί πειρασμοί με, πάντοθεν ἐκύκλωσαν· ἀλλά πρόστηθι μοι, καί ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σοῦ σκέπη.
ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ ὁ Οὐρανός.
Πληροῦμαι εὐφροσύνης πνευματικῆς. θυμηδίας ἀρρήτου μακάριε, τήν σήν σεμνήν, ἀναλογιζόμενος βιοτήν, τάς ἀρετᾷς τά θαύματα, καί τήν θείαν χάριν τήν πρός Χριστοῦ, δοθεῖσαν σοι θεόφρων, Σπυρίδων Ἱεράρχα· διό σύν πόθῳ μακαρίζω σε,
Οὔκ ἔνι ἀριθμήσασθαι δυνατόν, τά πολλά σοῦ καί μέγιστα θαύματα, Πάτερ σοφέ, ἅπερ ἡ τιμία σου προφανῶς, θαυματοφόρος, Ἅγιε, Λάρναξ τοῖς ἐν πίστει εἰλικρινεῖ, ἐκβλύζει προσιοῦσιν, ὡς νάματα, Σπυρίδων· διό σε πάντες μακαρίζομεν.
Τήν δέησιν μου ταύτην τήν πενιχράν, καί παράκλησιν Πάτερ τρισόλβιε, ὡς συμπαθής, δέξαι ἐνεχθεῖσαν πανευλαβῶς, καί τάς αἰτήσεις πλήρωσον· δύνασαι γάρ ἔχων πρός τόν Θεόν, Σπυρίδων Ἱεράρχα, πολλήν τήν παρρησίαν, τῶν Ὀρθοδόξων ὅ ὑπέρμαχος.
Θεοτοκίον.
Τήν δέησιν μου δέξαι τήν πενιχράν, καί κλαυθμόν μή παρίδῃς καί δάκρυα, καί στεναγμόν, ἀλλ᾽ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καί τάς αἰτήσεις πλήρωσον· δύνασα γάρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ· εἰ νεύσεις ἔτι μόνον, πρός τήν ἐμήν οἰκτράν ταπείνωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Καί εὐθύς συνάπτομεν τά τῆς Θεοτόκου Μεγαλυνάρια.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρός τόν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τήν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλήν σου ἄλλην, οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις, παντοίαις πεπλησμένος ἐλεησόν με μόνη Χριστιανῶν ἡ ἐλπίς.
Καί τοῦ Ἀγίου τά ἐφεξῆς, ληφθέντα ἐκ τῆς αὐτοῦ Φυλλάδος, ἐκτός τοῦ τελευταίου, ὅπερ ἐστί τοῦ Συγγραφέως τοῦ Κανόνος,
Χαίροις Τριμυθοῦντος ἡ καλλονή, Χαίροις Κερκυραίων ὁ σοφώτατος ἰατρός, Χαίροις τῆς Τριάδος ὁ θεῖος μῦστολέκτης Πατέρων μέγα κλέος Σπυρίδων Ἅγιε.
Τῶν θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καί ἐν γῇ, μέγιστε Σπυρίδων, διάσῳζε εὐχαῖς σου, τούς ἐπικαλουμένους μέγα σόν ὄνομα.
Αἰνέσωμεν πάντες χαρμονικῶς, τόν θερμόν Προστάτην, καί ὑπέρμαχον κραταιόν, τόν σώσαντα Νῆσον, ἁλώσεως βαρβάρων, Σπυρίδωνα Κερκύρας μέγιστον καύχημα.
Ἀξίως σέ μέλποντες τόν λαμπρόν, Κερκύρας φωστῆρα, καί εὐήχοον βοηθόν, καί σέ δυσωποῦντες οὐ παύσομεν ἀφθόνως, ἵνα ταῖς σαῖς πρεσβείαις ῥυσθῶμεν βλάψεων.
Τίς ἐξαριθμήσει σοῦ τήν πληθύν, τῶν θαυμάτων Μάκαρ, ἐξανέστησας γάρ νεκρούς, λοίμην, πεῖναν, νόσους, καί δυσμενεῖς καθεῖλες, καί ἐκ χειρῶν ἀνόμων ἡμᾶς ἐξήγαγες.
Χαίροις Ὀρθοδόξων προασπιστά, κακοδόξων μάστιξ, Τριμυθοῦντος κλεινέ Ποιμήν, Κερκύρας Προστάτης, πατήρ τε καί Ἀκέστωρ, ἐμοῦ δέ θυμηδία, Σπυρίδων Ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Αἴτησις παρά τοῦ Ἱερέως, ὡς δεδήλωται.
Ἐπάκουσον ἡμῶν ὅ Θεός. Καί μετά τήν Ἐκφώνησιν
ψάλλομεν τά παρόντα Ἐξαποστειλάρια.
Ἀπόστολοι ἐκ περάτων.
Τῶν Κερκυραίων τά πλήθη, συναθροισθέντα ἐνθάδε, ἐν Ἱεράρχου Τεμένει, Σπυρίδωνος νῦν σκιρτάτω, καί ἀσπαζέσθω τό θεῖον, περιχαρῶς τούτου σκῆνος.
Ὁ τῆς Κερκύρας Προστάτης, τῆς Τριμυθοῦντος ὁ Ποιμήν, αἱρετιζόντων ἡ μάστιξ, Σπυρίδων φίλε Κυρίου, μή διαλείπῃς πρεσβεύειν, ὑπέρ ἡμῶν Ἱεράρχα.
Καί σέ προβάλλομεν πρέσβυν, πρός τόν οἰκτίρμονα Θεόν, ἵν᾽ ὡς φιλάνθρωπος λύσιν, παράσχῃ κάμοι πταισμάτων· παρακαλῶ οὖν σε Πάτερ, Σπυρίδων μή ἐπιλάθῃ.
Ἱερουργέ Ἱεράρχα, καί Ἁγιώτατε Πάτερ, Ἀρχιερέων ἡ δόξα, τό κλέος τῶν ὀρθοδόξων, παράδοξον σου τό θαῦμα, πῶς καί νεκρός, ὡς ζῶν φαίνῃ!
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.
Έκδοση Ιεράς Μητρόπολης Κέρκυρας, Παξών και Διαποντίων Νήσων
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου