Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 21 Νοεμβρίου 2026

Λέοντος τοῦ σοφοῦ, ἀνέκδοτος Παρακλητικός κανόνας,στό Δεσπότη Χριστό.






 Λέοντος τοῦ σοφοῦ, ἀνέκδοτος Παρακλητικὸς κανόνας,στὸ Δεσπότη Χριστό.



Ὠδὴ α΄. Ἦχος πλ. δ΄. ᾿Αρματηλάτην Φαραώ.


Τῆς μετανοίας, Ἰησοῦ φιλάνθρωπε, πύλας μοι ἄνοιξον, καὶ εἰσελθὼν πίστει ἐξομολογήσομαι· τὰ κρύφιά μου πταίσματα, τὰς πολλὰς ἁμαρτίας, καὶ λήψομαι τὴν συγχώρησιν· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα.


Ὑποβολαῖς τοῦ πονηροῦ ἐξέλκομαι καὶ δελεάζομαι, καὶ τὴν ψυχὴν πάσαις ἡδοναῖς τοῦ σώματος μολύνω ὁ ταλαίπωρος· καὶ τολμῶν σοι προσπίπτω· διόρθωσόν με, φιλάνθρωπε, καὶ τῷ σῷ ἐλέει οἰκτείρησον.


Τοὺς Σοδομίτας ἐμπρησμὸς θεήλατος πάλαι κατέλαβε, τοὺς ἀσελγεῖς τρόπους τούτων ὑφορούμενος· τί πράξω ὁ ταλαίπωρος; τί ποιήσω ὁ τάλας; τί γένωμαι ὁ κατάκριτος, πάθη χαλεπὰ περικείμενος;


Θεοτοκίον


Χεῖρας πολλοῖς μεμολυσμένας πάθεσι, καὶ χείλη ἄδικα, καὶ πονηροῖς λόγοις γλῶσσαν περιπίπτουσαν, ἀποτολμῶν εἰς δέησιν συγκινῶ σοι, Παρθένε· οἰκτείρησόν με τὸν ἄθλιον καὶ τῷ φωτισμῷ σου καταύγασον.


Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.


Καθ' ἡμέραν τοῖς χείρω φρενοβλαβῶς, Δέσποτα, ὁ ἐσκοτισμένος προκόπτων μένω ἀναίσθητος, παραπικραίνων σε τὸν συμπαθή μου Δεσπότην· ἀλλὰ τῷ συνήθει σου ἐλέει σῶσόν με.


Τὰς μὲν χεῖρας ἐπαίρω πρὸς οὐρανὸν πάντοτε, τὸν δὲ λογισμὸν εἰς τὰ πάθη ἔχω ῥεμβόμενον καὶ ἐπὶ πλεῖόν σε παραπικραίνω ὁ ἄφρων· Δέσποτα φιλάνθρωπε, δός μοι διόρθωσιν.


Πονηραῖς ἐργασίαις καὶ βλαβεροῖς πάθεσιν καὶ ἐσκοτισμέναις ἐννοίαις τὸν νοῦν προσήλωσα, Κύριε εὔσπλαγχνε· ἴδε τὴν θλίψιν μου, ἴδε, καὶ μὴ ὑπερίδῃς με κλυδωνιζόμενον.


Θεοτοκίον

Ἀσελγείαις σχολάζειν μὴ προαιροῦ, τάλαινα καὶ ἐσκοτισμένη ψυχή μου, ἀλλὰ ἀνάνηψον, τὴν ἀειπάρθενον Θεοῦ ἀγίαν Μητέρα ἔχουσα πρεσβεύουσαν καὶ ῥυομένην σε.


Κάθισμα. Ἦχος πλ. β΄.


Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς· πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ Ἅγιον, ἐλέησόν με.


Ὠδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.


Νινευϊτῶν τὴν ἠλεημένην ταπείνωσιν, ὦ ψυχή μου, μίμησαι, καὶ πρόσελθε τῷ ἀγαθῷ, θέλοντι τὴν σὴν ἐκ τῆς ἁμαρτίας ἐπιστροφὴν καὶ διόρθωσιν· καὶ ἔασον ἐν τάχει τὰς κακὰς συνηθείας, τὰς πρὸς πῦρ συνωθούσας σε ἄσβεστον.


Σοδομιτῶν τὰς ἀσελγεῖς πράξεις φύγωμεν, προξενούσας πῦρ τὸ ἀτελεύτητον καὶ οἰκειούσας τῷ πονηρῷ τῷ μεμισημένῳ καὶ ταῖς ἐκείνου δυνάμεσιν, μελλούσαις ἐξωτέρῳ παραπέμπεσθαι σκότει καὶ παντοίαις ἑτέραις κολάσεσιν.


Οἴμοι, ψυχή, τί σεαυτὴν κατηχρείωσας; τί τὸ κάλλος ὅπερ πρώην εἴληφας, ταῖς ἀκαλλέσι καὶ βλαβεραῖς πάσαις ἐργασίαις σχολάζουσα, νῦν ἀπώλεσας; ἀνάνηψον καὶ κράξον τῷ εὐσπλάγχνῳ Δεσπότῃ· Πολυέλεε Κύριε, σῶσόν με.


Τὸν Μανασσῆν, εὔσπλαγχνε, πρὶν κατηλέησας καὶ τῷ βίῳ τέθηκας παράδειγμα τῆς ἀσυγκρίτου σου ἀνοχῆς, τῆς μακροθυμίας καὶ τῆς πολλῆς ἀγαθότητος· ἐμὲ δὲ νῦν εὐσπλάγχνως εἴπερ σώσεις, οἰκτίρμον, ὑπερβαίνεις τὸ πρῶτον παράδειγμα.


Θεοτοκίον


Τὸ χαλεπὸν βίου καὶ ἄστατον πέλαγος διαπλέων, ἄχραντε πανύμνητε, τῇ καταιγίδι τῶν δυσμενῶν καὶ τῆς ῥαθυμίας τῷ λαίλαπι χειμαζόμενος, ἐχώρησα ἀθλίως εἰς βυθὸν ἁμαρτίας, ἐξ οὗ τάχος, σεμνή, με ἀνάγαγε.


Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω.


Ἵνα τί, παναθλία, ἔκδοτος τοῖς πάθεσι, ψυχή μου, γέγονας; ἵνα τί τὸ σκότος τοῦ φωτὸς προκειμένου ἠγάπησας; σπεῦσον οὖν πρὸ τέλους ἐν μετανοίᾳ τῷ Δεσπότῃ προσελθεῖν καὶ τυχεῖν συγχωρήσεως.


Σωφροσύνης χιτῶνα καὶ ἀγαλλιάσεως στολὴν ἐνδέδυμαι τῇ ἀναγεννήσει τοῦ βαπτίσματος ὁ ἀσυνείδητος, καὶ ῥυπώσας ταύτην σάκκον παθῶν νῦν περιφέρω· ὃν διάρρηξον, Σῶτερ, καὶ σῶσόν με.


Εἰς δευτέραν με φύσιν ἡ κακὴ συνήθεια ὄντως κατέστησεν, καὶ ζητῶ ὁ τάλας ἀνανεῦσαι καὶ πάλιν ἁλίσκομαι τοῖς αὐτοῖς ἐκείνοις τῆς ἡδονῆς ἀφύκτοις βρόχοις· Ποιητά μου, βοήθησον, σῶσόν με.


Θεοτοκίον


Ἐν ὀδύνῃ καρδίας, Δέσποινα, προσέρχομαι τῇ μεσιτείᾳ σου· ἴδε μου τὴν θλίψιν, ἐμαυτῷ ἣν κακῶς προεξένησα δέξαι τὸν κλαυθμόν μου, πάντων παράκλησις Παρθένε, καὶ τῷ μόνῳ Θεῷ με κατάλλαξον.


Ὠδὴ ς΄. Ἱλάσθητί μοι, Σωτήρ.


Ὑπέκκαυμα τῆς φλογὸς τῆς αἰωνίου καθέστηκεν ἡ ἡδονὴ τῆς σαρκός, παρανόμοις μίξεσι τὴν ψυχὴν μελαίνουσα, ἣν τῷ θείῳ νόμῳ ὑποκλίναντες ζησόμεθα.


Τὰ ὄρη καὶ οἱ βουνοί, οἱ ποταμοὶ καὶ ἡ θάλασσα, θρηνήσατέ με πολλοῖς κακοῖς περιπίπτοντα καὶ κρίνεσθαι μέλλοντα καὶ τῇ αἰωνίᾳ τιμωρίᾳ παραδίδοσθαι.


Ἐμὲ τὸν τὰς ἐντολὰς τὰς σάς, Χριστέ, μὴ φυλάξαντα καὶ δυσμενῶν πονηρῶν γενόμενον παίγνιον, ὁ Θεὸς ὁ πλάσας με οἰκτειρήσας σῶσον ταῖς πρεσβείαις τῶν ἁγίων σου.


Θεοτοκίον


Ἀκαθαρσίαις πολλαῖς τὰς χεῖράς μου κατεμόλυνα καὶ ταύτας αἴρω πρὸς σέ, τὴν μόνην ἀμόλυντον· ἴδε μου τὴν κάκωσιν καὶ τὴν ῥαθυμίαν καὶ βοήθησόν μοι, Δέσποινα.


Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.


Σωτήρ μου Ἰησοῦ, ἱλάσθητι καὶ σῶσόν με, ὡς πόρνην ποτέ, λῃστήν τε καὶ τὸν ἄσωτον· κἀμὲ νῦν ἐλέησον, πανοικτίρμον εὔσπλαγχνε Κύριε, καὶ τῆς κολάσεως ῥῦσαί με, πανάγνου Μητρός σου ταῖς δεήσεσιν.



Ὠδὴ ζ΄. Θεοῦ συγκατάβασιν.


Ἀλόγοις ὑπέκυψα ἐν ἀφροσύνῃ ὁ τάλας πάθεσιν, καὶ γυμνὸς ἀπὸ πάσης δικαιοσύνης ὄντως γεγένημαι καὶ ἠχρειώθην καὶ κράζω σὺν δάκρυσιν· Λόγε Θεοῦ, τῷ ἐν σοὶ ἐλέει σῶσόν με.


Σαρκὸς ἡ ἐνήδονος ἀκαθαρσία ὀδύνης πρόξενος αἰωνίου ὑπάρχει· τὸν σκώληκα γὰρ τὸν ἀτελεύτητον ἔχει ἐκεῖσε ἀπαύστως κολάζοντα· οἴμοι, ψυχὴ ταπεινή, τί οὐ πενθεῖς σεαυτήν;


Σοδόμοις ἀπώλειαν ἐπιμιξία ἀρρένων ἤνεγκεν, καὶ εἰς πάντας αἰῶνας τοῦτο τὸ μῦσός ἐστι θρυλούμενον· φεύγε, ψυχή μου, τὴν ἄθεσμον μίμησιν, μετανοοῦσα καλῶς ἐπὶ τοῖς πρώην κακοῖς.


Θεοτοκίον


Ὁ ὁδὸν ἡ κυήσασα τῆς σωτηρίας, δεῖξον εὐθείας μοι μετανοίας βοώ σοι, Παρθένε, τρίβους, ἐν αἷς πορεύσομαι καὶ ἀνοδίας ἐκφύγω καὶ ζήσομαι, ὑμνολογῶν σου, ἁγνή, τὴν ἀγαθότητα.


Ὠδὴ η΄. Ἑπταπλασίως κάμινον.


Μετανοεῖν ἑκάστοτε τῷ Θεῷ ἐπαγγέλλομαι, καὶ ἐπὶ τὰ χείρω ἀναισθήτως ἕλκομαι, καὶ κράζω· Τὸ ἥμαρτον, καὶ τῶν κακῶν οὐ παύομαι. Οἴμοι, τί ποιήσω; ποίας τύχω συγγνώμης ὁ κατακεκριμένος καὶ κατηχρειωμένος καὶ μόνος παροργίζων τὸν ἀγαθὸν Δεσπότην;


Αἱ ἡδοναὶ τοῦ σώματος καὶ κινήσεις αἱ ἄτακτοι καὶ παραλλαγαὶ τῆς φυσικῆς ἑνώσεως ἀθλίως τελούμεναι τῷ ἀκοιμήτῳ σκώληκι πέμπουσι τοὺς ταῦτα ἐπιμένοντας πάντας καὶ μὴ μετανοοῦντας· τί ποιήσω ὁ ἄφρων; τί γένωμαι ὁ τάλας; οἰκτείρησόν με, Λόγε.


Γόνυ ποτὲ μὴ κλίναντες παρανόμῳ σεβάσματι παῖδες εἰς πυρὰν τὴν ἐπηρμένην βέβληνται καὶ μένουσιν ἄφλεκτοι ταῖς ἡδοναῖς· ἐγὼ δὲ πεισθεὶς μέλλω εἰς τὸ πῦρ τὸ αἰωνίζον βληθῆναι καὶ κόπτεσθαι καὶ κλαίειν· ἀλλὰ φεῖσαι, Σωτήρ μου, διδοὺς ἐπιστροφήν μοι τῇ σῇ φιλανθρωπίᾳ.


Ἐὰν ἀμελείαις, Δέσποτα, τὴν ζωήν μου ἀνήλωσα καὶ ἐν ἀπραξίαις ἐναρέτων πράξεων, σαρκὸς δὲ ἠγάπησα τὰς ἡδονάς, φιλάνθρωπε, καὶ τῷ τῶν παθῶν ἐνεκυλίσθην βορβόρῳ, καὶ νῦν ἐν ἀπογνώσει τῶν κρειττόνων τυγχάνω· ὡς οἶδας εὐμηχάνως σῶσόν με, θεῖε Λόγε.


Θεοτοκίον


Ἄλλην ἐκτός σου, Δέσποινα, βοηθὸν οὐκ ἐπίσταμαι· πλήν σου πρὸς Θεὸν καταλλαγὴν οὐ κέκτημαι· ἐλέησον, ἄχραντε, ἐμὲ τὸν ἀπολλύμενον διὰ τὰς ἐκ βρέφους ἀθεμίτους μου πράξεις, καὶ σῶσόν με βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.


Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.


Μακρόθυμον τὸν φύσει καὶ ἀγαθόν, παρὰ φύσιν δεινῶς ἀσελγαίνοντες υἱοὶ λοιμῶν, πάλαι Σοδομίται εἰς προφανῆ κινοῦσιν ἀγανάκτησιν, ὅλεθρον δεξάμενοι παντελή· ψυχὴ ἀθλία, ὅρα καὶ πρόσεχε καὶ φρίξον καὶ μετανοίᾳ βελτιώθητι.


Τὸν δῆμον τῶν ἁγίων σου προφητῶν, ἀποστόλων χορὸν τὸν μακάριον, ἱεραρχῶν καὶ τῶν ἀσκητῶν σου τὴν ἐκλογὴν καὶ πάντα τὰ οὐράνια τάγματα εἰς δέησιν συγκινῶ· αὐτῶν ταῖς ἱκεσίαις οἰκτείρησόν με, Σώτερ, ὡς ἀγαθὸς καὶ πολυέλεος.


Ὁ σώσας μεταγνόντα τὸν Μανασσῆν, ὁ τὴν πόρνην καθάρας δακρύσασαν, ὁ τὸν λῃστὴν λόγῳ δικαιώσας, ὁ τὸν κλαυθμὸν τοῦ Πέτρου προσδεξάμενος, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν δέησιν, οἰκτίρμον, καὶ πάντα δωρεάν μου τὰ ἁμαρτήματα ἐξάλειψον.


Θεοτοκίον


Τίς γένωμαι, τί πράξω ὁ ταπεινός; τίνα ἔξω ἐκεῖσε συνήγορον ἁμαρτιῶν, πάθη περικείμενος χαλεπά καὶ ῥαθυμίαν ἄμετρον καὶ ἀναισθησίας ὑπερβολήν; Ἅγια Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων, μὴ καταισχύνῃς με τὸν δοῦλόν σου.



https://patertios.wixsite.com/orthodox-teachings/post/%CE%BB%CE%AD%CE%BF%CE%BD%CF%84%CE%BF%CF%82-%CF%84%CE%BF%E1%BF%A6-%CF%83%CE%BF%CF%86%CE%BF%E1%BF%A6-%E1%BC%80%CE%BD%CE%AD%CE%BA%CE%B4%CE%BF%CF%84%CE%BF%CF%82-%CF%80%CE%B1%CF%81%CE%B1%CE%BA%CE%BB%CE%B7%CF%84%CE%B9%CE%BA%E1%BD%B8%CF%82-%CE%BA%CE%B1%CE%BD%CF%8C%CE%BD%CE%B1%CF%82-%CF%83%CF%84%E1%BD%B8-%CE%B4%CE%B5%CF%83%CF%80%CF%8C%CF%84%CE%B7-%CF%87%CF%81%CE%B9%CF%83%CF%84%CF%8C

Δεν υπάρχουν σχόλια: