Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 3 Σεπτεμβρίου 2024

Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Νεκτάριο τον Θαυματουργό.



Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Νεκτάριο τον Θαυματουργό


Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου


Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια



Παρακλητικός Κανών εις τον Άγιο Νεκτάριο Πενταπόλεως τοῦ εν Αγίνη τοῦ Θαυματουργού



Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


†Εορτάζεται στις 9 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἱεράρχῃ τοῦ Χριστοῦ Νεκταρίῳ, τῷ δοξασθέντι δωρεαῖς οὐρανίαις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· ἅγιε Νεκτάριε, Ὀρθοδόξων προστάτα, πάσης ἡμᾶς λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πειρασμῶν καὶ νόσων χαλεπῶν, τοὺς καταφεύγοντας, Πάτερ, τῇ σκέπῃ σου.

Δόξα.
Ὡς εἰληφὼς παρὰ Θεοῦ ἐξουσίαν, τοῦ θεραπεύειν τὰς δεινὰς καχεξίας, τῶν προσιόντων, Πάτερ, τοῖς λειψάνοις σου, ἴασαι δεόμεθα, τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι, καὶ πικραῖς ἀλγηδόσι, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις, Νεκτάριε ὅσιε.

Καὶ  νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Παθῶν Νεκτάριε ἡμᾶς ῥῦσαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πληγεὶς τῇ κακίᾳ τοῦ δυσμενοῦς, τῇ σῇ ἀντιλήψει, καταφεύγω ἀναβοῶν· εἰρήνευσον, Πάτερ, τὴν ζωήν μου, καὶ τὴν κατ’ ἄμφῳ ὑγίειαν μοι δώρησαι.

Ἁγίως ἀνύσας σου τὴν ζωήν, ἀεὶ ἁγιάζεις καὶ λυτροῦσαι παντὸς κακοῦ, Νεκτάριε πάτερ θεοφόρε, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου.

Θαυμάτων δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον, Πάτερ, ἀσθενείας ὀδυνηράς, τῶν τὴν σὴν βοήθειαν ζητούντων, θαυματουργὲ ἱεράρχα Νεκτάριε.

Θεοτοκίον.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε κόρη, εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων καὶ ἐπιθέσεων, τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθὴς Ἱεράρχης, ἀσινεῖς διάσῳζε τοὺς σὲ γεραίροντας.

Νέκταρ ἄυλον θεῖον, τῆς θεϊκῆς χάριτος, ἧς παρὰ Θεοῦ ἐκομίσω βλύζει ἑκάστοτε, ἡ θείᾳ Κάρᾳ σου, καὶ τῶν παθῶν τὴν πικρίαν, ἀπελαύνει, Ἅγιε, ἐκ τῶν ψυχῶν ἡμῶν.

Ἐν ὀδύναις καὶ πόνοις καὶ θλιβεραῖς μάστιξι, Πάτερ, τὴν ζωήν μου ἀνύων, πρὸς σὲ κατέφυγον· μὴ οὖν παρίδῃς με, ἀλλά τῇ σῇ ἐπισκέψει, ἐκ τῶν συνεχόντων με δεινῶν ἀπάλλαξον.

Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀῤῥαγὲς στήριγμα, Κεχαριτωμένη παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος, σκέπε καὶ φύλαττε.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως, Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ δαψιλής, ἰάσεων ἐν Πνεύματι, ἐδείχθη, σοφέ, ἡ θήκη τῶν λειψάνων σου· ἰᾶται γὰρ τοὺς πάσχοντας καὶ ὑγίειαν καὶ ῥῶσιν χαρίζεται, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, Νεκτάριε πάτερ ἱερώτατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Μονήν σου, Νεκτάριε, πάσης ἐπηρείας ἀνεπηρέαστον, τοῦ δολίου πολεμήτορος, Πάτερ, διατήρει τῇ σῇ χάριτι.

Ἀσθενεῖς τοὺς προστρέχοντας, Πάτερ, πανταχόθεν τῇ θείᾳ Μάνδρᾳ σου, θεραπείας καταξίωσον, καὶ τὴν λύπην τούτων διασκέδασον.

Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα, Νεκτάριε, καὶ πταισμάτων ἀπολύτρωσιν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Θεοτοκίον.
Ἴθυνόν με, Πανάμωμε, πρὸς τῆς μετανοίας ὁδὸν σωτήριον, καὶ παθῶν μου τὰ σκιρτήματα, νέκρωσον εἰς τέλος καὶ ἀφάνισον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὗρέ σε θερμὸν ἀντιλήπτορα ἡ Αἴγινα, διὰ τοῦτο σου τῇ χάριτι ἀεί, καταφεύγει καὶ λυτροῦται πάσης θλίψεως.

Ἤρεμον ζωὴν διανύειν καὶ ἀτάραχον, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, καταξίωσον ἡμᾶς, πάτερ Νεκτάριε.

Μέγαν σὲ φρουρὸν καὶ προστάτην, πάτερ Ὅσιε, κεκτημένη ἡ Μονή σου ἡ σεπτή, ἐγκαυχᾶται τῇ ταχείᾳ ἀντιλήψει σου.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τοῦ Θεοῦ Μῆτερ ἀπείρανδρε, τοὺς ἐλπίζοντας τῇ σκέπῃ σου ἀεί, ἀνωτέρους πάσης βλάβης διατήρησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, ἐπικούφισον, Νεκτάριε πάτερ, τῶν πρὸς τὴν σὴν ἀφορώντων πρεσβείαν, καὶ τὰς καρδίας ἡμῶν χαρᾶς πλήρωσον, καὶ ἀθυμίας χαλεπῆς, ἐξ ἡμῶν τὴν ὁμίχλην διάλυσον.

Ῥυσθῆναι, πειρατηρίων παντοίων, καὶ σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων, καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων, τὸν Πανοικτίρμονα Λόγον ἱκέτευε, Νεκτάριε θαυματουργέ, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Ὑψόθεν, ὡς συμπαθὴς ἐποπτεύων καὶ ἀπαύστως προστατεύων μὴ παύσῃ, τῆς ἱερᾶς σου Μονῆς, θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τὴν σορὸν τῶν ἁγίων λειψάνων σου.

Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτὴν τῶν ἀνθρώπων, τὸν φιλάνθρωπον κυήσασα Λόγον, σῶσόν με, Κόρη, τῇ σῇ προστασίᾳ, τῆς πονηρᾶς τυραννίδος τοῦ χείρονος, καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ἐπίδοσιν βίου βελτίονος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πεπτωκότων ἐπανόρθωσις γέγονας, καὶ τῶν κλονουμένων, Νεκτάριε, στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς παρὰ Κυρίου δοξασθείς· ἀλλὰ πάντοτε καὶ ἡμᾶς, τῶν ἐν τῷ βίῳ πειρασμῶν, ἀνωτέρους διάσῳζε, ἄφεσιν τῶν πταισμάτων, καὶ ῥῶσιν καὶ σωτηρίαν, αἰτούμενος παρὰ Θεοῦ, Ἱεράρχα, ταῖς ψυχαῖς ἡμῶν.

Προκείμενον.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλιάσει ἀγαλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τῶν Ὁσίων Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας, Ὅσιε· νοηταῖς λάμψεσι, τῶν ἐν σοὶ χαρίτων, καταυγάζων τὰς ψυχὰς ἡμῶν, καὶ τῶν ἰάσεων, ταῖς μαρμαρυγαῖς λύων πάντοτε, δαιμόνων τὴν σκοτόμαιναν, καὶ ἀῤῥωστημάτων τὴν ζόφωσιν· ὅθεν σοὶ βοῷμεν· μὴ παύσῃ ἐκλυτρούμενος ἡμᾶς, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ παντοίων θλίψεων.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων ποικίλων, πειρασμῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ φθόνου καὶ κακίας, ἀνθρώπων κακοτρόπων, ἀσινεῖς διαφύλαττε, τοὺς σὲ τιμῶντας ἀεί, Νεκτάριε παμμάκαρ.

Ἰατρεύων ἀπαύστως, χαλεπὰς ἀσθενείας, πάτερ Νεκτάριε, τῶν πίστει προσιόντων, τοῖς θείοις σου λειψάνοις, ἀρωγὸς ἑτοιμότατος, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῶν εὐσεβούντων ὤφθης.

Γέρας ἔνθεον ὤφθης, καὶ διάδημα νέον, πάτερ Νεκτάριε, τῇ νήσῳ τῆς Αἰγίνης, ἥτις ἀεὶ προστρέχει, τῇ πρεσβείᾳ σου, Ἅγιε, καί τῆς εὐνοίας τῆς σῆς, τρυγᾷ τὰς ἀντιλήψεις.

Θεοτοκίον.
Ἐντολῶν με πρὸς τρίβον, τοῦ ἐκ σοῦ σαρκωθέντος, Κόρη, ὁδήγησον, πυλῶν τῆς ἁμαρτίας ἐξαίρουσα, Παρθένε, τὴν ῥοπὴν τῆς καρδίας μου, ἵνα ὑμνῶ σε ἀεί, σωθεὶς τῇ χάριτι σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοῦν τῆς κακίας, τὸν κατακλύζοντα, Πάτερ, τῆς καρδίας μου τοὺς αὔλακας εἰς τέλος, ξήρανον δυνάμει, τῶν θείων πρεσβειῶν σου.

Ἀσθενειῶν σε, θεραπευτὴν ἐγνωκότες, καταφεύγομεν τῇ Κάρα σου τῇ θείᾳ, ἵνα λυτρωθῶμεν, μαστίγων ἐπωδύνων.

Σκέπε ἀπαύστως, τὴν σὴν Μονὴν τὴν ἁγίαν, καὶ πρυτάνευε αὐτῇ τῇ σῇ πρεσβείᾳ, πάτερ Ἱεράρχα, τὰς πατρικάς σου δόσεις.

Θεοτοκίον.
Ἴασαι, Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ τοῦ ὄφεως κακίστῃ ἐπηρείᾳ, καὶ καταύγασον με, φωτὶ τῆς ἀπαθείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μανίας ἡμᾶς ῥῦσαι, ἐχθροῦ τοῦ ἀοράτου, καὶ τῶν ἐν βίῳ δεινῶν περιστάσεων, τοὺς καταφεύγοντας, Πάτερ, ὑπὸ τὴν σκέπην σου.

Ὀδύνης ψυχικῆς με, καὶ τῶν ἀλγημάτων, τῶν ἐν τῷ σώματι, Πάτερ, ἀπάλλαξον, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ πλουσίᾳ χάριτι.

Ὑπὲρ τῆς εὐαγοῦς σου, μάνδρας ἐκδυσώπει, καὶ τῆς Αἰγίνης Χριστὸν τὸν Φιλάνθρωπον, καὶ τῆς Ἑλλάδος ἁπάσης, πάτερ Νεκτάριε.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη, σὺ γὰρ ἀπαύστως ὡς Μήτηρ φιλόστοργος, σκέπεις καὶ τρέφεις καὶ θάλπεις, ἡμᾶς ἑκάστοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν  ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν τῆς εὐσεβείας νέον πυρσὸν καὶ τῆς Ἐκκλησίας, τὸν φωστῆρα τὸν φαεινόν· τὸν θερμὸν προστάτην καὶ ἔφορον Αἰγίνης, Νεκτάριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Χαίρoις ὁ νεόῤῥυτος ποταμός, ὁ τὰ νεκταρώδη, τῶν χαρίτων τῶν θεϊκῶν, ῥεῖθρα πελαγίζων, τῇ θείᾳ ἐπομβρίᾳ, Χριστοῦ τῇ Ἐκκλησίᾳ, πάτερ Νεκτάριε.

Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἐν ἐσχάτοις χρόνοις, ὥσπερ λύχνος θεολαμπής, νοητῶς λαμπρύνεις πιστῶν τὰς διανοίας, τῇ καθαρᾷ ζωῇ σου, πάτερ Νεκτάριε.

Χαίροις τεθλιμμένων ὁ ἀρωγός, καὶ τῶν δαιμονόντων ὁ ταχύτατος ἰατρός, χαίροις ὁ τὰ πάθη, καὶ νόσους θεραπεύων, τῶν προσιόντων Πάτερ, ἐν τοῖς λειψάνοις σου.

Χαίρoις τῆς Αἰγίνης ὁ θησαυρός, καὶ τῶν Ὀρθοδόξων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις τῆς Ἑλλάδος ἀγλάισμα τὸ νέον, Νεκτάριε παμμάκαρ, ἡμῶν τὸ στήριγμα.

Τῇ σῇ προστασίᾳ τῇ πατρικῇ, τὴν σεπτὴν Μονήν σου, διαφύλαττε ἀβλαβῆ, Νεκτάριε πάτερ, καὶ πλήρου τὰς αἰτήσεις, τῶν εὐλαβῶς τελούντων, τὴν θείαν μνήμην σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον.
Σηλυβρίας τὸν γόνον καὶ Ἑῴας τὸ καύχημα, τῆς Ὀρθοδοξίας τὸν στῦλον καὶ Αἰγίνης τὸ ἔρεισμα· Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς νέκταρ γὰρ ἀνέβλυσεν ἡμῖν, ἐκ πηγῶν τοῦ σωτηρίου νεοφανῶς, ἀρδεῦον τοὺς κραυγάζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, λαμπρῶς σὲ ἁγιάσαντι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν ἀντιλήπτωρ καὶ φρουρὸς καὶ θερμὸς προστάτης καὶ σκέπη, γενοῦ Νεκτάριε, τοῖς προσερχομένοις σοι, Πάτερ, ἐκ πίστεως, καὶ τὰ θεῖα σου λείψανα, κατασπαζομένοις, ἃ Χριστὸς ἐδόξασε, θαυμάτων χάρισι, λύων πειρασμῶν τὰς ὀδύνας, καὶ εἰρήνην πᾶσιν παρέχων, καὶ πταισμάτων ἄνωθεν συγχώρησιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νεκτάριε δίδου μοι παθών τὴν λύσιν
Γερασίμῳ σπεύδοντι τῇ ἀρωγῇ σου.

Ακολουθία Ανακομιδής των Τιμίων Λειψάνων του εν Αγίοις Πατρός ημών Νεκταρίου Επισκόπου Πενταπόλεως του Θαυματουργού
Χαιρετισμοί εις τον Άγιο Νεκτάριο Πενταπόλεως του εν Αιγίνη του Θαυματουργού
Εγκώμια του Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού



Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας


Ψαλλόμενος ἐν Καμαρίζῃ Λαυρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τὸν ἐπομβρίζοντα ἰάματα πᾶσι, δεινῶς νοσοῦσι καὶ σκεδάζοντα πάντων, τῶν ἀλγηδόνων ζόφωσιν πιστοί, ἐκτενῶς μέλψωμεν Νεκτάριον τὴν πηγὴν τῶν θαυμάτων, καὶ αὐτῷ προσπέσωμεν πίστει ἐν Καμαρίζῃ, ἀναβοῶντες· πέμψον σαῖς λιταῖς, ἡμῖν ὑψόθεν Θεοῦ Πάτερ ἔλεος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Και  ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νεκτάριε, κούφισον ἡμῶν ἀλγηδόνας. Χ. Μ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Νεκτάριε Πάτερ θαυματουργέ, κρουνὲ θαυμασίων, πολυχεῦμον ταῖς σαῖς λιταῖς, προσφύγων σου πράυνον τὰ ἄλγη, ὡς ἰατρὸν τῶν τιμώντων σε ἄριστον.

Ἐξ ὕψους Νεκτάριε θαυμαστέ, τὴν σὴν εὐλογίαν, προστασίαν καὶ ἀρωγήν, κατάπεμψον τάχος ἐπὶ πάντας, ἐν Καμαρίζῃ σὲ πόθῳ γεραίροντας.

Κατάπαυσον πάθη τὰ ζοφερά, Νεκτάριε μάκαρ, τῶν σπευδόντων σῇ ἀρωγῇ, καὶ θείῳ ναῷ σου προσιόντων, ἐν Καμαρίζῃ Λαυρίου πανεύφημε.

Θεοτοκίον.
Ταχὺ νοσημάτων φθοροποιῶν, δεινῶν ἀλγηδόνων, καὶ στενώσεως ψυχικῆς, ἐκλύτρωσαι Κεχαριτωμένη, τοὺς εὐσεβεῖς Νεκταρίου ἐντεύξεσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀναβλύζεις ἀπαύστως, τὸν γλυκασμὸν ἅπασι, γευομένοις βίου πικρίας, μάκαρ Νεκτάριε, καὶ προσιοῦσι πιστῶς, ἐν Καμαρίζῃ Λαυρίου, προσκυνήσαι χάριτος, σοῦ τὸ ἐκτύπωμα.

Ῥαντισμῷ εὐσπλαγχνίας, τοὺς σοὶ πιστῶς σπεύδοντας, πάντοτε ἁγίασον Πάτερ, χάριτος σκήνωμα, ὁ διασώσας πιστούς, ἐκ δυστυχήματος πάντας, Χαλκιδεῖς προστρέχοντας, σῷ προσκυνήματι.

Ἰαμάτων ὑπάρχεις, παντοδαπῶν χείμαῤῥος, ἰατρὲ ψυχῶν καὶ σωμάτων, πάνυ Νεκτάριε, ὁ θεραπεύσας ταχύ, ἐξ ἀνιάτου καρκίνου, Ἱερέα φέροντα, κλῆσιν τὴν θείαν σου.

Θεοτοκίον.
Ἐλεήμονος Λόγου, τοῦ Παντουργοῦ Κτίσαντος, Μῆτερ γλυκυτάτη Παρθένε, πᾶσι κατάπεμψον, ἐλέη τοῦ σοῦ Υἱοῦ, τοῖς μεγαλύνουσι πόθῳ, σὲ καὶ μακαρίζουσι θεῖον Νεκτάριον.

Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως, τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράυνον πάντων τὰς ἀλγηδόνας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τοὺς σοὶ εὐλαβῶς, προσφεύγοντας Νεκτάριε, καὶ χάριν τὴν σὴν, ζητοῦντας ἀπολύτρωσαι, κατωδύνων θλίψεων, ἐνεδρῶν τοῦ πλάνου ἀλάστορος, ἀσθενειῶν παντοίων καὶ δεινῶν, κινδύνων ὡς ἄγαν εὐσυμπάθητος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Καμαρίζης ὡράισμα, ἰαματικήν σου δεικνύεις ἅπασιν, εὐσεβέσι χάριν Ἅγιε, ἰατρὲ θεόσδοτε Νεκτάριε.

Ὁ ἀνοίγων τὰ ὄμματα, ἀόμματων δέξαι ἡμῶν τὴν δέησιν, καὶ ψυχῶν ἡμῶν τὰ ὄμματα, ἄνοιξον ὁρᾶν αὐτῶν συμφέροντα.

Ὑπερόπτας ἱκέτας σου, σχέσεων προσύλων σοφὲ Νεκτάριε, δεῖξον πάντας τοὺς προστρέχοντας, τῷ ἐν Καμαρίζῃ θείῳ οἴκῳ σου.

Θεοτοκίον.
Φωτοδότου Παντάνακτος, Μῆτερ σκοτομήνην ἡμῶν διάλυσον, τῶν παθῶν καὶ φῶς ἀνάτειλον, πᾶσι σωφροσύνης καὶ συνέσεως.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἴδε τοὺς πιστῶς, καταφεύγοντας σῇ χάριτι, καὶ παράσχου τὴν ὑγίειαν ψυχῶν, καὶ σωμάτων πᾶσιν Ὅσιε Νεκτάριε.

Σὲ τὸν ἰατρόν, τοῦ καρκίνου ἱκετεύομεν· ῥῦσαι πόνων τοῦ καρκίνου ἀλγεινῶν, αἰτουμένους σὴν ἀντίληψιν, Νεκτάριε.

Ὁ θεραπευτής, τῶν προσφύγων σου Νεκτάριε, καὶ ταχὺς τῶν ἰατήρων χειρουργῶν, βοηθὸς πιστοῖς παράσχου τὴν ὑγίειαν.

Θεοτοκίον.
Νίκας κατ᾿ ἐχθρῶν, ἀοράτων ἐπιβράβευσον, τοῖς σοῖς δούλοις Θεοτόκε ἀγαθή, Νεκταρίου τοῦ Ὁσίου παρακλήσεσι.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἡ χάρις σου, διατρέχει ἅπασαν, τὴν ὑφήλιον Νεκτάριε μάκαρ, καὶ διασῴζει ἐκ βλάβης παντοίας, τοῦ πονηροῦ ζοφερῶν περιστάσεων, καὶ ἀλγηδόνων χαλεπῶν, τοὺς πιστῶς σε καλοῦντας ἑκάστοτε.

Μελίῤῥύτον, ὕμνον σοι προσάγομεν, τῷ σεπτῷ ἐν Καμαρίζῃ ναῷ σου, οἱ εὐλαβῶς προσιόντες καὶ πίστει, τὴν σὴν μορφὴν προσκυνοῦντες Νεκτάριε, ἐξ ἧς ἐκχέονται ἀεί, ποταμοὶ θαυμασίων πολύῤῥυτοι.

Ὡς πρόμαχον, ἀρωγὸν καὶ φύλακα, σὲ κατέχοντες Νεκτάριε μάκαρ, τῇ σῇ ἑκάστοτε σπεύδομεν σκέπῃ καὶ ἀρωγήν σου θερμὴν ἐκδεχόμεθα, βοῶντες· ῥῦσαι συμφορῶν, καὶ κακώσεων πάντας ἱκέτας σου.

Θεοτοκίον.
Νεκτάριον, νῦν τὸν θαυματόβρυτον, μακαρίζοντες τὸν φίλον Υἱοῦ σου, μονογενοῦς καὶ Σωτῆρος τοῦ κόσμου, σὲ μεγαλύνομεν Θεογεννήτρια, Χριστιανῶν καταφυγή, καὶ βοήθειαν σὴν ἐκδεχόμεθα.

Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως, τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράυνον πάντων τὰς ἀλγηδόνας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων ἀπύθμενον πέλαγος, καὶ νεαυγῶν ἰατήρων ἀκρότητα, ἐγκωμιάσωμεν πόθῳ Νεκτάριον, ὡς δωρεῶν οὐρανίων μυράλειπτρον, καὶ νέκταρ χαρίτων ἡδύγευστον.

Προκείμενον.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλός, τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμᾶ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει μὲ ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατά ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἶς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτι τῇ θείᾳ σου, ἐπισκιάζεις ἀπαύστως, τοὺς πιστῶς γεραίροντας, πλῆθος θαυμασίων σου, καὶ κραυγάζοντας, ἰατρὲ τάχιστε, πάντων χριστωνύμων, ἱερώτατε Νεκτάριε, νοσοῦντας ἴασαι, τοὺς δεινῶς ἀλγοῦντας ἐπίσκεψαι, καὶ πόνους καταπράυνον, τοὺς αὐτῶν φαρμάκῳ δεήσεων, σῶν πρὸς τὸν Δεσπότην, τῶν πάντων Ἐλεήμονα σεπτέ, θεραπευτὰ ἑτοιμότατε, ἐπικαλουμένων σε.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων τὸν ζόφον, ἀστραπαῖς πρεσβειῶν σου θερμῶν διάλυσον, Νεκτάριε τρισμάκαρ, ἡμῶν τῶν σὲ ὑμνούντων, ὡς ταχὺν ἀντιλήπτορα, προστάτην τε καὶ ἰατρόν, νοσούντων καὶ καμνόντων.

Λυπηρῶν τὴν ὁμίχλην, καὶ ἀχλὺν χαμαιζήλων παθῶν ἐκδίωξον, Νεκτάριε τῶν πόθῳ, σπευδόντων τῷ ναῷ σου, ἐκζητῆσαι τὴν χάριν σου, ἐν Καμαρίζῃ σοφέ, Κυρίου Ἱεράρχα.

Γαληνὸν πρὸς λιμένα, καὶ ἀχείμαστον ὅρμον ἡμᾶς κατεύθυνε, τοὺς ποντουμένους ζάλῃ, βιοτικῶν κυμάτων, θεοφόρε Νεκτάριε, οἰακοστρόφε ψυχῶν, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἡ τοῦ κόσμου προστάτις, Θεοτόκε Παρθένε τοὺς παραπτώμασι, καρδίαν ῥυπωθέντας, ὑσσώπῳ πρεσβειῶν σου, ὁλοθερμῶν ἀπόπλυνον, καὶ σκέπε πάντας πιστούς, σῇ παναγίᾳ σκέπῃ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Διάσωσόν με, ἐξ ἐπηρείας τοῦ πλάνου, τὸν προστρέχοντα ἐν Καμαρίζῃ, οἶκον προσκυνήσαι, Νεκτάριε σὸν θεῖον.

Ὀρθοδοξίᾳ, ἡμᾶς Νεκτάριε τήρει, ἀκλινεῖς σὲ ὡς κλέος τιμῶντας, Ὀρθοδόξων νέων, Ἱεραρχῶν παμμάκαρ.

Νέκρωσον πάθη, τοῦ σοῦ ἱκέτου καὶ πνεῦμα, ζώωσόν μου, Νεκτάριε, κράζω, ἵνα σὲ γεραίρω, ἐν κατανύξει ἄκρα.

Θεοτοκίον.
Ἀρετηφόρον, ὑπόδειξόν μοι πορείαν, τὴν ἀπάγουσαν πρὸς οὐρανίους, δόμους Θεοτόκε, Ὑπερευλογημένη.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Στεφάνων οὐρανίων, καὶ ἀλήκτου δόξης, τοὺς σοὺς ἱκέτας ἀξίωσον Ἅγιε, σημειοφόρων Πατέρων, πυξὶς Νεκτάριε.

Χαρίτων μυροθήκη, καὶ θαυμάτων ξένων, στηλογραφία ἡμᾶς πάντας ἥδυνον, νέκταρι θείων εὐχῶν σου, σεπτὲ Νεκτάριε.

Μὴ παύσῃ περισκεπῶν, πάντας οὐρανόθεν, τοῦς προσκυνοῦντας εἰκόνα τὴν θείαν σου, ἐν Καμαρίζῃ Λαυρίου, κλυτὲ Νεκτάριε.

Θεοτοκίον.
Μητράνανδρε Παρθένε, ῥεῖθρον εὐσπλαγχνίας, οἴκτιρον πάντας ἐκθύμως ὑμνοῦντάς σε, ὡς εὐιλάτου Κυρίου Μητέρα πάνσεπτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θαυμασίων ὠκεανός· χαίροις ἰαμάτων, ὁ πολύκροτος ποταμός· χαίροις τῶν νοσούντων, ὁ ἰατρὸς καὶ πάντων, θεραπευτὴς ἀλγούντων, μάκαρ Νεκτάριε.

Ἐν τῇ Καμαρίζῃ περικαλῆ, ἤγειρε ναόν σου, ὁ συνώνυμος τῆς σεπτῆς, ὁσιότητός σου, Νεκτάριε λευίτης, ὃν ἔδειξας θαυμάτων, κρήνην ἀέναον.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ὥσπερ Ἱεράρχης, θεοφόρος καὶ ἀσκητής, θεαυγὴς κινδύνων ἐκλύτρωσαι τοὺς πίστει, σὲ ἀνυμνολογούντας, Πάτερ Νεκτάριε.

Χαίροις ὁ ἐκ πτώσεως εἰς κρημνόν, χάριτί σου σώσας, εὐσεβόφρονας Χαλκιδεῖς, τοὺς προσερχομένους, εἰς τὸν ἐν Καμαρίζῃ, περίβλεπτον ναόν σου, σῶφρον Νεκτάριε.

Χαίροις ὁ τὰ ὄμματα τῶν τυφλῶν, τάχος διανοίγων, θεραπεύων ἐκ ζοφεροῦ, πάθους τοῦ καρκίνου, καὶ σῴζων ἐκ κινδύνου, τροχαίου σοὺς ἱκέτας, Πάτερ Νεκτάριε.

Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς, σῷ ἐν Καμαρίζῃ, τοῦ Λαυρίου Πάτερ ναῷ, καὶ ἐκδεχομένους, Νεκτάριε σὴν χάριν, ἥν ἅπασι παρέχεις ὡς εὐσυμπάθητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν χαρίτων ὀφθέντα ταμεῖον ἄσυλον, ἀρτίως καὶ ἰαμάτων παντοδαπῶν ποταμόν, συμπαθείας τὸν ἀρδεύοντα τῷ νέκταρι, χειμαζόμενων τὰς ψυχὰς εὐφημήσωμεν πιστοί, Νεκτάριον ἱεράρχην, βοῶντες· παῦσον ὀδύνας, ἡμῶν λιταῖς σου, πάτερ Ὅσιε.

Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων ἀπύθμενον πέλαγος, καὶ νεαυγῶν ἰατήρων ἀκρότητα, ἐγκωμιάσωμεν πόθῳ Νεκτάριον, ὡς δωρεῶν οὐρανίων μυράλειπτρον, καὶ νέκταρ χαρίτων ἡδύγευστον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας προσιόντας εὐλαβῶς, τῷ σεπτῷ σου ἐν Καμαρίζῃ, καὶ περιλάμπρῳ ναῷ, φύλαττε Νεκτάριε, ῥύου στενώσεως, ἀλγηδόνων ἀπαλλάττε, ἀεὶ περιφρούρει, σκέπε καὶ διάσῳζε, ἐκ τῆς τοῦ ὄφεως, βλάβης καὶ δεινῶν νοσημάτων, ἵνα τὴν σὴν ἄφθονον χάριν, καὶ τὴν ἀρωγήν σου μεγαλύνωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δεν υπάρχουν σχόλια: