Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 4 Ιουλίου 2009

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΚΤΑΡΙΟΝ



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΚΤΑΡΙΟΝ
ΕΠΙΣΚΟΠΟΝ ΠΕΝΤΑΠΟΛΕΩΣ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμός 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαιτὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Ἦχος δ.΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἱεράρχῃ τοῦ Χριστοῦ Νεκταρίῳ τῷ δοξασθέντι δωρεαῖς οὐρανίαις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς˙ Ἅγιε Νεκτάριε, Ὀρθοδόξων προστάτα, πάσης ἡμᾶς λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πειρασμῶν καὶ νόσων χαλεπῶν τούς καταφεύγοντας, Πάτερ, τῇ σκέπῃ σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τὸ αὐτό.
Ὡς εἰληφὼς παρὰ θεοῦ ἐξουσίαν τοῦ θεραπεύειν τάς δεινὰς καχεξίας, τῶν προσιόντων, Πάτερ τοῖς λειψάνοις σου, ἴασαι δεόμεθα, τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πικραῖς ἀλγηδόσι καὶ ἐν εἰρήνῃ φύλαττε ἡμάς, ταῖς σαῖς πρεσβείαις, Νεκτάριε Ὅσιε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνωνϗ Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρουςϗ Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
Ρύσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄
Ὑγρὰν διοδεύσας.
Πληγεὶς τῇ κακίᾳ τοῦ δυσμενοῦς, τῇ σῇ ἀντιλήψει, καταφεύγω ἀναβοῶν. Εἰρήνευσον Πάτερ, τὴν ζωήν μου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν μοι δώρησαι.
Ἁγίως ἀνύσας σου τὴν ζωήν, ἀεὶ ἁγιάζεις, καὶ λυτροῦσαι παντὸς κακοῦ, Νεκτάριε Πάτερ θεοφόρε, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου.
Θαυμάτων δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον, Πάτερ, ἀσθενείας ὀδυνηράς, τῶν τὴν σὴν βοήθειαν ζητούντων θαυματουργὲ Ἱεράρχα Νεκτάριε.
Θεοτοκίον.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη, εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης μὲ πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, καὶ ἐπιθέσεων, τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθὴς Ἱεράρχης, ἀσινεῖς διάσωζε, τοὺς σὲ γεραίροντας.
Νέκταρ ἄϋλον θεῖον, τῆς θεϊκῆς χάριτος, ἧς παρὰ Θεοῦ ἐκομίσω βλύζει ἑκάστοτε, ἡ θεία κάρα σου, καὶ τῶν παθῶν τὴν πικρίαν, ἀπελαύνει Ἅγιε, ἐκ τῶν ψυχῶν ἡμῶν.
Ἐν ὀδύναις καὶ πόνοις, καὶ θλιβεραῖς μάστιξι, Πάτερ, τὴν ζωήν μου ἀνύων, πρὸς σὲ κατέφυγον˙ μὴ οὖν παρίδῃς με, ἀλλὰ τῇ σῇ ἐπισκέψει, ἐκ τῶν συνεχόντων μὲ. δεινῶν ἀπάλλαξον.
Θεοτοκίον
Καταφύγιον κόσμου, καὶ ἀρραγὲς στήριγμα, Κεχαριτωμένη Παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος, σκέπε καὶ φύλαττε.
Διάσωσον ἐκ πάσης βλάβης καὶ θλίψεως, Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

(Μνημονεύομεν ἐκείνους δι΄οὕς ἡ Παράκλησις τελεῖται)
Ἦχος β΄.Πρεσβεία θερμή.
Πηγὴ δαψιλής, ἰάσεων ἐν Πνεύματι, ἐδείχθη σοφέ, ἡ θήκη τῶν λειψάνων σου, ἰᾶται γὰρ τοὺς πάσχοντας, καὶ ὑγείαν καὶ ῥῶσιν χαρίζεται, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ Νεκτάριε Πάτερ ἱερώτατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Μονήν σου Νεκτάριε, πάσης ἐπηρείας ἀνεπηρέαστον, τοῦ δολίου πολεμήτορος, Πάτερ διατήρει τῇ σῇ χάριτι.
Ἀσθενεῖς τοὺς προστρέχοντας, Πάτερ πανταχόθεν τῇ θείᾳ Μάνδρᾳ σου, θεραπείας καταξίωσον, καὶ τὴν λύπην τούτων διασκέδασον.
Ρῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα Νεκτάριε, καὶ πταισμάτων ἀπολύτρωσιν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον
Ἴθυνόν με Πανάμωμε, πρὸς τῆς μετανοίας ὁδὸν σωτήριον, καὶ παθών μου τὰ σκιρτήματα, νέκρωσον εἰς τέλος καὶ ἀφάνισον.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Εὗρέ σε θερμόν, ἀντιλήπτορα ἡ Αἴγινα διὰ τοῦτο σου τῇ χάριτι ἀεί, καταφεύγει καὶ λυτροῦται πάσης θλίψεως.
Ἤρεμον ζωήν, διανύειν καὶ ἀτάραχον, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς καταξίωσον ἡμᾶς, Πάτερ Νεκτάριε.
Μέγαν σέ φρουρὸν καὶ προστάτην, πάτερ Ὅσιε, κεκτημένη ἡ Μονή σου, ἡ σεπτή, ἐγκαυχᾶται τῇ ταχείᾳ ἀντιλήψει σου.
Θεοτοκίον
Ἄχραντε Ἁγνή, τοῦ Θεοῦ Μῆτερ ἀπείρανδρε, τοὺς ἐλπίζοντας τῇ σκέπῃ σου ἀεί, ἀνωτέρους πάσης βλάβης διατήρησον.

ᾨδὴ στ ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, καὶ τῶν ψυχῶν τάς ὁδύνας, ἐπικούφισον Νεκτάριε Πάτερ, τῶν πρὸς τὴν σὴν ἀφορώντων πρεσβείαν καὶ τάς καρδίας ἡμῶν χαρᾶς πλήρωσον, καὶ ἀθυμίας χαλεπῆς, ἐξ ἡμῶν τὴν ὁμίχλην διάλυσον.
Ρυσθῆναι πειρατηρίων, παντοίων καὶ σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων, καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων, τὸν Πανοικτίρμονα Λόγον ἱκέτευε, Νεκτάριε θαυματουργέ, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ὑψόθεν ὡς συμπαθὴς ἐποπτεύων, καὶ ἀπαύστως προστατεύων μὴ παύσῃ τῆς ἱερᾶς σου Μονῆς θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τὴν σορὸν τῶν ἁγίων λειψάνων σου.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτὴν τῶν ἀνθρώπων, τὸν φιλάνθρωπον κυήσασα Λόγον, σῶσον με Κόρη τῇ σῇ προστασίᾳ, τῆς πονηρᾶς τυραννίδος τοῦ χείρονος, καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ἐπίδοσιν βίου βελτίονος.
Διάσωσον ἐκ πάσης βλάβης καὶ θλίψεως Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Και πάλιν δέησις.
Κύριε ἐλέησον (12 φορές)
Κοντάκιον.
Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν.
Πεπτωκότων ἐπανόρθωσις γέγονας, καὶ τῶν κλονουμένων Νεκτάριε στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς παρὰ Κυρίου δοξασθεὶς˙ ἀλλὰ πάντοτε καὶ ἡμᾶς, τῶν ἐν τῷ βίῳ πειρασμῶν ἀνωτέρους διάσωζε, ἄφεσιν τῶν πταισμάτων, καὶ ρῶσιν καὶ σωτηρίαν, αἰτούμενος παρὰ Θεοῦ, Ἱεράρχα ταῖς ψυχαῖς ἡμῶν.

Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην…
Στίχ. Τίμιος ἐναντίον Κυρίου…
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος. Ἐγώ εἰμί ἡ θύρα˙ δι’ ἐμοῦ ἐὰν τὶς εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ καὶ ἀπωλέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλὸς˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσί τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει˙ καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστι καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ ειμί ὁ Ποιμὴν ὁ καλὸς˙ καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τήν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας Ὅσιε, νοηταῖς λάμψεσι, τῶν ἐν σοὶ χαρίτων, καταυγάζων τάς ψυχὰς ἡμῶν, καὶ τῶν ἰάσεων, ταῖς μαρμαρυγαῖς λύων πάντοτε, Δαιμόνων τὴν σκοτόμαιναν, καὶ ἀρρωστημάτων τὴν ζόφωσιν ὅθεν σοί βοῶμεν. Μὴ παύσῃ ἐκλυτρούμενος ἡμᾶς, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ παντοίων θλίψεων.
Ὁ Ἱερεὺς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου,Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν˙ τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου˙ τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον. (12 φορές)

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων ποικίλων, πειρασμῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ φθόνου καὶ κακίας, ἀνθρώπων κακοτρόπων, ἀσινεῖς διαφύλαττε, τοὺς σὲ τιμῶντας ἀεί, Νεκτάριε παμμάκαρ.
Ἰατρεύων ἀπαύστως, χαλεπὰς ἀσθενείας Πάτερ Νεκτάριε, τῶν πίστει προσιόντων, τοῖς θείοις σοῦ λειψάνοις, ἀρωγὸς ἐτοιμότατος, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῶν εὐσεβούντων ὤφθης.
Γέρας ἔνθεον ὤφθης, καὶ διάδημα νέον, Πάτερ Νεκτάριε, τῇ νήσῳ τῆς Αἰγίνης, ἥτις ἀεὶ προστρέχει, τῇ πρεσβείᾳ σου Ἅγιε, καὶ τῆς εὐνοίας τῆς σῆς, τρυγὰ τάς ἀντιλήψεις.
Θεοτοκίον.
Ἐντολῶν με πρὸς τρίβον, τοῦ ἐκ Σοῦ σαρκωθέντος Κόρη, ὁδήγησον, πυλῶν τῆς ἁμαρτίας, ἐξαίρουσα Παρθένε, τὴν ροπὴν τῆς καρδίας μου, ἵνα ὑμνῷ Σε ἀεί, σωθεὶς τῇ χάριτί Σου.

Ωδή η΄. Τον Βασιλέα.
Ροῦν τῆς κακίας, τὸν κατακλύζοντα Πάτερ, τῆς καρδίας μου τοὺς αὔλακας εἰς τέλος, ξήρανον δυνάμει τῶν θείων πρεσβειῶν σου.
Ἀσθενειῶν σε, θεραπευτὴν ἐγνωκότες, καταφεύγομεν τῇ Κάρᾳ σου τῇ Θείᾳ ἵνα λυτρωθῶμεν, μαστίγων ἐπωδύνων.
Σκέπε ἀπαύστως, τὴν σὴν Μονὴν τὴν Ἁγίαν, καὶ πρυτάνευε αὐτῇ τῇ σῇ πρεσβείᾳ Πάτερ Ἱεράρχα, τάς Πατρικὰς σου δόσεις.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ τοῦ ὄφεως κακίστῃ ἐπηρείᾳ καὶ καταύγασον με, φωτὶ τῆς ἀπαθείας.
Ωδή θ΄. Κυρίως Θεοτόκον.
Μανίας ἡμᾶς ῥῦσαι, ἐχθροῦ τοῦ ἀοράτου καὶ τῶν ἐν βίῳ δεινῶν περιστάσεων,τοὺς καταφεύγοντας Πάτερ ὑπὸ τὴν σκέπην σου.
Ὀδύνης ψυχικῆς με, καὶ τῶν ἀλγημάτων, τῶν ἐν τῷ σώματι Πάτερ ἀπάλλαξον, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ πλουσίᾳ χάριτι.
Ὑπὲρ τῆς εὐαγοῦς σου, Μάνδρας ἐκδυσώπει, καὶ τῆς Αἰγίνης Χριστὸν τὸν φιλάνθρωπον, καὶ τῆς Ἑλλάδος ἁπάσης Πάτερ Νεκτάριε.
Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη˙ σὺ γὰρ ἀπαύστως ὡς μήτηρ φιλόστοργος, σκέπεις καὶ τρέφεις καὶ θάλπεις ἡμᾶς ἑκάστοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή˙ πρὸς Σὲ καταφεύγω, τὴν Κεχαριτωμένην˙ ἐλπὶς ἀπηλπισμένων, Σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων Σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ Σοῦ τεχθέντα˙ Ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως Σοι τὴν ὠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ, χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα Σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Μεγαλυνάρια.

Τὸν τῆς εὐσεβείας νέον πυρσόν, καὶ τῆς Ἐκκλησίας τὸν φωστῆρα τὸν φαεινόν, τὸν θερμὸν προστάτην, καὶ ἔφορον Αἰγίνης, Νεκτάριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.
Χαίρεις ὁ νεόρρυτος ποταμὸς ὁ τὰ νεκταρώδη τῶν χαρίτων τῶν θεϊκῶν, ρεῖθρα πελαγίζων, τῇ θείᾳ ἐπομβρίᾳ, Χριστοῦ τῇ Ἐκκλησίᾳ Πάτερ Νεκτάριε.
Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἐν ἐσχάτοις χρόνοις, ὥσπερ λύχνος θεολαμπής, νοητῶς λαμπρύνεις, πιστῶν τάς διανοίας, τῇ καθαρᾷ ζωῇ σου Πάτερ Νεκτάριε.
Χαίρεις τῆς Αἰγίνης ὁ θησαυρός, καὶ τῶν Ὀρθοδόξων, ἀντιλήπτωρ καὶ βοηθὸς˙ χαίροις τῆς Ἑλλάδος ἀγλάϊσμα τὸ Νέον, Νεκτάριε παμμάκαρ ἡμῶν τὸ στήριγμα.
Τῇ σῇ προστασίᾳ τῇ πατρικῇ, τὴν σεπτὴν Μονήν σου, διαφύλαττε ἀβλαβῆ, Νεκτάριε Πάτερ, καὶ πλήρου τάς αἰτήσεις, τῶν εὐλαβῶς τελούντων τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμὰς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον.
Σηλυβρίας τὸν γόνον καὶ Ἑῴας τὸ καύχημα, τῆς Ὀρθοδοξίας τὸν Στῦλον, καὶ Αἰγίνης τὸ ἔρεισμα. Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς νέκταρ γὰρ ἀνέβλυσεν ἡμῖν, ἐκ πηγῶν τοῦ Σωτηρίου νεοφανῶς ἀρδεῦον τοὺς κραυγάζοντας. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, λαμπρῶς Σὲ ἁγιάσαντι.

Ἕτερον
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον. Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ˙ ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι˙ δόξα τῷ Σέ δοξάσαντι Χριστῷ δόξα τῷ Σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ Σοῦ, πᾶσιν ἰάματα.
Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν ἀντιλήπτωρ καὶ φρουρός, καὶ θερμὸς προστάτης καὶ σκέπη, γενοῦ Νεκτάριε τοῖς προσερχομένοις σοι, Πάτερ ἐκ πίστεως, καὶ τὰ θεῖα σου λείψανα, κατασπαζομένοις, ἃ Χριστὸς ἐδόξασε, θαυμάτων χάρισι, λύων πειρασμῶν τάς ὀδύνας, καὶ εἰρήνην πᾶσιν παρέχων, καὶ πταισμάτων ἄνωθεν συγχώρησιν.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδαν μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ΑΦΗΓΗΜΑΤΙΚΟ ΕΛΛΗΝΙΚΟ ΒΙΝΤΕΟ - ΤΑΙΝΙΑ ΑΠΟ ΤΗΝ ELPIS FILMΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣΟ ΑΓΙΟΣ ΤΟΥ ΑΙΩΝΑ ΜΑΣ Ο ΑΓΙΟΣ ΤΗΣ ΣΤΟΡΓΗΣ ΚΑΙ ΤΗΣ ΣΥΓΓΝΩΜΗΣ

Μέγεθος - 1,061 Mb

Διάρκεια - 0:52:59

Τύπος - AVI

Διαστάσεις - 720X400

V: DviX v5 - 25 Fps - 2,6 Mbps

A: Mpeg Layer 3 - Stereo - 48 KHz - 192 Kbps

ΚΑΤΕΒΑΣΜΑ TORRENT

Δεν υπάρχουν σχόλια: