Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 27 Νοεμβρίου 2017

ΑΠΟΛΥΤΙΚΙΑ ΤΟΥ ΑΓΊΟΥ ΙΑΚΏΒΟΥ.

Ἀπολυτίκια. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διοράσεως ἔκτυπον καὶ σεμνότητος,
Μονῆς Δαβὶδ τοῦ ὁσίου
θαυματουργὲ προεστώς,
ὁ ἀρότρῳ γεωργήσας τῆς ἀγάπης σου
κεχερσωμένας τοῦ λαοῦ,
θεοφόρητε, ψυχάς,
Ἰάκωβε πάτερ, ἄρτι,
μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων
ὑπὲρ ἡμῶν τῶν σὲ καλούντων πιστῶς.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Μονῆς τοῦ Ὁσίου νῦν Δαβὶδ τὸν προΐστορα,
θαυμαστὸν Ἰάκωβον, πάντες οἱ πιστοί  εὐφημήσωμεν,
πατέρων νεαυγῶν ὡς καλλονὴν
καὶ Χάριτος τῆς Θείας ποταμόν,
τὸν ἀρδεύοντα πλουσίως
ψυχὰς τῶν ἐκβοώντων μετὰ πίστεως·
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυμαστώσαντι,
δόξα τῷ σὲ ἡμῖν ἐν συμφοραῖς
προστάτην δείξαντι.

Δεν υπάρχουν σχόλια: