Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 21 Ιουνίου 2024

Ο λαός ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. Συναξάριον Τοῦ Μηναίου. Τῇ ΚΒ´(22ᾳ) τοῦ μηνὸς Ἰουνίου.


Ο λαός ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον Τοῦ Μηναίου.


Τῇ ΚΒ´(22ᾳ) τοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, ἐπισκόπου Σαμοσάτων, ἐν Κομμαγηνὴ τῆς Συρίας. (380)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ζήνωνος καὶ Ζηνᾶ τοῦ οἰκέτου αὐτοῦ ἐκ Φιλαδελφείας τῆς Ἀραβίας. (304) Η Σύναξη αὐτῶν ἐτελεῖτο «ἐν τῷ μαρτυρείῳ τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου τῷ ὄντι ἐν τῷ Κυπαρισσίῳ».
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Πομπιανοῦ καὶ Γαλακτίωνος, τῶν ἐν θαλάσσῃ πνιγέντων, καὶ τῆς Ἁγίας μάρτυρος Ἰουλιανῆς καὶ Σατουρνίνου, τοῦ υἱοῦ αὐτῆς, πυρὶ τελειωθέντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἄλμπαν ἢ Ἀλβανοῦ, πρωτομάρτυρος Βρεττανίας. (209).
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παυλίνου ἐπισκόπου Νόλης ἐν Καμπανίᾳ (Ἰταλία), τοῦ ἐλεήμονος (431) [καὶ 23 Ἰανουαρίου]
Τῇ αὐτῇ μέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων τῶν ἐν Σεβαστείᾳ τῆς Παλαιστίνης ἀθλησάντων. (615)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἡσυχίου τῆς Βάτου, ἡγουμένου Σινᾶ. (ζ´ αἰ.).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Βασιλείου, ἡγουμένου τῆς Μονῆς τοῦ Τιμίου Προδρόμου ἐν τῇ νήσῳ Πατελλαρίᾳ. (8ος-9ος αι)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Ἄννης, θυγατρὸς μὲν τοῦ τῶν Ῥωμαίων βασιλέως Ρωμανοῦ Δ΄ τοῦ Διογένη οὔσης καὶ συζύγου τοῦ βασιλέως τῶν Σέρβων Στεφάνου τοῦ Νεμάνια, μητρὸς δὲ τοῦ Ἁγίου Σάββα Ἀρχιεπισκόπου Σερβίας, τῆς διὰ τοῦ μοναχικοῦ σχήματος μετονομασθείσης Ἀναστασίας. (1200).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων νεοάθλων, τῶν ἐν τῷ Μεγάλῳ Κάστρῳ τῆς Κρήτης μαρτυρησάντων ἐν ἔτει ͵αωκα´(1821), ἱερομαρτύρων Νεοφύτου καὶ Ἀμβροσίου καὶ Ὁσιομάρτυρος Μακαρίου, μοναστῶν τῆς Μονῆς τοῦ Βατοπαιδίου.
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Μαρίας τῆς Σπηλαιωτίσσης, τῆς μονῆς Λευκοῦ Ὄρους πλησίον Βορονέζ. (1822).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐπικληθέντος Διδασκάλου, μητροπολίτου Οὑγγροβλαχίας (1834)
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι νεο-ἱερομάρτυρες καὶ ὁμολογητές: Ἀπολλιναρία (Μαρτιάνοβα), Ἀναστασία Ἰβάνοβα, Μιχαήλ Κρασνοσέλσκι, Ἀλέξανδρος Μανουίλοφ, Συμεών Milonravov, Φέντοτ Πάνκοφ, Βίκτωρ Σεμένοφ, Γεώργιος Ουσάκοφ, Ἀλέξιος Στσερμπάκοφ, ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέντες ἐν Ῥωσίᾳ.
Τῆ αὐτῆ ἡμέρᾳ, κοίμησις τοῦ Ὁσίου πατρὸς ἡμῶν Γερασίμου τοὐπικλὴν Φωκά, τοῦ ἐπισκόπου Κεφαλληνίας (2015).

Συναξάριον Τοῦ Πεντηκοσταρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ’ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.

Στίχοι
Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.

Δεν υπάρχουν σχόλια: