῾Ο ῞Οσιος ̉Ακάκιος ὁ Καυσοκαλυβίτης
(12 ̉Απριλίου)
῾Ο ὅσιος Ἀκάκιος γεννήθηκε στὰ 1630 στὸ χωριὸ Γόλιτζα
(σημερινὸ Ἅγιος Ἀκάκιος) τῆς Καρδίτσας ἀπὸ εὐσεβεῖς γονεῖς. Τὸ κοσμικὸ ὄνομα τοῦ
ἁγίου ἦταν Ἀναστάσιος. Στὰ 23 του χρόνια ποθῶντας τὴ μοναχικὴ ζωῆ ἔρχεται στὴν Ἱερὰ
Μονὴ ἁγίας Τριάδος Σουρβιᾶς ὅπου καί μόνασε.
Ἀργότερα, ἀναζητῶντας περισσότερο τὴν ἡσυχαστικὴ ζωή, ἀναχωρεῖ γιὰ τὸ Ἅγιον
Ὄρος. Κατόπιν περιπλανήσεων σὲ ἡσυχαστήρια τῆς Καψάλας καὶ τῶν Ἱερῶν Μονῶν
Γρηγορίου καὶ Διονυσίου, κατέληξε στὰ Καυσοκαλύβια, ἀρχικὰ στὴν περιοχὴ τῆς
Μεταμορφώσεως στὰ 1660 καὶ ἀργότερα στὰ 1680 στὴν περιοχὴ τῆς σημερινῆς Σκήτης.
Κάτω ἀπὸ ἀντίξοες καιρικὲς συνθῆκες, μὲ μεγάλες δυσκολίες διαβιώσεως καὶ
μὲ ὑπερβολικὴ ἄσκηση, εἵλκυσε τὴ Χάρη τοῦ Θεοῦ, ποὺ τὸν ἀντάμειψε μὲ πολλὲς ἀρετὲς
καὶ χαρίσματα, ὅπως ἡ διορατικότητα.
Μὲ τὸν καιρό, ἀρκετοὶ ἀσκητὲς μοναχοί τόν ἔκανα γεροντά τους. Ἕνα θαῦμα
ποὺ ἔκανε ὁ ὅσιος (ἔβγαλε ἁγίασμα στὴν ἄνυδρη γῆ τῶν Καυσοκαλυβίων), ἔδωσε νέα
ὤθηση στὴν ἀκμὴ τῆς Σκήτης, ποὺ ἀφιερώθηκε στὴν Ἁγία Τριάδα.
Ὁ ὅσιος Ἀκάκιος, πλήρης ἡμερῶν
παρέδωσε τὴν ἁγία του ψυχὴ στὸν Κύριο, ποὺ τόσο πολὺ πόθησε ἀπὸ μικρὸ παιδί, σὲ
ἡλικία 100 ἐτῶν, τὴν Κυριακὴ τῶν Μυροφόρων στὶς 12 Ἀπριλίου 1730. Τήν ἡμερομηνία
αὐτή τιμᾶται ἡ μνήμη του
εἰς τὸν ῞Οσιον ̉Ακάκιον τόν Καυσοκαλυβίτην
τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς
ρμβ´ (142ος) Κύριε εἰσάκουσον… καὶ ἐν συνεχείᾳ ὁ Χορὸς σὲ Ἦχον δʹ λέγει τὸ: Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (τετράκις).
Εἴτα τὰ ἑξῆς Ἦχος δʹ. Ὁ ὑψωθεὶς
ἐν...
Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες, τῶν μοναζόντων οἱ χοροὶ καὶ
προσπέσωμεν, ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς, ῥῦσαι τοὺς ἱκέτας σου, ̉Ακάκιε τρισμάκαρ, πάσης περιστάσεως καὶ ἐκ
νόσων ποικίλων, καὶ τὸν Χριστὸν εὐμένισον ταχύ, σὲ γὰρ προστάτην ἀκοίμητον
ἔχομεν.
Δόξα Πατρὶ... ̉Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου πολίτης...
Καυσοκαλυβίων τὸ κλέος καὶ τοῦ ῎Αθωνος
στέφανος,* τῶν ῾Οσίων Πατέρων μιμητὴν καὶ ὁμότροπον,* ̉Ακάκιον τιμήσωμεν πιστοὶ,* τὸν μέγα τοῦ Σωτῆρος
ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς,* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς σου τὰ κρείττονα.
Καὶ νῦν… Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς
δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ
γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο
ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙ σοὺς γὰρ δούλους
σώζεις ἀεὶ, ἐκ παντοίων
δεινῶν.
῾Ο Νʹ
(50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ
α´. ῾Υγράν διοδεύσας...
Προσπίπτομεν πάντες δεητικῶς, πρὸς σε, Θεοφόρε, καὶ αἰτοῦμεν
σὴν ἀρωγήν, ἣν τάχος, ̉Ακάκιε, παράσχου,
ἡμῖν τοῖς ἀναξίοις ἱκέταις σου.
Χαρὰν τὴν οὐράνιον, Θαυμαστέ, παράσχου ἱκέταις, σοῦ δεόμεθα
ταπεινῶς, καὶ διὰ λιτῶν σου πρὸς τὸν Πλάστην, εἰρήνην παράσχου, ἡμῖν, ̉Ακάκιε ἔνδοξε.
Σωμάτων, ̉Ακάκιε, ἰατρόν,
ἀνέδειξε Κτίστης καὶ τῶν πάντων Δημιουργός, διὸ σοι προστρέχουσι τὰ πλήθη, καὶ
ἐξαιτοῦσι ὑγείαν, ῾Οσίαθλε.
Παρθένε
προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἣν τάχος παράσχου
σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς, Θεοδόξαστε.
ᾨδὴ
γ´. Οὐρανίας ἁψῖδος…
̉Ορθοδόξων ἐδείχθης, φρουρὸς ὁ ἀκοίμητος, καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ
τὸ πρότυπον, τῶν δὲ νοσοῦντων ἀεὶ, σὺ ἰατρὸς ἀνεδείχθης, καὶ χηρῶν ὑπέρμαχος,
μάκαρ ̉Ακάκιε.
̉Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Αγιε,
ὁ τῶν οὐρανῶν Κυβερνήτης, διὸ σοι ἅπαντες, γονυκλινῶς, θαυμαστέ, τὰς χείρας
αἴρομεν πόθῳ, καὶ αἰτούμεθα πίστει, τὴν μεσιτείαν σου.
̉Εκ τροχαίου, Θεόφρων, σὺ διαφύλαξον, πάντας τοὺς
προστρέχοντας πόθῳ, πρὸ τῆς εἰκόνος Σου, καὶ
ἐξαιτοῦντας θερμῶς, τὴν σὴν βοήθειαν
πίστει, καὶ Χριστὸν
δοξάζοντας,
μάκαρ ̉Ακάκιε.
Θεοτοκίον.
῎Ω Πανάχραντε
κόρη, χριστιανῶν καύχημα, καὶ τῶν ὀρθοδόξων τὸ κλέος, σὺ μὲ προστάτευσον, ἐκ τῶν
βελῶν τοῦ ἐχθροῦ, καὶ ἐκ δολίων ἀνθρώπων, καὶ παθῶν, Πανάμωμε, ψυχῆς ἁπάλλαξον.
Διάσωσον, ἐκ
πάσης βλάβης ἱκέτας σου, ἀθλοφόρε, ὅτι πάντες πρὸς σὲ ἀεὶ, πιστῶς κατάφεύγομεν,
τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
̉Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις
ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κάθισμα Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Πρεσβείαν τὴν σὴν, αἰτοῦμεν οἱ ἀνάξιοι˙ διὸ τῶν πιστῶν, τὰ πλήθη σοι
προσφεύγουσι, καὶ θερμῶς βοῶσι σε, ̉Ακάκιε, σκέπασον ἅπαντας, καὶ ἐκ τροχαίων φύλαττε ἡμᾶς, τοὺς σοι θερμῶς ἀεὶ καταφεύγοντας.
῾Αποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ πάτερ ̉Ακάκιε, τῆς σαρκὸς μου τὰ σκιρτήματα, καὶ τῶν
ἁμαρτάδων μου τὴν ζόφωσιν.
Τοὺς ἰοὺς ἐξαφάνισον, καὶ τοὺς ̉ Ορθοδόξους ταχὺ
προστάτευσον, ̉Ακάκιε, σοῦ δεόμεθα, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.
Τέκνα τάχος σὺ δώρησον, τοῖς ποθοῦσι, θαυματουργὲ ̉Ακάκιε, καὶ παράσχου ῥώσιν ἅπασι, τοῖς σοι
πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον, τὸν ἱκέτην, Δέσποινα
Θεονύμφευτε, καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας, ὑγιείαν δίδου, Παναμώμητε.
Δίδου τοῖς πιστοῖς* ὑγιείαν, ἀκατάβλητε,* καὶ τῶν νοσοῦντων
γενοῦ θεραπευτής,* ὁσίων κλέος* καὶ τῶν πιστῶν καταφύγιον.
Νεύσεις ἱερᾶς*
σὺ παράσχου μοι, πανένδοξε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δοξάζω*
Χριστὸν τὸν ποιητὴν τοῦ σύμπαντος.
Νόσων ἰατρὸς*
ἀνεδείχθης, Θαυματόβρυτε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν
παρασχεῖν ὑγείαν, ἔνδοξε.
Θεοτοκίον.
Πάντας τοὺς
πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Θεοτόκε Μαριάμ,* καὶ βιώσαι
τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...
Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκ πασῶν τῶν συμφορῶν, θεοφόρε·* σὺ
καταφυγὴ ἡμῶν τῶν ἀλγούντων* ὡς καὶ λιμὴν ἀνεδείχθης ἀκύμαντος*, σοῦ δέομαι,
θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.
̒Ως τεῖχος, καταφυγῆς
καλοῦμέν σε,* Ὀρθοδόξων
οἱ χοροὶ θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν Ὅσιε πάντιμε,* δεόμεθά
σου ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
̉Απαύστως σὲ ἀνυμνῶ, πανένδοξε,* καὶ δοξάζω μετὰ πόθου ὁ
τάλας* καὶ σοι προσπίπτω δεόμενος, πίστει* ἐκ τῆς καρδίας μου τάχος ἐξάγαγε*
τὴν οἴησιν τὴν μισεράν* ἥν, θεόφρον, ὁ Πλάστης βδελύσσεται.
Θεοτοκίον.
Παρθένε πρὸς σὲ προσφεύγομεν πάντες* καὶ θερμῶς Σὲ ἱκετεύομεν πίστει* τὸν
σὸν Υἱὸν* ἐξευμένισον, κόρη,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* ὡς καὶ ἐκ τῶν
διαπλοκῶν* ἃς ὁ ὄφις ἐκφαίνει, Πανύμνητε.
Διάσωσον* ἐκ
πάσης βλάβης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὸς σὲ ἀεὶ* πιστῶς κατάφεύγομεν,*
τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Προστασία.
̉Αντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ ἡμῶν τῶν
πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος* μὴ παρίδης Χριστιανῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον
σὺ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς ἐκβοῶντων σοι,* τάχυνον εἰς
πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* ὡς ἀντιλήπτωρ τῶν πιστῶν,* ̉Ακάκιε θαυματόβρυτε.
Καὶ εὐθὺς τὸ Προκείμενον Ἦχος δʹ.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (δίς)
Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ
τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου...
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ,
καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ
οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ
Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ
πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι
χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν
μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι
τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ
καὶ σκιρτήσατε˙ ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
῾Ο Χορός:
Δόξα Σοι Κύριε, δόξα Σοι.
Δόξα Πατρί καί…
Ταῖς τοῦ σοῦ Ὁσίου* πρεσβείαις, Ἐλεῆμον,*
ἑξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί…
Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,*
ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς με,* σὺ τοῦ Χριστοῦ στρατιώτα,* ̉Ακάκιε Ὅσιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου
σου,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξεύματα,* σκέπην
οὐκέκτημαι,* οὐδὲ καταφύγιον ῞Αγιε, πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω
πλὴν σου,* κλέος τῶν ̉Αγγέλων* καὶ
δόξα ̉Ορθοδόξων, θαυμαστέ,* μὴ μοῦ
παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Εκ δεινῶν καὶ κινδύνων* καὶ ἀνάγκης καὶ
θλίψεως ἐλευθέρωσον* ἡμᾶς, πνευματοφόρε,*
τοὺς πίστει ἐξαιτοῦντας* καὶ ἐν πόθῳ κραυγάζοντας˙* ῾Ο τῶν Πατέρων ἡμῶν,*
Θεὸς εὐλογητὸς εἶ.
̉Επηρείας παντοίας* καὶ δεινῶν ἀῤῥωστείας
ῥῦσαι, ̉Ακάκιε,* τοὺς πόθῳ τε καὶ
πίστει,* προστρέχοντάς σοι, Πάτερ,* καὶ θερμῶς ἀνακράζοντας˙* ῾Ο τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ
παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χριστοῦ,*
̉Ακάκιε φωσφόρε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις*
θάῤῥος ὁμολογίας* ὡς καὶ πίστιν ἀκλόνητον,* ἵνα δοξάζωμεν Σέ* τὸ εὔχος τῶν
̉Αγγέλων.
ᾨδὴ η´. Τὸν Βασιλέα...
Τὰς ἐπιθέσεις* τοῦ ἀοράτου βελίαρ,*
φυγαδεύεις πρεσβείαις σου, μάκαρ,* καὶ τοὺς ἐν ἀνάγκαις, κουφίζεις θεοφόρε.
̉Αδυναμίας τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ
Πλάστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαράν,
̉Ακάκιε, παρέχει.
Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης*
διαφύλαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ Κτίστου.
Θεοτοκίον.
̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος*
φυγαδεύεις, Παρθένε Μαρία,* καὶ πιστῶν καρδίας* πληρεῖς μετ̉ εὐφροσύνης.
Νοσούντων καὶ πλεόντων* καὶ τῶν ἐν κινδύνοις* φρουρὸς ἐδείχθης ἀκοίμητος,
῞Οσιε,* καὶ τῶν στενόντων ἐκ πόνων* τὸ παραμύθιον.
῾Ημᾶς ὁδοιποροῦντας*
μὴ ἐγκαταλείπεις* ἀλλά παράσχου,
̉Ακάκιε,* σὴν ἀρωγὴν* καὶ ἐκ χειρῶν τοῦ Βελίαρ* τάχος διάσωσον.
Ψυχὰς κεκοιμημένων* μὴ ἐγκαταλείπεις* ἀλλά
Υἱὸν Σου, εὐμένησον,* Μῆτερ Θεοῦ,* καὶ ἐκ πυρός τοῦ ἀσβέστου* ταῦτας
διάσωσον.
Καὶ εὐθύς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς*
μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ
Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξο τέραν ἀσυγκρίτως τῶν
Σεραφείμ,* τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ψάλλουσι
πανδήμως σεμνοπρεπῶς,* μοναζόντων τάξεις,*
̉Ορθοδόξων τε οἱ χοροί,* θεσπεσίους ὕμνους,* ̉Ακάκιε θεόφρον,* καὶ δοξολογοῦσι Χριστόν, τὸν
σε δοξάσαντα.
Καυσοκαλυβίων
τὸν οἰκιστὴν* καὶ τῶν ἐν τῷ ῎Αθω* μοναζόντων ὑπογραμμὸν,* χηρῶν τὸν προστάτην*
καὶ ὀρφανῶν τροφέα,* Ακάκιον ἀπαύστως* πιστοὶ ὑμνήσωμεν.
Δεῦτε εὐφημήσωμεν
οἱ πιστοὶ* τῶν ῾Οσίων κλέος* καὶ νοσοῦντων τὸν ἰατρόν,* πλεόντων προστάτην*
καὶ πάντων ὁδοδείκτην,* ̉Ακάκιον τὸν θεῖον,*
καὶ Θεοδόξαστον.
Νέος
στρατιώτης τοῦ ̉Ιησοῦ,* ̉Ακάκιε, ἐδείχθης* ἐν τῷ ῎Αθωνι τῷ σεπτῷ* ἔνθα
ἡγιάσθῃς* διὰ πολλῶν ἀγώνων* καὶ
ἔλαβες στεφάνους,* παρὰ τοῦ
Κτίσαντος.
Τὴν ῾Ελλάδα φύλαττε ταπεινῶς,* ̉Ακάκιε μάκαρ,* σοῦ δεόμεθα οἱ πιστοὶ* καὶ ἐκ
τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, θεόφρον,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
Δεῦτε ἀσπασόμεθα
εὐλαβῶς* θήκην τῶν λειψάνων,* ̉Ακακίου
τοῦ θαυμαστοῦ,* ἃ τοῖς αἰτοῦσι* μετάνοιαν καὶ πίστιν* ὑγείαν καὶ εἰρήνην* ταχὺ
παρέχουσι.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, ̉Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς
Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο
Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς). Παναγία Τριάς,… Κύριε, ἐλέησον
(τρίς). καὶ… Πάτερ ἡμῶν… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸ
̉Απολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου…
Καυσοκαλυβίων τὸ κλέος καὶ τοῦ ῎Αθωνος
στέφανος* τῶν ῾Οσίων Πατέρων μιμητὴν καὶ ὁμότροπον,* ̉Ακάκιον, τιμήσωμεν πιστοὶ* τὸν μέγα τοῦ Σωτῆρος
ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς
σου τὰ κρείττονα.
῾Ο ῾Ιερεύς: Δέησις καὶ ποιεῖ
μικρὰν ἀπόλυσιν.῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ
… Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν πιστῶν
ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δέχου
παρακλήσεις μοναστῶν,* δέχου τῶν πιστῶν ἱκεσίας,* ̉Ακάκιε θαυμαστέ,* ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς
τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως φωσφόρε,* σὲ ἐπικαλούμεθα
καὶ ἱκετεύομεν˙* δίδου ̉Ορθοδόξοις ὑγιείαν*
καὶ τοὺς σοι προσφεύγοντας πίστει* ῥῦσαι ἐκ ποικίλων ὄγκων, Θεοδόξαστε.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ
λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα
μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ
ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν
῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ
ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ̉Αμήν.
῞Αγιος ̉Αρσένιος
̉Επίσκοπος ̉Ελασςῶνος
(1626)
(῾Η
μνήμη τοῦ ἑορτάζεται τὴν 13ῃ ̉Απριλίου)
῾Ο ἅγιος
Ἀρσένιος γεννήθηκε στὸ χωριὸ
Καλογριανὰ Καρδίτσης τὸ 1550. Πατέρας του ἦταν ὁ ἱερεὺς Θεόδωρος, μητέρα του ἡ Χρυσάφη, ἡ ὁποία, μετὰ τὸν θάνατο τοῦ συζύγου της, ἔγινε μοναχή.
Τὰ πρῶτα γράμματα ἔμαθε ἀπὸ τὸν ἀδελφό του Ἰωάσαφ καί ἀργότερα ἐμαθήτευσε στὰ Τρίκαλα, στόν Ἱ. Ν. Παναγίας Ἐπισκέψεως. Τήν περίοδο αὐτὴ ἐκάρη μοναχός καὶ ἐμόνασε στὴ μονὴ
Δουσίκου, ὅπου καὶ χειροτονήθηκε ἱερεύς. Τό 1584 χειροτονήθηκε ἐπίσκοπος Ἐλαςσῶνος. ῾Ο Πατριάρχης Κων/πόλεως τόν ἔστειλε στή Ρωσία ὅπου
παρέμεινε μέχρι τὴν κοίμησίν του, τὸν Ἀπρίλιο τοῦ 1626.
Ἡ Ρωσικὴ Ἐκκλησία τὸ 1982 τὸν κατέταξε στὴ χορεία τῶν Ἁγίων καὶ ἡ μνήμη του ἑορτάζεται στὶς 13 ̉Απριλίου.
Τὸ 2006 ἦλθαν στὴν ̉Ελασσώνα τμήματα ἐκ
τῶν ἱερῶν λειψάνων του τὰ ὁποία τοποθετήθηκαν στὸν ῾Ιερὸ Ναό, ποὺ εἶναι ἀφιερωμένος
στὸν ἅγιο. ̉Απότμημα ἀπὸ τὰ λείψανά του
φυλάσσεται στὸν ῾Ιερὸ Ναὸ Παναγίας
̉Επισκέψεως Τρικάλων.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον ̉Αρσένιον ̉Επίσκοπον ̉Ελασςῶνος
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση
Εὐλογήσαντος
τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος
δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοί
καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Οσιε,
βοήθησον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέψῃς
ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,*
̉Αρσένιε ἔχομεν.
Δόξα
Πατρὶ... ̉ Απολυτίκιον ῏Ηχος αʹ. Τῆς ἐρήμου.
Τῆς Ρωσίας τὸ κλέος* καὶ ̉Ελασσῶνος τὸν πρόμαχον,* τῶν Τρικάλων
προστάτην* καὶ Καλογριανῶν γόνον, ἔνδοξον,*
̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν
̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς
βοῶσί σοι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσαντι˙* Δόξα τὸν ἐν
ἐσχάτοις χρόνοις καὶ καιροῖς* σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.
Καὶ νῦν
καὶ ἀεὶ... Θεοτοκίον.
Οὐ
σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν*
ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴζεις
ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ
Νʹ. Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[2].
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
Τὰς
χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ̉Αρχιθύτα τῶν Τρικκαίων τὴν καλλονήν,* καὶ τὴν
σὴν βοήθειαν αἰτοῦμαι* ἣν δώρησόν μοι τάχος, ̉Αρσένιε.
Τὸν
Κτίστην ἠγάπησας ἐκ παιδός,* διὸ σὲ κατέστησεν, ̉Αρσένιε, πρεσβευτήν* ἡμῶν τῶν ἀχρείων, ὁ
Δεσπότης,* ὃν εὐμένησον σοῦ πάντες δεόμεθα.
Εἰρήνην
παρέχει, θαυματουργέ,* λιταῖς σου ὁ Κτίστης,* ὃν ἱκέτευε ἐκτενῶς,* ὅπως ἡμῖν
παράσχῃ ὑγιείαν* καί ἐλπίδαν,
̉Αρχιθύτα ̉Αρσένιε.
Θεοτοκίον.
Παρθένε,
ἡ Μήτηρ τοῦ Λυτρωτοῦ* δεόμεθα πάντες* σὺ εὐμένησον Σόν Υἱόν,* ὅπως ἡμῖν τάχος
χορηγήσῃ* τὴν τοῦ ἀσώτου μετάνοιαν, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Ι῾κετεύομεν
πάντες* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γὰρ, ̉Αρσένιε,* τὸν Λυτρωτήν καὶ Σωτήραν,* ἐκ παιδός ἠγάπησας* καὶ ἠκολούθησας.
῾Ορθοδόξων ἐδείχθης*
φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ
νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος,* σοφέ ̉Αρσένιε.
̉Απὸ πάσης ἀνάγκης,*
καὶ τῶν δεινῶν λύτρωσαι*, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει,* μάκαρ ̉Αρσένιε˙* παράσχου πᾶσι σοφὲ,* ἁμαρτημάτων
τὴν γνῶσιν,* καὶ ἐκ πλάνης δαιμόνων,* σῶσον ἱκέτας σου.
Ρ῾αθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,*
διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον,
Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον*
ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν*
ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε̉πιβλεψον ἐν εὐμενεία, πανύμνητε
Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…
Σὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀπροσμάχητον,*
ἐλέους πηγὴ* καὶ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι,* ̉Αρχιθύτα
̉Αρσένιε, πρόφθασον,* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ πίστει
καταφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...
Τὴν ψυχήν μου θεράπευσον* ἐκ τῶν παθῶν,
σὺ ̉Αρσένιε ἔνδοξε,* καὶ τὸ σῶμά μου
προστάτευσον,* ἐκ ποικίλων νόσων, Θεοδόξαστε.
Τοὺς
νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον*
ποιεῖν καλὰς διαγνώσεις, ̉Αρσένιε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αρσένιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι*
τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
ᾨδὴ εʹ.
Φώτισον ἡμᾶς…
Σὲ παρακαλῶ,* ̉Αρχιθύτα
̉Αρσένιε,* τοὺς Ὀρθοδόξους ἐκ πλάνης, θαυμαστέ,* καὶ ἐκ κινδύνων* ταῖς
λιταῖς σου διαφύλαττε.
Κύριον θερμῶς* καθικέτευε, ̉Αρσένιε,* ὅπως
παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανόλβιε.
Υ῾πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ
σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ
πάθη κοίμησον.
Θεοτοκίον.
ᾨδὴ στʹ. Τὴν
δέησιν ἐκχεῶ…
Ε ̉κ βλάβης τῶν φρενῶν διαφύλαττε,*
̉Αρσένιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς
ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.
Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν,* καὶ
δεόμεθα θερμῶς, ̉Αρχιθύτα,* ἐκ τοῦ
καρκίνου διάσωσον πάντας,* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον,* καὶ φύλαξον ἐκ συμφορῶν,* τοὺς ἱκέτας
σου πάντες δεόμεθα.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ
διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον
πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς*
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉
Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως*
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´.
Προστασία…
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν*
καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας
φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων
σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς σοι προσφεύγοντας
θερμῶς,* ̉Αρχιθύτα ̉Αρσένιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον
καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ
ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙
δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν
εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον
ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς
τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ
ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ
φεύγει καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς
φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰμι ὁ
ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει
με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα δεῖ με ἀγαγεῖν
καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ
μέγα…
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς
με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ῞Οσιε ̉Αρσένιε,* ἀλλὰ διαφύλαττε τὸν ἱκέτην
σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ
τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ
καταφεύγω σοι,* καὶ γονυκλινῶς ἱκετεύω σε˙* φύλακα γὰρ πάντων,* προστάτην
καὶ ἀκοίμητον φρουρὸν* καὶ βακτηρίαν ἀκλόνητον,* Σέ, Χριστὸς, ἀνέδειξε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Ρ῾αθυμίας ἀμέτρου*
καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου,*
̉Αρσένιε παμμάκαρ,* προστρέχοντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντα˙*
Χαῖρε, πιστῶν χαρμονὴ* καὶ κλέος τῶν ̉Αγγέλων.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* μυροβόλε
̉Αρσένιε, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πᾶντες
κραυγάζομεν·* Χαῖρε, ῾Ρωσίας χαρὰ* καὶ τῆς ῾Ελλάδος δόξα.
Θεοτοκίον.
Θεοτόκε Παρθένε* σοι προσπίπτομεν
πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤῥος ὁμολογίας* ὡς καὶ
πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.
ᾨδὴ ηʹ. Τὸν
Βασιλέα…
Τὸν Βασιλέα* καθικέτευε, τρισμάκαρ,*
πάντες θερμῶς βοῶμεν ἀπαύστως,* ὅπως καταπέμψῃ ἡμῖν τὴν Θείαν Χάριν.
Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς
σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς
γονέας* χαρὰν, ̉Αρσένιε, παρέχει.
Θεοτοκίον.
Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις*
βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς
τοῦ αἰωνίου.
ᾨδὴ
θʹ. Κυρίως Θεοτόκον…
Α̉ ρσένιε θεόφρων,* σκέπασον τὴν
Τρίκκην* καὶ ἐκ τοῦ σεισμοῦ διάσωσον δέομαι* καὶ τοὺς
ἐν αὐτῇ οἰκοῦντας* πίστιν παράσχου σύ.
Τὰ ἄλγη θεραπεύεις,* ̉Αρσένιε μάκαρ,*
διὸ τὴν σοι ἐξαιτοῦμεν βοήθειαν,* ἣν σύ παράσχου ἀπαύστως* ἡμῖν, Θεόπνευστε.
Τοὺς ὄγκους θεραπεύεις,* νόσους ἐκδιώκεις* καὶ πιστοῖς παρέχεις τάχος τὰ κρείττονα,* ὦ ̉Αρχιθύτα Χριστοῦ,* ̉Αρσένιε μάκαρ.
Θεοτοκίον.
Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων*
καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ,
Θεονύμφευτε.
Καὶ εὐθὺς τὰ
Μεγαλυνάρια.
Α῎ξιόν ἐστιν
ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,*
τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, τῆς ῾Ρωσίας μυσταγωγὸς* καὶ τῆς ̉Ελασσῶνος, ̉Αρχιθύτης θεοφιλής.* Χαίροις, ὁ
ἐν Τρίκκῃ τὰς γνώσεις κατακτήσας* καὶ Καλογριανῶν ὁ γόνος, μάκαρ ̉Αρσένιε.
Χαίροις, ἀσθενούντων
ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῶν Τρικκαίων,* ἀγλάϊσμα
καὶ κλέος* καὶ τῶν πιστῶν ἡ δόξα,* μάκαρ
̉Αρσένιε.
Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ
πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου,* ̉Αρσένιε θεόφρον,* πιστῶν τὸ καύχημα.
Σκέπαζε, ̉Αρσένιε θαυμαστέ,* πάντας τοὺς συζύγους* καὶ
τὰ τέκνα αὐτῶν σοφέ.* Φύλαττε ἐκ νόσων,* σατανικῶν παγίδων* καὶ ὀλιγοπιστίας*
τοὺς σὲ γεραίροντας.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,*
Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,*
ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι
ἡμᾶς.
Εἶτα ὁ Χορὸς: Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος ̉Αθάνατος ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
̉Αμήν.
Παναγία τριάς,
ἐλέησον ἡμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τὰς ἀνομίας
ἡμῖν. ῞Αγιε, ἐπισκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός
σου.
Κύριε ἐλέησον
(τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ̉Αμήν.
Πάτερ ἡμῶν, ὁ ἐν
τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτῳ τό
θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν ἡ βασιλεία
…
Ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸ ̉̉̉Απολυτίκιον. ῏Ηχος αʹ. Τῆς ἐρήμου…
Τῆς
Ρωσίας τὸ κλέος* καὶ ̉Ελασσῶνος τὸν
πρόμαχον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογριανῶν γόνον, ἔνδοξον,* ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰάσεις
παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσι σοί˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ
θαυμαστώσαντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς σὲ καὶ ἐν ῾Ελλάδι
δοξάσαντι.
Δέησις, ̉ Απόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ
τῆς ἱερᾶς σου εἰκόνας,* ̉Αρσένιε ἔνδοξε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ
χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ
ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ, τῶν Τρικκαίων τὸ κλέος,* καὶ τῆς ̉Ελασσῶνος ποιμένας* ὀρφανῶν καὶ χηρῶν σὺ εἶ
καταφύγιον.
῏Ηχος πλ. δ’.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν
δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β’.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
῾Ο Χορός: ̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου